Selecta in Numeros
ΩΡΙΓΕΝΟΥΣ ΕΚΛΟΓΑΙ ΕΙΣ ΤΟΥΣ ΑΡΙΘΜΟΥΣ. 12.576 Οὐδὲν πλὴν εἰς τὸ μάννα οἱ ὀφθαλμοὶ ἡμῶν. Μᾶν ὠνομάσθη ἀπὸ τοῦ τοὺς Ἑβραίους πρώτους θέαμα ξένον ὁρῶντας εἰπεῖν πρὸς ἀλλήλους τῇ πα τρίῳ γλώσσῃ, «Μᾶν,» τουτέστι, «Τί τοῦτο;» ὅπερ οὐκ ἂν εἶπον, εἰ ἔθος ἦν, ὥς τινες τῶν ἐθνικῶν φασι, τὴν φύσιν τῶν τόπων ἀπ' αἰῶνος τὰ τοιαῦτα φέρειν. Καὶ νῦν δὲ εἰ καταβαίνει μνήμης ἕνεκα μικρόν τι. Καὶ οὐκέτι προσέθεντο. Λείπει, «τοῦ προφη τεύειν.» Οὐκέτι, φησὶ, προεφήτευσαν. Εἰς ἅπαξ γὰρ προφητεύουσιν, ἵνα μὴ ἐξισωθῶσι Μωσεῖ· ἀλλ' ὡς γνωσθῆναι ὅτι μετειλήφασι, καὶ πάντες ἅμα προφη τεύουσιν. Ἓν γὰρ ἐν Χριστῷ τὸ Πνεῦμα, καὶ μία διὰ πάντων ἡ ἐνέργεια. Καὶ ὁ λαὸς οὐκ ἐξῇρεν, ἕως ἐκαθαρίσθη Μαριάμ. Ἔμεινε δὲ ἡ σκηνὴ ἑπτὰ ἡμέρας ἐπὶ τὸν τόπον εἰς τιμὴν Μαρίας, ἵνα μὴ τοιαύτη οὖσα ἀκολουθῇ. Ἀπόστειλον σεαυτῷ ἄνδρας, καὶ τὰ ἑξῆς. Ἀποσταλῆναι κελεύει τινὰς, δεικνὺς ὅτι πλησιάζουσι μὲν τῇ Παλαιστίνῃ τῆς Αἰγύπτου τὸ τοῖς Ἑβραίοις ἑτοιμότερον παραστήσας· καὶ τὸ ἄπιστον ἐξελέγξας, τάφον μὲν τὴν ἔρημον ἀπονέμει, οἷς ὁ νοῦς ἀπέμεινε σκληρός· θάνατος γὰρ ἀσεβῶν, τῆς ἐν τῷ ζῇν πλά νης αἱρετώτερος. Καὶ ἐπωνόμασε Μωϋσῆς τὸν Αὐσὴ υἱὸν Ναυὴ, Ἰησοῦν. Ἐπισημαντέον ὅτι ὁ τοῦ Ναυὴ υἱὸς τύπος γέγονε τοῦ Χριστοῦ, ὃς τὸν οἴκτιστον λαὸν πλανώμε νον ἐλευθερώσας, εἰς οὐρανὸν ἀνήγαγεν· οὐκ εἰς γῆν ἐσθίουσαν τοὺς ἐνοικοῦντας. Ἦ μὴν οὐκ ὄψονται τὴν γῆν, ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν. Παρατηρητέον ὅτι τῶν ἐκ τῆς γῆς Αἰγύπτου ἐξελθόντων εἰσῆλθον εἰς τὴν γῆν τῆς ἐπαγγελίας τινές· οὐδὲ γὰρ ὁ Θεὸς τοῦτο ἀπηγόρευ σεν· ἀλλὰ μόνους τοὺς εἰκοστοέτεις καὶ ἐπάνω τῶν ἐξελθόντων ἐκ γῆς Αἰγύπτου μοσχοποιήσαντας ἀνεῖ λεν ἐν τῇ ἐρήμῳ· φειδόμενος συγγενοῦς τῆς νεότητος αὐτοῖς, οἷς ὁ τῆς ζωῆς χρόνος οὔπω εἰκοστοέτης ἦν, καὶ πολλῷ μᾶλλον τοῖς βρέφεσι, καὶ παιδίοις, ἕως τῆς ἐφήβου ἡλικίας. 