Scholia in Matthaeum

 αὐτοῦ δίδωσιν ἀγαθά. Τοῖς δὲ ἄγαν πονηροῖς, διὰ τὸ ἀνεν δότως ἁμαρτάνειν τρόπον τινὰ φύσις αὐτοῖς ἡ κακία γίνεται· οἷός ἐστιν ὁ Σατανᾶς καὶ οἱ δαίμονε

 πεπρακὼς αὐτοῦ τὰ ὑπάρχοντα· κακία δὲ ταῦτ' ἦν, τῷ μηκέτι ζῇν τούτοις, νεκρωθῆναι δὲ τῷ κόσμῳ παντὶ καὶ θελήμασι τοῦ αὐτοῦ. Οἵ γε μὴν περὶ μαργαριτῶν

 αὐτεξούσιον, ἀλλὰ τὸ προ γνωστικὸν τοῦ πάντως ἐσομένου δηλοῖ. ∆ιὸ καὶ τὸ οὐαὶ αὐτοῖς ἐπιφωνεῖ, ὡς ἑκουσίως πταίουσι. Κό λασιν δὲ λέγει τοὺς ἀσέμνους ζ

 ὅτι ἐκφύειν φύλλα, ἢ κυπρίζειν, ἢ ὀμφακίζειν, ἢ τρυγᾶσθαι· οἷον οἱ τῆς νη πιότητος, ἢ τῆς συμπληρώσεως τοῦ λόγου, ἢ οἱ τῆς ἐν ἀρετῇ προκοπῆς, ἢ ἀρχῆς·

 ἐξέλθωμεν, τὸν νυμ φίον ἀπαντῆσαι οὐ δυνάμεθα. Λαμπάδα τῆς παρ θενίας ὁ τῆς γνώσεως φωτισμός· ἔλαιον δὲ εἰς τὰς λαμπάδας ἡ ἐν ἐπιγνώσει σπουδὴ, καὶ τῶ

 μόνον εἶδε τὸ ἐνύπνιον, ἀλλὰ καὶ πολλὰ ἔπαθε, καὶ ἐν νυκτὶ πρὸς τὸ φοβερώτερον γίνεσθαι. Ἄλλως τε δὲ Προνοίας ἔργον τὸ ὄναρ, οὐ λεγόμενον μὲν τί ἦν, δ

 

