1

 2

 3

 4

 5

 6

1

Epistula ad abbatem

Τοῦ ἐν ἁγίοις πατρὸς ἡμῶν Ἰωάννου τοῦ Χρυσοστόμου ἐπιστολὴ πρός τινα ἡγούμενον αἰτήσαντα παρ' αὐτοῦ πεμφθῆναι αὐτῷ κανόνα πνευματικῆς διδασκαλίας εἰς ὠφέλειαν αὐτοῦ τε καὶ τῶν μετ' αὐτοῦ ἀδελφῶν.

Ἐπειδὴ ἔγραψάς μοι, ποθεινότατέ μου ἀδελφέ, ἵνα κανόνα σοι παραδώσω ἀσκητικόν, τί σοι γράψω οὐκ οἶδα. ∆υνατὸς δέ ἐστιν ὁ Κύριος τῆς δόξης Χριστὸς Ἰησοῦς γενέσθαι σοι ὁδηγός, ἐὰν γνησίως προσενέγκῃς ἑαυτὸν μετὰ τῶν ἀδελφῶν Κυρίῳ τῷ Θεῷ σου, ἐὰν θέλῃς πατρίδα, γένος, ὕπαρξιν καὶ ὅλον ὁμοῦ τὸν κόσμον ἀθλητικῶς ἀποδύσασθαι-ὁ γὰρ μὴ ἀποτασσόμενος πᾶσι τοῖς ὑπάρχουσιν αὑτοῦ καὶ ἀποθνῄσκων ὅλῳ τῷ κόσμῳ οὐ δύναται τοῦ Κυρίου γενέσθαι μαθητής-, ἐὰν ἀγαπήσῃς Κύριον τὸν Θεόν σου ἐξ ὅλης τῆς ψυχῆς σου καὶ τὸν πλησίον σου ὡς ἑαυτόν, ἐὰν τὴν παρθενίαν σου ἀμέμπτως φυλάξῃς σώματι καὶ ψυχῇ ἕως τέλους, ἐὰν ἔλεον καὶ συμπάθειαν κτήσηται ἕκαστος ὑμῶν ἐν τοῖς τῆς καρδίας ἀγγείοις καὶ ἑτοιμάσῃ ἑαυτὸν μετὰ λαμπάδων φαιδρῶν εἰς ἀπάντησιν τοῦ ἐπουρανίου νυμφίου, ἵνα μὴ ἐν τῇ ὥρᾳ ἐκείνῃ σβεσθῇ ἡ λαμπὰς ἑκάστου μὴ ἔχουσα ἔλαιον. Τί γὰρ ὠφελήσει ἄνθρωπος, ἐὰν ἁγνὸν φυλάξῃ τὸ σῶμα, τὸ δὲ ἔσωθεν τῆς παροψίδος, τουτέστιν ἡ καρδία, γέμει πονηρίας, μίσους, μνησικακίας, θυμοῦ, ζήλου, φθόνου, ὑπερηφανείας; Ὁ γὰρ ὀργιζόμενος τῷ ἀδελφῷ ἔτι ἐν τῇ σκοτίᾳ περιπατεῖ καὶ ἀνθρωποκτόνος ἐστί, λέγει γὰρ ἡ Γραφή. Εἰ δέ τις νομίζει ὅτι ἀκαίρως γράφω, ἀποβλέψῃ εἰς τὴν παραβολὴν τῶν δέκα παρθένων. Τὰς μὲν πέντε φρονίμους, τὰς δὲ πέντε μωρὰς ὠνόμασεν ἡ θεία Γραφή, οὐχὶ πόρνας, ἀλλ' οὐδὲν αὐτὰς ὠφέλησεν ἡ ἔξωθεν παρθενία. Ἀντὶ γὰρ ἐλέου καὶ φιλαδελφίας, ἰοῦ καὶ πονηρίας ἐπεπλήρωτο ἡ καρδία αὐτῶν