1

 2

 3

1

Adversus eos qui per calumniam dicunt dici a nobis tres deos

ΤΟΥ ΑΥΤΟΥ ΟΜΙΛΙΑ Πρὸς τοὺς συκοφαντοῦντας ἡμᾶς, ὅτι τρεῖς θεοὺς λέγομεν.

Μεγάλη παράκλησις ψυχαῖς, διὰ τὸ μισεῖσθαι κεκακωμέναις, τὸ μετὰ Κυρίου μισεῖσθαι. «Εἰ ὁ κόσμος γὰρ ὑμᾶς μισεῖ, γινώσκετε, φησὶν, ὅτι ἐμὲ πρῶτον ὑμῶν μεμίσηκε.» ∆ιὸ εἰ ὁ Ἀγαπητὸς μισεῖ ται, τί μέγα, εἰ ἡμεῖς τοῦ μίσους ἀξιούμεθα παρ' ἀν θρώποις, οἷς περισσεύει τὸ κτῆμα τοῦ μίσους; Ἐπ έχει μου τὸν λόγον ἡ μνήμη τῶν λυπηρῶν, ὑποτρέ χουσα τὴν καρδίαν· καὶ προπῖπτον τὸ δάκρυον τὴν φωνὴν ἐπικόπτει, ὅταν ἐνθυμηθῶ, ὅτι ἀγάπης καὶ εἰρήνης ἡμῖν παρὰ Κυρίου καταλειφθείσης, οὐ ζητοῦμεν τὸ καταλειφθέν. Ἀφανές ἐστι τὸ δῶρον ἐν οὐδενὶ εὑρισκόμενον. Ἀγάπη κατελείφθη· καὶ μάχη ἐμπολιτεύεται. Ἕνωσις ἐδόθη· καὶ μῖσος ἐξήφθη. Με γάλην κατ' ἀλλήλων τὴν πυρκαϊὰν τοῦ μίσους ἐξ ήψαμεν· ἕκαστος καθ' ἑαυτὸν ὀδυρόμεθα, εἰς ἀλλήλους δὲ οὐ συμβιβαζόμεθα. Τίς μοι δώσει θέατρον τὴν οἰκουμένην ἅπασαν, καὶ φωνὴν σάλπιγγος εὐτονωτέ ραν, καὶ θρήνους Ἱερεμίου, καὶ δάκρυον δαψιλὲς κα 31.1489 ταῤῥῆξαι καρδίαν ὀδύναις συντετριμμένην, κατα χέασθαι κόνιν τὴν νῦν ἐκ τῆς ἀτιμίας ἡμῖν κατακε χυμένην, πενθῆσαί τε τὴν κοινὴν συμφορὰν, ὅτι ἐπι λέλοιπεν ἡ ἀγάπη ἡ ῥίζα τῶν ἐντολῶν; ∆ιὰ τοῦτο ἀκορέστῳ τῇ περιπλοκῇ τοῦ πνεύματος συμπερι πτύσσομαι τοὺς παρόντας, ὅτι θέαμα ξένον ἔδειξαν εἷς ἑνὶ συγκολλώμενοι. Γεγενήμεθα γὰρ καθ' ἑαυτὸν ἕκαστος ὥσπερ ἡ ψάμμος, οὐ συνημμένοι ἀλ λήλοις, ἀλλ' ἕκαστος καθ' ἑαυτὸν διῃρημένοι. Οὔτε γὰρ οἰκοδομὴν συστῆναι, συνδέσμων ὑφαιρεθέντων, δυνατόν· οὔτε Ἐκκλησίαν εἰς ὕψος αὐξηθῆναι, μὴ συνδεδεμένην τῷ συνδέσμῳ τῆς εἰρήνης καὶ τῆς ἀγά πης. Μικρὸν ἡμῖν μακροθύμως χρήσατε τὴν ἀκοὴν, οὐ πρὸς ἐπίδειξιν