1

 2

 3

1

Horologium Ἡ τῶν παρόντων ἔκφρασις ἔργων δεῖται μὲν λόγου πρὸς τὴν τέχνην ἁμιλλωμένου, εἰ δὲ τούτων ἐλάττων ὀφθείη, καὶ τοῦτο τοῦ ποιήσαντος θαῦμα, ὅτι κρείττων γέγονε πράττων ἢ ψιλῶς εἰρηκότες ἡμεῖς. ὅθεν εἰς ἔπαινον αὐτῶι τελευτᾶι καὶ τῶι ἀγαθῶν αἰτίωι τὴν πρέπουσαν εἰς ∆ύναμιν ἀποδίδωσιν εὐφημίαν, δι' ὃν ἡ πόλις τῶν παρόντων ἀπολαύειν ἔσχεν εὐτυχημάτων.

ΕΚΦΡΑΣΙΣ ΩΡΟΛΟΓΙΟΥ.

Ἄλλοι μὲν ἄλλα ὁρώντων καὶ εἴ γε βούλοιντο λέγοιεν, οἱ μὲν Αἰγύπτου πυραμίδας οἷα δὴ τὰ Αἰγυπτίων ἀιδόμενα, ὁ δέ τις ἐπιδημῶν Βαβυλῶνι Βὴλ ∆ιὸς ἱερὸν ἴδοι καὶ ἑτέρους ἐφ' ἑτέροις ἄλλον ἐπ' ἄλλωι πύργους ὀκτώ· ὁμῶς δὲ παραλαβέτω τὸν Ἥφαιστον καὶ θεῶν οἴκους αὐτῶι παρεχέτω δημιουργεῖν, "τοὺς Ἥφαιστος ἐποίησεν ἰδυίηισιν πραπίδεσσι", καὶ "Ἀμφιγύην" εἶναι λεγέτω τὸν αὐτὸν θεὸν μόγων ἀεὶ καὶ προσεδρείας τὴν αὐτοῦ τέχνην δεομένην εἰδώς· τοιοῦτον γὰρ τὸ μὴ κινεῖσθαι προσκαρτεροῦντα τοῖς ἔργοις. εἰδυίας οὖν ἔχων φρένας καὶ σῶμα ἐφ' ἑνὸς ἱδρυμένον χωρίου νῦν μὲν τὴν ἀσπίδα τὴν Ἀχιλλέως, ἔργον ἐξαίσιον Ὁμήρωι, ποιεῖ, καὶ διακονοῦσιν αὐτῶι πρὸς τὴν χρείαν ζῆν εἴδωλα δοκοῦντα καὶ τὴν φλόγα ζωπυροῦσιν αὐτομάτωι φορᾶι. εἰς τὴν Φαιάκων δὲ νῆσον ἐλθὼν ἄλλ' ἐποίησεν ἔργον θαυμάσιον· κύνες ἦσαν Ἀλκίνωι φύλακες τῆς αὐλῆς· οἱ δὲ κύνες οὐχ οἱ συνήθεις οὗτοι καὶ ζῶντες, χρυσὸς δὲ νὴ ∆ία καὶ ἄργυρος δία τέχνην τὴν Ἡφαίστου κίνησιν ἔχοντες. ταῦτα μὲν οὖν μῦθός τε ἦν ἐμοὶ καὶ λόγος ἐδόκει, καὶ Ὅμηρος ἐτρύφα τῆι τέχνηι λέγων ἐπ' ἀδείας ἃ μήτε ἦν μήτ' ἐγένετο πώποτε· νυνὶ δὲ τοῦ παρόντος Ἡφαίστου ἔργα καὶ τέχνην ἰδὼν ........ ταῦτα κἀκείνοις ἀληθέσιν εἶναι συγχωρεῖν ἐπιτρέπω. Λέγειν οὖν ἐθέλοιμι ταῦτα καὶ εὔχομαι· νικᾶι γὰρ λόγον ἡ θέα ἀμηχανοῦσα καὶ αὐτὴ πρὸς ὅτι δέοι φερομένη ἐς πάντα· μεταπηδᾶι γὰρ ἄνω καὶ κάτω καὶ πάντα βλέπειν ἐθέλει, εἶτα θᾶττον ἤπερ ἔδει μεθισταμένη τῆς ἐφ' ἑκάστωι τούτων ἀκριβείας ἐκπίπτει· οἶδα τοῦτο παθών. οὔτε γὰρ τοῖς πρώτοις ἐνεκαρτέρουν ἐπιθυμίαι τῶν ἄλλων, τά τε δεύτερα πρὶν ἔχειν ὡς ἔδει, ἐπὶ θέαν ἀνεχώρουν ἑτέραν. καὶ ἦσαν ὀφθαλμῶν ἑλιγμοὶ καθὰ τοῖς ὁρῶσι τὸν πρὸς Νείλωι λαβύρινθον, Ἰωνικός τις ἔφησε συγγραφεύς. Πόθεν οὖν ἀρκτέον ἂν εἴη; τί δὲ πέρας, ὦ φιλότης, ἐπιθήσομεν τῶι λόγωι; οἶκός ἐστιν ἐν μέσηι τῆι πόλει μέτρα φέρων, ἀντιπρόσωπος μὲν τῆι βασιλείωι στοᾶι, ἐξ εὐωνύμου δὲ χωρίον ἀπείρων ἀνθρώπων ἐνδιαίτημα θέρους. διττὴ δὲ τούτου κιόνων προέστηκε συζυγία πρὸς τὴν ἕω καὶ δύσιν μεμερισμένοι πολλῶι τε διαστήματι ποιοῦντες τὸν κατόπιν οἶκον ὁρᾶσθαι, ὥστε μηδένα τοῖς ὁρωμένοις παρενοχλεῖν. μαρμάρων πτυχὶς τῶν κιόνων τὰ μέσα συνέχουσα, ὀξέων πασσάλων αὐτοῖς ἐμπεπηγότων σιδήρου, κώλυμα τοῦτο τῶν εἴ τις προπετὴς καὶ ὑπερβῆναι φιλονεικεῖ. Ἀλλὰ καὶ Γοργὼ ἀφ' ὕψους βλοσυρὸν ἀπειλεῖ τοῖς ὅσοι γνώμηι προσελθεῖν αὐθαδεστέραι τολμῶσιν, ἐναλλάττουσα τοὺς ὀφθαλμοὺς ὁπόσα τῆς ἡμέρας τὰ μέρη, καθάπερ ὅτ' ἔκτανε τὴν κεφαλὴν αὐτῆς ἀποτεμὼν ὁ Περσεύς, εἴ τις ἐλύπει, λίθον ἔδει γενέσθαι φανείσης. ταύτην ἂν εἶπεν ἡ τραγωιδία "αἱματωπόν τε καὶ δρακοντώδη κόρην", εἰ τοιούτους εἶχε διαπερῶντας ὀφθαλμούς. ὅτε γὰρ τὸ σύμβολον φέρει τοῦ πεπληγέναι, μέλλει τοὺς τὸ παρὸν ἔργον ὁρῶντας ἐκπλήξειν. Ἀλλ' ἴωμεν ἐπὶ τὰ ἄλλα, ἐπεὶ καὶ ἄνωθεν τῶν ἔργων ἡψάμην. Θύραι γὰρ πρόκεινται, καὶ τάς γε τῆς ἡμέρας κρύπτειν τι δοκῶ· αἱ δὲ νυκτὸς ἀνωτέρω μέν, οὔπω γράφω δὲ ταύτας. ὅθεν ἄν τις ἴδηι κόσμωι ἅσπερ ἂν ἀναπετάσαντες ὦμεν, ἄνωθεν ἀρξόμεθα, καὶ οὕτω δὴ τὸ πρῶτον ἀπαιτοῦν ἐπ'