1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

1

Historia religiosa

ΘΕΟ∆ΩΡΗΤΟΥ ΕΠΙΣΚΟΠΟΥ ΚΥΡΡΟΥ ΦΙΛΟΘΕΟΣ ΙΣΤΟΡΙΑ Η ΑΣΚΗΤΙΚΗ

ΠΟΛΙΤΕΙΑ ΠΡΟΛΟΓΟΣ p.1 Τῶν ἀρίστων ἀνδρῶν καὶ τῆς ἀρετῆς ἀθλητῶν καλὸν μὲν ἰδεῖν τοὺς ἀγῶνας καὶ τοῖς ὀφθαλμοῖς τὴν ὠφέλειαν ἀρύσασθαι. Ὁρώμενα γὰρ τὰ ἐπαινούμενα ἀξιόκτητά τε φαίνεται καὶ ἀξιέραστα γίνεται, καὶ πρὸς τὴν κτῆσιν ἐπείγει τοὺς θεατάς. Φέρει δὲ ὅμως ὄνησιν οὐ μετρίαν τῶν τοιούτων κατορθωμάτων καὶ τὰ διηγήματα, παρὰ τῶν εἰδότων ταῖς τῶν οὐκ εἰδότων ἀκοαῖς προσφερόμενα. Πιστοτέραν μὲν γὰρ τῆς ἀκοῆς εἶναι τὴν ὄψιν φασί τινες· πείθεται δὲ ὅμως καὶ ἀκοὴ τῇ τῶν λεγόντων ἀληθείᾳ κρίνουσα τὰ λεγόμενα. Καθάπερ γὰρ γλυκύτητι καὶ πικρότητι καὶ ταῖς ἄλλαις ταῖς τοιαύταις ποιότησι γλῶττά τε καὶ ὑπερῴα δικάζειν πεπίστευται καὶ κατὰ ταὐτὸν τὴν ψῆφον ἐκφέρου σιν, οὕτως ἀκοὴ τὴν τῶν λόγων ἐνεχειρίσθη διάγνωσιν, καὶ τοὺς ὄνησίν τινα φέροντας τῶν βλαβερῶν ἀποκρίνειν ἐπίσταται. p.2 Εἰ μὲν οὖν ἄσυλος ἔμενε τῶν ὀνησιφόρων διηγημάτων ἡ μνήμη, καὶ μὴ τῆς λήθης ἡ λώβη οἷόν τις ἀχλὺς ἐπιπατ τομένη ἐξίτηλον αὐτὴν ἀπειργάζετο, περιττὸν ἦν δήπουθεν καὶ παρέλκον λογογραφεῖν τὰ τοιαῦτα, τῆς ἐντεῦθεν ὠφελείας καὶ εἰς τοὺς ὕστερον ἐσομένους εὐπετῶς μάλα διαβαινούσης. Ἐπειδὴ δὲ ὁ χρόνος λωβᾶται μὲν σώμασι γῆρας ἐπιφέρων καὶ θάνατον, λωβᾶται δὲ κατορθώμασι λήθην ἐμποιῶν καὶ τὴν μνήμην ἀμβλύνων, οὐκ ἄν τις ἡμῖν εἰκότως νεμεσήσειε τῶν φιλοθέων ἀνδρῶν τὴν πολιτείαν συγγράφειν ἐπιχει ροῦσιν. Ὥσπερ γὰρ οἱ τὰ σώματα θεραπεύειν πεπιστευμένοι φάρμακα κατασκευάζουσι, τῇ νόσῳ πολεμοῦντες καὶ τοῖς κάμνουσιν ἐπαμύνοντες, οὕτως ἡ τῆς τοιᾶσδε συγγραφῆς φιλοπονία, οἷόν τι φάρμακον ἀλεξίκακον γίνεται, λήθης ἐπίβουλον καὶ μνήμης ἐπίκουρον. Πῶς γὰρ οὐκ ἄτοπον, ποιητὰς μὲν καὶ συγγραφέας τὰς ἐν πολέμοις ἀνδραγαθίας συγγράψαι, τραγῳδοποιοὺς δὲ τὰς καλῶς κεκρυμμένας συμφορὰς προφανῶς τραγῳδῆσαι καὶ τούτων ἀνάγραπτον τὴν μνήμην καταλιπεῖν, ἄλλους δέ τινας εἰς κωμῳδίαν καὶ γέλωτα καταναλῶσαι τοὺς λόγους, ἡμᾶς δὲ περιϊδεῖν λήθῃ παραδιδομένους ἄνδρας ἐν σώματι θνητῷ τε καὶ παθητῷ ἀπάθειαν ἐπιδεδειγμένους καὶ τὴν ἀσώματον φύσιν ἐζηλωκότας; Ποίαν δὲ οὐκ ἂν δικαίως τίσαιμεν δίκην τῶν ἀξιαγάστων τούτων ἀγώνων περιορῶντες ἀμαυρουμένην τὴν μνήμην; Εἰ γὰρ αὐτοὶ τῶν πάλαι γεγενημένων ἁγίων τὴν ἄκραν φιλοσοφίαν ζηλώσαντες, οὐ χαλκῷ καὶ γράμμασι τὴν ἐκείνων ἐνεκόλαψαν μνήμην, ἀλλὰ πᾶσαν αὐτῶν τὴν ἀρετὴν ἐκμαξάμενοι, οἷόν τινας εἰκόνας αὐτῶν ἐμψύχους καὶ στήλας σφᾶς αὐτοὺς πεποιήκασι, ποίας ἂν ἡμεῖς τύχοιμεν εἰκότως συγγνώμης, μηδὲ γράμμασι τὸν ἀοίδιμον τούτων γεραίροντες βίον; p.3 Καὶ ταῦτα τῶν ἐν Ὀλυμπιάσιν ἀγωνιζομένων ἀθλητῶν τε καὶ παγκρατιαστῶν εἰκόσι τιμωμένων καὶ μέντοι κἀν ταῖς ἱπποδρομίαις τῶν νικηφόρων ἀναφαινομένων ἡνιόχων τοῦτο αὐτὸ δεχομένων τὸ γέρας. Οὐ μόνον δὲ τούτους, ἀλλὰ καὶ γυναικώδεις ἄνδρας καὶ θηλυδρίας καὶ ἀμφιβόλους εἴτε ἄνδρες εἶεν εἴτε γυναῖκες, οἱ τῆς τούτων θεωρίας φιλοθεάμονες ταῖς σανίσιν ἐγγράφουσιν, ἐπὶ πλεῖστον αὐτῶν τὴν μνήμην διαρκέσαι φιλονεικοῦντες, καίτοι τῆς μνήμης λώβην ταῖς ψυχαῖς, οὐκ ὄνησιν ἐμποιούσης· ἀλλ' ὅμως οἱ μὲν τούτων ἐρῶντες τούτους, οἱ δὲ ἐκείνων ἐκείνους, καὶ ταῦτα λυμαίνοντας,