1

 2

 3

 4

 5

 6

 7

 8

1

In Psalmum 145

ΟΜΙΛΙΑ Ῥηθεῖσα εἰς τὴν μεγάλην ἑβδομάδα, ἐν ᾗ διδασκαλία, τίνος χάριν καλεῖται μεγάλη ἑβδομάς· καὶ εἰς τὸ, "Αἴνει, ἡ ψυχή μου, τὸν

Κύριον·" καὶ εἰς τὸν ἐν ταῖς Πράξεσι δεσμοφύλακα.

55.519 αʹ. ∆ιηνύσαμεν τῆς νηστείας τὸν πλοῦν, καὶ πρὸς τὸν λιμένα τῇ τοῦ Θεοῦ χάριτι λοιπὸν κατηντήσαμεν· ἀλλὰ μὴ διὰ τοῦτο ῥᾳθυμῶμεν, ἐπειδὴ πρὸς τὸν λι μένα κατηντήσαμεν, ἀλλὰ διὰ τοῦτο σπουδάζωμεν μᾶλλον, ἐπειδὴ πρὸς τὸ τέλος ἐφθάσαμεν. Οὕτω γὰρ καὶ κυβερνῆται ποιοῦσιν· ἐπειδὰν μυριοφόρον ὁλκάδα πεπληρωμένην τῶν σίτων καὶ τῶν φορτίων εἰς ὕψος συγκειμένων εἰς στόμα λιμένος εἰσάγειν μέλλωσιν, ἐναγώνιοι καὶ περιδεεῖς εἰσι, μήποτε μετὰ τὰ μακρὰ πελάγη πέτρᾳ τινὶ προσρῆξαν τὸ πλοῖον, ἐκεῖ τὴν ἐμπορίαν καταδύσῃ πᾶσαν. Οὕτω δὲ καὶ ἡμᾶς δεδοι κέναι χρὴ καὶ ἐναγωνίους εἶναι, μὴ πρὸς τῷ τέλει τῆς ἀμοιβῆς τῶν πόνων ἐκπέσωμεν. ∆ιὸ καὶ ἐπιτεῖναι χρὴ τὴν σπουδήν.

Οὕτω καὶ οἱ δρομεῖς ποιοῦσιν· ὅταν ἴδωσιν ἑαυτοὺς ἐγγὺς τῶν βραβείων γινομένους, τότε μᾶλλον ἐπιτείνουσι τὸν δρόμον. Οὕτω καὶ ἀθλη ταὶ, μετὰ μυρία παλαίσματα καὶ μυρίας νίκας, ὅταν περὶ τοὺς στεφάνους πλησιάσωσι, τότε μᾶλλον δι ανίστανται, καὶ συντείνουσιν αὑτῶν τὴν προθυμίαν. Οὕτω δὴ καὶ ἡμεῖς ποιήσωμεν νῦν. Ὅπερ γὰρ κυβερνήταις λιμὴν, καὶ δρομεῦσι βραβεῖα, καὶ ἀθληταῖς στέφανοι, τοῦτο ἡμῖν ἡ παροῦσα ἑβδομὰς, τὸ κεφά λαιον τῶν ἀγαθῶν, καὶ τὰ περὶ τοὺς στεφάνους πα λαίσματα νῦν ∆ιὸ καὶ μεγάλην καλοῦμεν αὐτήν· οὐκ ἐπειδὴ μεῖζον ἔχουσι μῆκος ἄλλων ἁπασῶν αἱ ταύτης ἡμέραι· καὶ γὰρ εἰσὶν ἕτεραι μείζους· οὐδὲ ἐπειδὴ πλείους τὸν ἀριθμόν· καὶ γὰρ ἴσαι ταῖς ἄλλαις εἰσίν· ἀλλ' ἐπειδὴ μεγάλα ἡμῖν γέγονεν ἐν αὐτῇ παρὰ τοῦ ∆εσπότου κατορθώματα. Καὶ γὰρ ἐν ταύτῃ τῇ ἑβδο μάδι τῇ μεγάλῃ ἡ χρονία τοῦ διαβόλου κατελύθη τυ ραννὶς, ὁ θάνατος ἐσβέσθη, ὁ ἰσχυρὸς ἐδέθη, τὰ σκεύη αὐτοῦ διηρπάγη, ἡ ἁμαρτία ἀνῃρέθη, ἡ κατάρα κατελύθη, ὁ παράδεισος ἀνεῴχθη, ὁ οὐρανὸς βάσιμος γέγονεν, ἄνθρωποι τοῖς ἀγγέλοις ἀνεμίγησαν, τὸ με σότοιχον τοῦ φραγμοῦ ἤρθη, τὸ θριγκίον περιῃρέθη, ὁ τῆς εἰρήνης Θεὸς εἰρηνοποίησε τὰ ἄνω καὶ τὰ ἐπὶ τῆς γῆς.