καὶ διὰ τοῦτο ἐξεβλήθησαν ἀπὸ τοῦ ἐπουρανίου ἐκείνου καὶ ἀρρήτου νυμφῶνος κράζουσαι· Κύριε, Κύριε, ἄνοιξον ἡμῖν. Καὶ οὐκέτι οὐδὲν ὠφελήθησαν παρὰ τοῦ Κυρίου τῆς δόξης, ἀλλὰ μόνον τὸ οὐκ οἶδα ὑμᾶς ἤκουσαν· οὐκ ἔστι γὰρ μετὰ θάνατον ἐξομολόγησις μετανοίας, ἀλλὰ ἀπαραίτητος κόλασις. Ὧδε γὰρ δέησις, ὧδε λύσις κακῶν· καὶ ὃ ἐὰν δήσῃ ἕκαστος φορτίον, τοῦτο καὶ βαστάσει. Παρακαλῶ οὖν ὑμᾶς, τέκνα μου καὶ ἀδελφοί, ὑποτάγητε τῷ Κυρίῳ καὶ ἀλλήλοις ἐν φόβῳ Χριστοῦ. Καὶ ἕκαστος ὑμῶν προτιμησάτω τὸν ἀδελφόν· ὁ γὰρ δοξάζων τὸν ἀδελφὸν Ἰησοῦν δοξάζει, ὁ δὲ ἀτιμάζων τὸν ἀδελφὸν τὸν Κύριον ἀθετεῖ τὸν εἰπόντα· ἐφ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων οὐδὲ ἐμοὶ ἐποιήσατε. Παρακαλῶ οὖν ὑμᾶς, τέκνα, ὑποτάγητε τῷ ἡγουμένῳ, ὡς αὐτῷ τῷ Χριστῷ, καὶ ἀλλήλοις, ἵνα μή τις ἐξ ὑμῶν ὡς Ἰούδας εὑρεθῇ, ἀλλ' ὡς οἱ ἀπόστολοι ὑποτασσόμενοι τῷ Κυρίῳ· οἱ γὰρ ἀνθεστηκότες κρῖμα ἑαυτοῖς λήψονται. Οὐ κατακρίνων δὲ ταῦτα λέγω, ἀλλὰ νουθετῶν παρακαλῶ. Παρακαλῶ οὖν ὑμᾶς, τέκνα, μή τις ἐξ ὑμῶν ἀντίλογος ἢ ὑβριστὴς ἢ φλύαρος ἢ ἀργολόγος ἢ κατάλαλος ἢ γογγυστής. Ταῦ τα γὰρ πάντα καὶ τὰ τούτοις ὅμοια τοῦ διαβόλου εἰσὶ καρποὶ καὶ ἐκ τοῦ περισσεύματος τῆς καρδίας λαλεῖ τὸ στόμα. Οὔτε γὰρ τὴν ἀδελφὴν Μωσέως καὶ Ἀαρὼν ἡ παρθενία εὐηργέτησεν, ἀλλ' ἐλεπρώθη, ἐπειδὴ ἐξήμαρτεν εἰς τὸν μείζονα ἀδελφὸν αὑτῆς, ὡς ἡ Γραφὴ Μωϋσέως διδάσκει. Παρακαλῶ οὖν ὑμᾶς, τέκνα, ὑπακοὴν κτήσασθε χωρὶς ἀντιλογίας. Ἡ γὰρ ὑπακοὴ μήτηρ ἐστὶ τῆς αἰωνίου ζωῆς, ἡ δὲ παρακοὴ μήτηρ ἐστὶ τῆς ἀπωλείας. Παρακαλῶ οὖν ὑμᾶς, τέκνα, ἀγαπήσατε ἀλλήλους διὰ τὸν Κύριον τὸν εἰπόντα ὅτι· ἐὰν ἀγαπᾶτέ με τὰς ἐντολάς μου τηρήσατε καὶ ἐν τούτῳ, φησί, γνώσονται πάντες οἱ