1

 2

 3

 4

 5

1

In Psalmum 75 [Sp.]

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΕΙΣ ΤΟ Εὔξασθε, καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν.

55.593 Οἱ μὲν τοῦ κόσμου τούτου διδάσκαλοι πρὸς τὴν τῶν γραμμάτων γνῶσιν τοὺς

παῖδας ἀνάγουσιν· οἱ δὲ τῆς Ἐκκλησίας διδάσκαλοι πρὸς τὴν τῶν κατορθωμάτων τελείωσιν τοὺς μαθητὰς ἐκδιδάσκουσι. Καὶ ἔστιν, ἀγα 55.594 πητοὶ, καταμαθεῖν ἀκριβῶς ἐκ τῶν ἀρτίως ἡμῖν ἐπανα γνωσθέντων ἐν τῷ ψαλμῷ τὴν τῶν εἰρημένων ἀκρι βεστάτην ἀλήθειαν.

Τί γὰρ νῦν ἔλεγεν ὁ τοῦ Πνεύματος προφήτης, ὁ μεγαλογράφος ∆αυΐδ; Εὔξασθε, καὶ ἀπο 55.595 δῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. Οἷον ὡς ἡ μακαρία Ἰουδὶθ, τοῦ Βαβυλωνίου ποτὲ Ὀλοφέρνου μετὰ τοῦ ἰδίου στρα τοπέδου τὴν Ἱερουσαλὴμ περικυκλώσαντος, καὶ πάσας τὰς ἐν τῇ πόλει εἰσαγούσας ὑδροτόκους πηγὰς διατεμόν τος, λιμῷ δὲ ὕδατος ὀλλυμένους τοὺς Ἑβραίουςf.ὥστε ἑτοίμους εἶναι ἑαυτούς τε καὶ τὴν πόλιν παραδιδόναι τῷ τὴν ἀνάγκην αὐτοῖς ἐπιτιθέντι· παρελθοῦσα δὲ ἡ μακα ρία ἐκείνη ἀνδρείῳ φρονήματι καὶ πιστῷ βουλήματι, διεκώλυε τῆς πόλεως τὴν παράδοσιν γίνεσθαι· ἑαυτὴν δὲ διαναστήσασα πρὸς τὸ τηλικοῦτον στρατόπεδον μά χεσθαι καὶ πολεμῆσαι, καὶ ἐκδικῆσαι τὸ ἴδιον γένος, καὶ τὴν πόλιν περισώσασθαι βουλομένη, Θεῷ πιστεύ σασα, τῇ τοῦ σώματος ῥώμῃ ἑαυτὴν πρὸς τὸν τῶν ὑπεν αντίων πόλεμον ἐπιδοῦσα, ἔλεγε τοῖς ἱερεῦσι καὶ πᾶσι τοῖς πιστοῖς ἀνθρώποις· Εὔξασθε, καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. Ἣ καὶ ἐξελθοῦσα τῆς πόλεως, ἑσπέρας ἤδη καταλαβούσης, μετὰ μιᾶς θεραπαινίδος, ἐπισίτιά τε λαβοῦσα μεμετρημένα τῇ πίστει (οὐ γὰρ ἐβούλετο τοῖς Ἑλληνικοῖς ἀποχρᾶσθαι βρώμασιν Ἰουδαία τυγχάνουσα, καὶ ὑπὸ τοῦ νόμου κωλυομένη), γενομένη δὲ παρὰ τῷ Ὀλοφέρνῃ, ὡς πρόσφυξ, ἐν στολῇ καθαρᾷ καὶ κόσμῳ γυναικείῳ εὐπρεπεῖ, ἐξανδραποδίσασα τὸν ἀλλόφυλον τῇ ἐπιθυμίᾳ τῇ πρὸς γυναῖκα, ἑαυτὴν μὲν διεφύλαττεν ἄχραντον· τῇ γὰρ σωφροσύνῃ οὐκ ἐμιαίνετο.

Νυκτὸς γὰρ τοῦ στρατοπέδου καθεύδοντος, καὶ τοῦ Ὀλο φέρνου οἴνῳ πολλῷ κεκαρωμένου, λαβοῦσα εὐθαρσῶς τὴν δίστομον αὐτοῦ μάχαιραν, ἀπεκεφάλισεν αὐτόν· δῆλον Θεοῦ ἐνδυναμοῦντος τὴν δεξιὰν τῆς νεανίδος. Ἐν αὐτῇ δὲ τῇ νυκτὶ, ἐν ᾗ ἠνδραγάθησε, νικηφόρος ἐπὶ τὴν πόλιν ἀναδραμοῦσα, καὶ τὴν κεφαλὴν αὐτοῦ διὰ τοῦ τείχους χαλάσασα, θρίαμβον αὐτὸν πᾶσι τοῖς ἀλλοφύλοις ἐδείκνυεν, ὡς τῇ ἐπαύριον θεωρήσαντας τοὺς ἀλλοφύλους τὸν ἑαυτῶν στρατοπεδάρχην ὑπὸ μιᾶς γυναικὸς ἀναι ρεθέντα, δειλίᾳ πολλῇ καὶ φόβῳ πολλῷ πιεσθέντας φεύ γειν ἀπὸ προσώπου τῶν Ἑβραίων, καὶ πληροῦσθαι τὸ γεγραμμένον· Πῶς διώξεται εἷς χιλίους, καὶ δύο μετακινήσουσι μυριάδας; Εὑρίσκεται γὰρ ὁ μὲν ἀν δρειότατος Σαμψὼν μόνος χιλίους διώξας, ἡ δὲ ἀνδρειο τάτη Ἰουδὶθ μετὰ τῆς ἰδίας θεραπαινίδος τὰς μυριάδας τῶν ἀλλοφύλων μετακινήσασα.

Ὁρᾷς πόσον ἐστὶν ἀγαθὸν τὸ εὔξασθαι, καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν· Ἐζεκίας δὲ ὁ βασιλεὺς πιστὸς ἀνὴρ ὑπάρχων, καὶ πίστει μᾶλλον καὶ εὐχῇ, ἢ ὅπλοις [ὃς] καὶ στρατιωτικῇ δυνάμει ὑπερειδόμενος, παρ' ἐλπίδα ἐποίει τὰ τῶν πολεμίων νικήματα. Ἀμέλει γοῦν τοῦ Σεναχειρὶμ μετὰ πολλοῦ ὄγκου βαρβάρων ἐπελθόντος, καὶ τὴν Ἱερουσαλὴμ πε ριδονήσαντος, καὶ ὀνειδίζοντος Θεὸν καὶ τοὺς πιστεύοντας εἰς αὐτὸν ἀνθρώπους, ὕβρεις δὲ ἐγγράφους πέμψαντος τῷ Ἐζεκίᾳ κατὰ Θεοῦ, καὶ αὐτοῦ δεξάμενος τὸ βιβλίον ὁ Ἐζεκίας, καὶ ἀναγνοὺς ἐνώπιον τοῦ Θεοῦ, ηὔξατο καὶ ἀπέδωκε Κυρίῳ τῷ Θεῷ ἡμῶν· ὅθεν παραχρῆμα τοῦ περιέχοντος αὐτὸν κινδύνου ἠλευθεροῦτο· οὕτως ἀθρόως καὶ θαυμαστῶς τὴν παρὰ Θεοῦ βοήθειαν ἐλάμβανεν.