1

 2

 3

 4

1

De turture seu de ecclesia sermo

ΛΟΓΟΣ ΕΙΣ ΤΗΝ ΤΡΥΓΟΝΑ Ἤτοι εἰς τὴν Ἐκκλησίαν.

55.599 αʹ. Ἡ τρυγὼν ἡ φιλέρημος, ὅτε ἐν ὕλαις συγκοιταζομένη καλεῖ τὸν

ὁμόζυγον, γοεραῖς κολακείαις τὰς κοιλάδας δονήσασα, καὶ τὸν ἑαυτῆς ἄῤῥενα παρ' ὕδασι νεμόμενον θέλξασα, καὶ τοῦτον πετάσασα παραινεῖ ταχεῖαν τὴν πτῆσιν ποιήσασθαι· ὁμοφώνῳ δὲ γνώμῃ ἐπὶ τῶν στερεμνίων πρέμνων τὴν καλιὰν αὐτῶν πήξασαι καὶ ἀφόβως ἐπωάζουσι, καὶ τοὺς νεοττοὺς ἑαυτῶν ἐκεῖθεν πετάζουσι. Φασί τινες τὴν τρυγόνα φίλανδρον εἶναι καὶ φίλαγνον· ὥστε κἂν συμβῇ τὸν ταύτης ἄῤῥενα ὑπὸ ἀετοῦ ἀναλωθῆναι, ἢ ὑπὸ ἰξευτοῦ θηρευθῆναι, ταύτην ἑτέρῳ ἀνδρὶ μὴ ἐπιμίγνυσθαι, ἀλλ' αὐτὸν ποθεῖν, αὐτὸν ἀναμένειν, καὶ τῇ τούτου μνήμῃ συναποθνήσκειν. Ἀκούσατε, γυναῖκες, οἵα σωφροσύνη ἐν ὀρνέοις εὑρίσκεται. Ὅσοι τοίνυν τὴν μορφὴν τῆς τρυγόνος ἐν ὄψει φέρετε, τὴν ταύτης σωφροσύνην μιμήσασθε.

Τοιαύτη ἐστὶν ἡ πάνσεμνος Ἐκκλησία. Τοῦ γὰρ ἀνδρὸς αὐτῆς Χριστοῦ σταυρωθέντος καὶ εἰς οὐρανοὺς ἀνελθόντος, ἑτέρῳ ἀνδρὶ οὐκ ἐπιμίγνυται· ἀλλ' αὐτὸν ποθεῖ, αὐτὸν ἀναμένει, καὶ τῇ τούτου μνήμῃ συναποθνήσκει. Ἀλλ' ἵνα μὴ δόξωμεν, ἀγαπητοὶ, ἔξωθεν εἶναι τῶν Γραφῶν μνημονεύσαντες τρυγόνος, φέρε αὐτῶν τῶν Γραφῶν μνημονεύσωμεν. Μαρτυρεῖ ὁ ∆αυῒδ ὁ μακάριος, καὶ κελαδεῖ λέγων· Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νόσσια ἑαυτῆς. Καὶ ποῖον λέγει στρουθίον; Ἦ πάντως τὸν ἄνθρωπον· Ἡ γὰρ ψυχὴ ἡμῶν, ὡς στρουθίον, ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων. Ὁ δέ γε Κύριος βουλόμενος δεῖξαι τοῖς ἑαυτοῦ μαθηταῖς, πόσον ἄλλων ἐν ἁγιωσύνῃ διαφέρουσι, λέγει πρὸς αὐτούς· Μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς. ∆ιὰ τοῦτο καὶ ὁ Σολομὼν ἐβόα λέγων· Ἵνα σώζῃ, ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ ὥσπερ ὄρνεον ἐκ παγίδος. Καὶ πάλιν ἡ θεία φωνή· Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν κόκκῳ σινάπιος, ὃν λαβὼν ἄνθρωπος ἔσπειρεν ἐν τῷ ἰδίῳ ἀγρῷ· ὃ μικρότερον μέν ἐστι πάντων τῶν σπερμάτων· ὅταν δὲ αὐξηθῇ, γίνεται μεῖζον πάντων τῶν λαχάνων, ὥστε ἐλθεῖν πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ κατασκηνοῦν ἐν τοῖς κλάδοις αὐτοῦ. Καὶ γὰρ ἐνταῦθα τὰ πολυαρίθμητα γένη τῶν ἀνθρώπων ὀρνέοις παρείκασε. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νόσσια ἑαυτῆς. Τρυγόνι παρείκασε τὴν πάνσεμνον Ἐκκλησίαν διὰ τὰ ποικίλα τῆς σοφίας χαρίσματα. Ὅτι δὲ πεποίκιλται ἡ Ἐκκλησία, ἔστι τοῦ ∆αυῒδ ἀκοῦσαι λέγοντος· Πᾶσα ἡ δόξα τῆς θυγατρὸς τοῦ βασιλέως ἔσωθεν ἐν κροσσωτοῖς χρυσοῖς περιβεβλημένη, πεποικιλμένη. Καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν, καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ θήσει τὰ νόσσια ἑαυτῆς· τουτέστιν, ὑπὸ τοὺς στερεμνίους κλάδους τοῦ σταυροῦ ἐκτρέφουσα τὰ νεοφώτιστα τέκνα.

Ταύτης δὲ τῆς τρυγόνος μέμνηται καὶ Ἱερεμίας λέγων· Τρυγὼν καὶ χελιδὼν ἀγροῦ, στρουθία καὶ τέττιγες ἔγνωσαν καιρὸν εἰσόδου αὐτῶν, τρυγόνα λέγων τὴν πάνσεμνον Ἐκκλησίαν, χελιδόνα τὸν φιλάνθρωπον Ἰωάννην, τέττιγα τὸν εὔλαλον Παῦλον, τὸν τῆς Ἐκκλησίας αὐλόν. Περὶ ταύτης τῆς τρυγόνος ἐντέλλεται ὁ Κύριος τῷ Ἀβραάμ· Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ κριὸν τριετίζοντα, καὶ αἶγα τριετίζουσαν, καὶ περιστερὰν, καὶ τρυγόνα. Ταύτης τῆς τρυγόνος μέμνηται καὶ ἐν τοῖς Ἄσμασι τῶν ᾀσμάτων ἡ Γραφὴ λέγουσα· Φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν. Ἡ φωνὴ τῆς τρυγόνος ταύτης, τὸ οὐράνιον ἔαρ τὸν Χριστὸν οὐρανόθεν παραγίνεσθαι, ἡμῖν σημαίνει. Ἡ φωνὴ τῆς τρυγόνος ἠκούσθη ἐν τῇ γῇ ἡμῶν