12.577 Τοῦ αὐτοῦ. Τοῦτο τύπος τῆς ἀληθείας. «Ἐὰν γὰρ μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσ έλθητε εἰς τὴν βασιλείαν.» Ἀνέλεσθε τὰ πυρεῖα τὰ χαλκᾶ. Ὥσπερ ὁ χαλ- κοῦς ὄφις σημεῖον τῆς ἀπιστίας αὐτῶν, οὕτω καὶ τὰ πυρεῖα τῶν περὶ Κορὲ καὶ ∆αθὰν καὶ Ἀβειρὼν πε ρίθεμα ὄντα τῷ θυσιαστηρίῳ. Καὶ τοῖς υἱοῖς Λευῒ ἰδοὺ δέδωκα πᾶν ἐπιδέκα τον ἐν Ἰσραήλ. Εἰκότως ἀπονενέμηνται τοῖς ἱερεῦ σιν αἱ ἀπαρχαὶ, ἐπείπερ οὐ κληρονομεῖ ἡ Λευῒ φυ λὴ, οὐδὲ κλῆρον λαμβάνει ὡς αἱ λοιπαί. Τοῦτο πρόξενον τῆς ἀκτημοσύνης τοῖς ἱερεῦσιν ὁ κλῆρος τοῦ τῷ θυσιαστηρίῳ συμμερίζεσθαι. ∆εκάτας ἐδίδου ὁ λαὸς τοῖς Λευίταις, καὶ οἱ Λευῖται τοῖς ἱερεῦσιν. Μὴ ἐκ τῆς πέτρας ταύτης ἐξάξομεν ὑμῖν ὕδωρ; Ὁ Μωϋσῆς, μὴ δοξάσας τὸν Θεὸν ἐπὶ τοῦ λαοῦ, ἐκω λύθη παρελθεῖν μετ' αὐτοῦ. Ἵνα γὰρ μὴ ὃν ἐτίμων ζῶντα, ἐν Θεοῦ θεραπείαις τιμήσωσιν ἀπελθόντα, ἀφανῆ τὸν τόπον [ἴς. τάφον] πεποίηκεν. Νῦν ἐκλείξει ἡ συναγωγὴ αὕτη πάντας τοὺς κύκλῳ ἡμῶν. Τοῦτο παράδειγμα ἔλαβεν· ὥσπερ ὁ μόσχος ἐν τῷ στόματι τὰ χλωρὰ, οὕτω καὶ ὁ ἅγιος λαὸς τοῖς χείλεσι στρατευόμενος ἐν τοῖς στόμασιν ἔχει τὰ ὅπλα διὰ τῶν εὐχῶν. Καὶ τοῦτο εἰδὼς ὁ Βα λὰκ ἐν τοῖς προτέροις πολέμοις ἐναργῶς γινόμενον, βούλεται καὶ αὐτὸς τοῖς διὰ χειλέων ὅπλοις στρα τεύεσθαι· καὶ καλεῖ τὸν Βαλαὰμ τὸν ἔχοντα τὰ ὅπλα τῆς ἐναντίας δυνάμεως ἐν τοῖς χείλεσι τὰς ἀράς. Οἱ γὰρ ἅγιοι ἄγγελοι συμπράττουσι τοῖς δικαίοις εἰς τὰ σωτήρια, καὶ ἀγαθὰ ἔργα, καὶ οἱ πονηροὶ δαί μονες τοῖς ἀσεβέσιν ἁμαρτωλοῖς ἀνθρώποις εἰς τὰ πονηρὰ καὶ βλαβερὰ τῆς σωτηρίας τῶν ἀνθρώπων ἔργα. Οἱ μὲν γὰρ ἅγιοι στρατεύονται λόγοις εὐχῶν, οἱ δὲ ἀσεβεῖς καὶ ἁμαρτωλοὶ λόγοις μαγειῶν. Τοῦ αὐτοῦ. Καὶ ἡ κατ' αἴσθησιν τῶν πραγμάτων ἱστορία μεγάλης ὠφελείας πεπλήρωται. Ἐκ δὲ τῆς