διαλεγομένοις, ἀλλ' εἰς κοινωνίαν τῶν λυπηρῶν συμπεριλαμβάνειν ἐπειγομένοις· φέρει γὰρ παραμυθίαν ὀδυρομένοις ἡ κοινωνία τῶν στεναγμῶν. Τάχα δὲ καὶ πρὸς Κύριον ἑνωθεῖσα ἡμῶν ἡ λύπη εὐτονώτερον ἂν διαβαίη. Ἢ ἕκαστος ἡμῶν καθ' ἑαυτὸν εἰσακουσθήσεται διὰ τὴν ἐκ τῶν ἔργων ἀτο νίαν; Αὐτὸ τὸ ὁρώμενον τῆς παλαιᾶς ἀγάπης τῶν πατέρων ἐστὶ λείψανον. Τούτου γὰρ ἕνεκα ἐκεῖ νοι τὰς πανηγύρεις ταύτας ἐμηχανήσαντο, ἵνα τὴν ἐκ τῶν χρόνων ἐγγινομένην ἀλλοτρίωσιν διὰ τῆς τῶν και ρῶν ἐπιμιξίας ἀνανεοῦσθαι· καὶ τοὺς τὴν ὑπερ ορίαν οἰκοῦντας, ἕνα τοῦτον καταλαβόντας τόπον, ἑαυτοῖς ἀρχὴν φιλίας καὶ ἀγάπης τὴν συντυχίαν παρ έχειν. Τοῦτο πνευματικὴ πανήγυρις τὰ ἀρχαῖα ἀνα νεουμένη· τοῖς μέλλουσιν ἀρχὴν παρεχομένη. Οὐ γὰρ ἤλθομεν ὠνίων ποιήσασθαι διάμειψιν, ἀλλ' ἀγάπης ἀλλήλοις δοῦναι ἀντάλλαγμα, πλήρη δοῦναι, καὶ πλή ρη λαβεῖν τὴν ἀγάπην. Ταῦτα οἱ πατέρες ἡμῶν κατ εστήσαντο. Ἡμεῖς δὲ παραλαβόντες εἰς τί κατελή ξαμεν δείξει τὰ ὁρώμενα. Οἱ πλεῖστοι τῶν παρόν των κατάσκοποι μᾶλλόν εἰσι κατάσκοποι τῶν λεγο μένων ἢ μαθηταὶ τῶν διδαγμάτων. Καὶ λόγος ἐπιζητεῖται οὐ πρὸς οἰκοδομὴν τῶν παρόντων, ἀλλὰ πρὸς ἐπήρειαν τῶν ἐφεδρευόντων. Κἂν μέν τι λεχθῇ συμβαῖνον ταῖς ἐπιθυμίαις τῶν ἐξοστρακιζόντων τὴν γνώμην, ἀπῆλθε καταδεξάμενος ὡς τὸ ἴδιον εὑρὼν παρ' ἡμῖν. Ταῦτα ἐγγραφέσθω ταῖς ὑμετέραις καρδίαις. Μαρτυρήσατε τῇ ἀληθείᾳ καὶ ἡμῖν πρὸς τοὺς ἐπιτρυλλοῦντας τὰ τοιαῦτα, ὅτι ἄρα ἡμεῖς τὴν πα λαιὰν δωρεὰν ἀνενεωσάμεθα. Ταῦτα γὰρ μὴ φοβουμένων τὸν Κύριον τὰ ῥή ματα, ἀνοιγόντων καθ' ἡμῶν στόμα, ὡς ἡμῶν τρεῖς θεοὺς καταγγελλόντων. Ὁ τρεῖς θεοὺς κηρύττων 31.1492 τί ζητεῖ ἐν Ἐκκλησίᾳ Κυρίου; Ἀλλαχοῦ πολυθεΐα· καὶ ἀλλαχοῦ θεοσέβεια. Ὁ τρεῖς λέγων κατατολμάτω καὶ τεσσάρων· ἐκτεινάτω τὸν ἀριθμὸν εἰς