1

 2

 3

 4

 5

 6

 7

1

In sancta lumina

ΛΟΓΟΣ ΙΖʹ.

Εἰς τὰ ἅγια Φῶτα. Αʹ. Πάλιν Ἰησοῦς ὁ ἐμὸς, καὶ πάλιν μυστήριον μυστήριον οὐκ ἀπατηλὸν, οὐδ' ἄκοσμον, οὐδὲ τῆς Ἑλ ληνικῆς πλάνης, καὶ μέθης (οὕτω γὰρ ἐγὼ καλῶ τὰ ἐκείνων σεμνὰ, οἶμαι δὲ, καὶ τῶν εὐφρονούντων ἕκα στος), ἀλλὰ μυστήριον ὑψηλόν τε καὶ θεῖον, καὶ τῆς ἄνω λαμπρότητος πρόξενον. Ἡ γὰρ ἁγία τῶν Φώτων ἡμέρα, εἰς ἣν ἀφίγμεθα, καὶ ἣν ἑορτάζειν ἠξιώμεθα σήμερον, ἀρχὴν μὲν τὸ τοῦ ἐμοῦ Χριστοῦ βάπτισμα λαμβάνει, τοῦ ἀληθινοῦ φωτὸς, τοῦ φωτίζοντος πάν τα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον· ἐνεργεῖ δὲ τὴν ἐμὴν κάθαρσιν, καὶ βοηθεῖ τῷ φωτὶ, ὃ παρ' αὐ τοῦ λαβόντες ἄνωθεν ἀπ' ἀρχῆς, ἐκ τῆς ἁμαρτίας ἐζοφώσαμέν τε καὶ συνεχέαμεν.

Βʹ. Τοιγαροῦν ἀκούσατε θείας φωνῆς, ἐμοὶ μὲν καὶ λίαν σφοδρῶς ἐνηχούσης, τῷ μύστῃ καὶ μυστα γωγῷ τῶν τοιούτων, εἴη δὲ καὶ ὑμῖν· Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου. Καὶ διὰ τοῦτο, Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ καταισχυνθῇ, τῷ ἀληθινῷ φωτὶ σημειούμενα. Καιρὸς ἀναγεννήσεως γεννηθῶμεν ἄνωθεν. Και ρὸς ἀναπλάσεως· τὸν πρῶτον Ἀδὰμ ἀναλάβω μεν. Μὴ μείνωμεν ὅπερ ἐσμὲν, ἀλλ' ὅπερ ἦμεν γε νώμεθα. Τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, τῷ βίῳ τούτῳ, καὶ τῷ σαρκίῳ καὶ ὑπὸ τῆς σκοτίας διώκε ται μὲν, οὐ καταλαμβάνεται δὲ, τῆς ἀντικειμένης λέγω δυνάμεως, τῷ φαινομένῳ μὲν Ἀδὰμ προσπη δώσης ἐξ ἀναιδείας, τῷ Θεῷ δὲ περιπιπτούσης καὶ ἡττωμένης ἵν' ἡμεῖς τὸ σκότος ἀποθέμενοι, τῷ φω τὶ πλησιάζωμεν, εἶτα καὶ φῶς γενώμεθα τέλειον, τελείου φωτὸς γεννήματα. Ὁρᾶτε τῆς ἡμέρας τὴν χάριν; ὁρᾶτε τοῦ μυστηρίου τὴν δύναμιν; οὐκ ἀπὸ γῆς ἤρθητε; οὐκ ἄνω τέθεισθε σαφῶς ὑψωθέντες ὑπὸ τῆς ἡμετέρας φωνῆς καὶ ἀναγωγῆς; Καὶ ἔτι μᾶλλον τεθήσεσθε, ἐπειδὰν εὐοδώσῃ τὸν λόγον ὁ Λόγος.

Γʹ. Μή τις τοιαύτη κάθαρσις νομικὴ καὶ σκιώδης, προσκαίροις ῥαντίσμασιν ὠφελοῦσα, καὶ σποδῷ δαμά λεως ῥαντίζουσα τοὺς κεκοινωμένους; μή τι τοιοῦτο μυσταγωγοῦσιν Ἕλληνες; ὧν λῆρος ἐμοὶ πᾶσα τελε τὴ καὶ μυστήριον, δαιμόνων εὕρημα σκοτεινὸν, 36.337 καὶ διανοίας ἀνάπλασμα κακοδαίμονος, χρόνῳ βοη θούμενον, καὶ μύθῳ κλεπτόμενον. Ἃ γὰρ ὡς ἀληθῆ προσκυνοῦσιν, ὡς μυθικὰ συγκαλύπτουσιν· δέον, εἰ μὲν ἀληθῆ, μὴ μύθους ὀνομάζεσθαι, ἀλλ' ὅτι μὴ αἰσχρὰ δείκνυσθαι· εἰ δὲ ψευδῆ, μὴ θαυμάζεσθαι, μηδ' οὕτως ἰταμῶς ἐναντιωτάτας ἔχειν δόξας περὶ τοῦ αὐτοῦ πράγματος· ὥσπερ ἐν ἀγορᾷ μειρακίων παίζοντας, ἢ ἀνδρῶν κακοδαιμόνων ὡς ἀληθῶς, ἀλλ' οὐκ ἀνδράσι διαλεγομένους νοῦν ἔχουσι, καὶ Λόγου προσκυνηταῖς· κἂν τὴν ἔντεχνον ταύτην, καὶ ῥυπα ρὰν πιθανότητα διαπτύωσιν.

∆ʹ. Οὐ ∆ιὸς ταῦτα γοναὶ καὶ κλοπαὶ, τοῦ Κρητῶν τυράννου, κἂν Ἕλληνες ἀπαρέσκωνται· οὐ δὲ Κουρήτων ἦχοι, καὶ κρότοι, καὶ ὀρχήσεις ἔν οπλοι, Θεοῦ κλαίοντος ἠχὴν συγκαλύπτουσαι, ἵνα πα τέρα λάθῃ μισότεκνον· δεινὸν γὰρ ἦν ὡς παιδίον κλαυθμυρίζεσθαι, τὸν ὡς λίθον καταποθέντα· οὐδὲ Φρυγῶν ἐκτομαὶ, καὶ αὐλοὶ, καὶ Κορύβαν τες, καὶ ὅσα περὶ τὴν Ῥέαν ἄνθρωποι μαίνον ται, τελοῦντες τῇ μητρὶ τῶν Θεῶν, καὶ τελούμενοι, ὅσα τῇ μητρὶ τῶν τοιούτων εἰκός· οὐδὲ κόρη τις ἡμῖν ἁρπάζεται, καὶ ∆ημήτηρ πλανᾶται, καὶ Κελεούς τινας ἐπεισάγει, καὶ Τριπτολέμους, καὶ δράκοντας, καὶ τὰ μὲν ποιεῖ, τὰ δὲ πάσχει. Αἰσχύνο μαι γὰρ ἡμέρᾳ δοῦναι τὴν νυκτὸς τελετὴν, καὶ ποιεῖν τὴν ἀσχημοσύνην μυστήριον. Οἶδεν Ἐλευσὶς ταῦτα, καὶ οἱ τῶν σιωπωμένων, καὶ σιωπῆς ὄντως ἀξίων ἐπόπται. Οὐδὲ ∆ιόνυσος