∆ιὰ τοῦτο μεγάλη καλεῖται ἑβδομάς· καὶ ὥσπερ αὕτη κεφάλαιον τῶν λοιπῶν ἑβδομάδων, οὕτω ταύτης κεφαλὴ τὸ σάββατον τὸ μέγα· καὶ καθάπερ ἐν σώματι κεφαλὴ, οὕτως ἐν τῇ ἑβδομάδι τὸ σάββα τον. ∆ιὰ τοῦτο ἐν αὐτῇ πολλοὶ τὴν σπουδὴν ἐπιτεί νουσι· καὶ οἱ μὲν τὴν νηστείαν αὔξουσιν, οἱ δὲ τὰς ἀγρυπνίας τὰς ἱερὰς, οἱ δὲ ἐλεημοσύνην δαψιλεστέ ραν ἐργάζονται, τῇ περὶ τὰς ἀγαθὰς πράξεις σπουδῇ καὶ τῇ συντεταμένῃ περὶ τὸν βίον εὐλαβείᾳ τὸ μέ γεθος τῆς εὐεργεσίας τῆς εἰς ἡμᾶς γεγενημένης παρὰ τοῦ Θεοῦ μαρτυροῦντες.

Καθάπερ γὰρ, ὅτε τὸν Λάζαρον ἀνέστησεν ὁ Κύριος, ἀπήντων αὐτῷ πάντες οἱ 55.520 ἐν Ἱεροσολύμοις, καὶ τῷ πλήθει ἐμαρτύρουν, ὅτι ἀν έστησε τὸν νεκρὸν (ἡ γὰρ σπουδὴ τῶν ἐξελθόντων τοῦ θαύματος ἦν ἀπόδειξις)· οὕτω δὴ καὶ ἡ νῦν σπουδὴ ἡ περὶ τὴν μεγάλην ἑβδομάδα ταύτην, τοῦ μεγέθους τῶν κατορθωμάτων τῶν ἐν αὐτῇ τεκμήριόν ἐστι καὶ ἀπόδειξις. Οὐδὲ γὰρ ἐκ μιᾶς πόλεως ἐξερχόμεθα ἀπαντῶντες τῷ Χριστῷ σήμερον, οὐδὲ ἐξ Ἱεροσολύ μων μόνον, ἀλλ' ἀπὸ τῆς οἰκουμένης ἁπάσης μυ ρίανδροι πάντοθεν Ἐκκλησίαι ἐξέρχονται ἀπαντῶσαι τῷ Ἰησοῦ, οὐ βαΐα φοινίκων κατέχουσαι καὶ ἐπισείου σαι, ἀλλ' ἐλεημοσύνην καὶ φιλανθρωπίαν καὶ ἀρε τὴν καὶ νηστείαν καὶ δάκρυα καὶ εὐχὰς καὶ ἀγρυ πνίας καὶ πᾶσαν εὐλάβειαν προσφέρουσαι τῷ ∆εσπότῃ Χριστῷ. Οὐχ ἡμεῖς δὲ μόνον ταύτην τιμῶμεν τὴν ἑβδο μάδα, ἀλλὰ καὶ οἱ