Scholia in Matthaeum

ΩΡΙΓΕΝΟΥΣ ΕΙΣ ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ ΕΥΑΓΓΕΛΙΟΝ. 17.289 ΚΕΦ. Αʹ. Στιχ. ιηʹ. Τοῦ δὲ Ἰησοῦ ἡ γέννησις οὕτως ἦν. ....... Ὧδε μὲν γεννήσεως μέμνηται ὁ εὐαγγελιστὴς, κατ' ἀρχὰς δὲ τοῦ Εὐαγγελίου, τῆς γενέσεως. Ἐνταῦθα μὲν γὰρ λέγει· Τοῦ δὲ Ἰησοῦ Χριστοῦ ἡ γέννησις οὕτως ἦν, ἐκεῖ δὲ, Βίβλος γενέσεως Ἰησοῦ Χριστοῦ. Τίς οὖν ἡ διαφορὰ τῆς γεννήσεως καὶ τῆς γενέσεως; καὶ ὡς ἀμφότερα ἐπὶ Χριστοῦ λαμβάνεται; Ὥσπερ ὁ λόγος οὗτος ὁ προφορικὸς κατὰ τὴν οἰκείαν φύσιν ἀναφής ἐστι καὶ ἀό ρατος· ὅταν δὲ ἐν βιβλίῳ γραφῇ, καὶ οἱονεὶ σωματω θῇ, τότε καὶ ὁρᾶται καὶ ψηλαφᾶται· οὕτως καὶ ὁ ἄσαρκος τοῦ Θεοῦ Λόγος καὶ ἀσώματος, οὔτε ὁρώμε νος, οὔτε γραφόμενος κατὰ τὴν θεότητα, ἐπειδὴ ἐσαρκώθη, καὶ ὁρᾶται καὶ γράφεται. ∆ιὰ τοῦτο, ὡς σαρκωθέντος, καὶ βίβλος ἐστὶ τῆς αὐτοῦ γενέσεως. Ἀλλ' οὐκ ἐξῄτηται ἐνθάδε τὸ, διὰ τί εἶπε βίβλος, καὶ οὐκ εἶπεν ὅρασις, ἢ λόγος· ἀλλὰ τὸ, τί ἐστι γέννησις, καὶ τί γένεσις; ∆ιαφέρει γένεσις καὶ γέν νησις. Γένεσις μὲν γάρ ἐστι παρὰ Θεοῦ πρώτη πλά σις· γέννησις δὲ ἡ ἐκ καταδίκης τοῦ θανάτου διὰ τὴν παράβασιν ἐξ ἀλλήλων διαδοχή. Καὶ ἔτι, ἡ μὲν γέ νεσις τὸ ἄφθαρτον ἔχει καὶ ἀναμάρτητον· ἡ δὲ γέννησις τὸ παθητὸν καὶ ἁμαρτητικόν. Ὁ οὖν Κύ ριος, τῆς μὲν γενέσεως τὸ ἀναμάρτητον φυσικῶς λαβὼν, τὸ ἄφθαρτον οὐ προσέλαβε· τῆς δὲ γεννήσεως τὸ παθητὸν εἰληφὼς, τὸ ἁμαρτητικὸν οὐ προσέλαβε, τὸν πρῶτον τοῖς κατ' ἄμφω μέρεσιν Ἀδὰμ φέρων ἀμείωτον. Οὐκοῦν εἴη ἂν ἐπὶ Χριστοῦ γένεσις μὲν, οὐκ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι πρόοδος, ἀλλ' ὁδὸς ἀπὸ τοῦ ἐν μορφῇ Θεοῦ ὑπάρχειν εἰς τὸ ἀναλαβεῖν τὴν τοῦ δούλου μορφήν· ἡ δὲ γέννησις αὐτοῦ διπλῆ γέγονε, καθ' ἡμᾶς καὶ ὑπὲρ ἡμᾶς. Τὸ μὲν γὰρ ἐκ γυναικὸς γεννηθῆναι καθ' ἡμᾶς· τὸ δὲ μὴ ἐκ θελή ματος σαρκὸς, ἢ ἀνδρὸς, ἀλλ' ἐκ Πνεύματος ἁγίου, ὑπὲρ ἡμᾶς. Ὅπερ καὶ τὴν μέλλουσαν προανεφώνει 17.292 γέννησιν, ἢν ἡμῖν ἔμελλεν ἐκ Πνεύματος χαρίσε σθαι. ΚΕΦ. Ζʹ. Στιχ. εʹ. Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσὶ, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων ...... Στιχ. ʹ. Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Ἵνα μὴ ἀγνοῶσιν οἱ μαθηταὶ, τίνες εἰσὶν κύνες, ἢ χοῖροι ἐν τοῖς ἀκροαταῖς, ἐπιμόνως ζητήσατε, φησὶν, ἐκ Θεοῦ, καὶ ἀποκαλύπτεται ὑμῖν πάντα. Ἀρχὴ μὲν γὰρ ἀρετῆς τὸ δι' εὐχῆς γνῶναι τὸ ἀγαθόν· εἶτα τὸ εἰδέναι πῶς δεῖ ὁδεῦσαι τὴν ἀρετήν· τρίτον τὸ διὰ τῶν ἔργων κρούειν ἀνοιγῆναι αὑτῷ τὴν θύραν. Τοῦτο γὰρ σημαίνει ἡ διὰ τῶν χειρῶν κροῦσις. Τρισσῶς γὰρ ἡ τῶν σωτηρίων δογμάτων ἀλήθεια λαμβάνεται, ἐπιμελεῖ εὐχῇ, καὶ τοῦ ἡγεμονικοῦ ἐν τῷ ζητεῖν τὰ θεῖα καταστάσει, καὶ περὶ τοῦ εὑρεῖν συναισθήτως τῆς τῶν κεκρυμμένων Γραφῶν ἀσφαλείας τὸ βάθος, ἀκριβεῖ πολυπραγμοσύνῃ· οὕτω γὰρ ἀνοίγεσθαί φησι τὰς Γραφάς. Στιχ. θʹ. Τίς ἐξ ὑμῶν ἄνθρωπος, ὃν ἐὰν αἰτήσῃ ὁ υἱὸς αὐτοῦ ἄρτον, μὴ λίθον ἐπιδώσει αὐτῷ; Στιχ. ιʹ. Καὶ ἐὰν ἰχθὺν αἰτήσῃ, μὴ ὄφιν ἐπιδώσει αὐτῷ; Ὅρα δὲ εἰ ...... γνῶσις τροφὴ, ἧς ἄνω οὐκ ἔστι σώζεσθαι· οἷον ὁ περὶ τοῦ πῶς βρωτέον ἀκριβὴς λό γος. Ἰχθὺς δὲ καὶ οἷον ὄψον φιλομαθεῖ τὸ εἰδέναι σύστασιν κόσμου, ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα, καὶ ὅσα ἑξῆς ἡ σοφία λέγει. Οὔτε ἀντὶ τοῦ ἄρτου λίθον δίδωσιν ὁ Θεὸς, ὃν ὁ διά βολος ἐσθίεσθαι ὑπὸ τοῦ Ἰησοῦ ἐβούλετο· οὔτε ἀντὶ ἰχθύος ὄφιν, ὃν ἐσθίουσιν οἱ ἀνάξιοι τοῦ ἰχθὺν ἐσθίειν Αἰθίοπες. Πῶς δὲ τοὺς μαθητὰς πονηροὺς ἐκάλεσεν; Εἰ γὰρ καὶ ἠκολούθουν ἐκ προαιρέσεως, ἀλλ' εἶχον τὸ τρεπτὸν τοῦ ἀνθρωπίνου. Μόνον δὲ ἄτρεπτος ἦν καὶ θεότητι καὶ ἀνθρωπότητι ὁ τοῦ Θεοῦ Υἱός. ∆όματα δὲ ἀγαθὰ καλεῖ τὰς πνευματικὰς δωρεάς. Ὁ δὲ Λουκᾶς Πνεῦμα ἅγιον εἶπεν, ἀντὶ τοῦ εἰπεῖν ἀγαθά. Καὶ οὐδὲν τὸ διάφορον. Τὸ γὰρ ἅγιον Πνεῦμα αὐτό ἐστι τὸ φῶς ἀγαθόν· διὸ καὶ τοῖς μετόχοις