1

 2

 3

 4

1

In martyres Aegyptios

ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΜΑΡΤΥΡΑΣ ΑΙΓΥΠΤΙΟΥΣ.

50.693 αʹ. Εὐλογητὸς ὁ Θεὸς, ὅτι καὶ ἐξ Αἰγύπτου μάρτυρες, Αἰγύπτου τῆς θεομάχου

καὶ μανικωτάτης, καὶ ὅθεν τὰ ἄθεα στόματα, ὅθεν αἱ βλάσφημοι γλῶσσαι, ἐξ Αἰγύπτου μάρτυρες, οὐκ ἐν Αἰγύπτῳ δὲ μόνον, οὐδὲ ἐν τῇ παροίκῳ καὶ γείτονι χώρᾳ, ἀλλὰ καὶ πανταχοῦ τῆς οἰκουμένης. Καὶ καθάπερ ἐπὶ τῆς τῶν ὠνίων εὐετηρίας, ὅταν ἴδωσιν οἱ τὰς πόλεις οἰκοῦντες πλείω τῆς χρείας τῶν οἰκούντων γενομένην τὴν φορὰν, καὶ πρὸς τὰς ἔξω διαπέμπουσι πόλεις, ὁμοῦ τε τὴν παρ' ἑαυτῶν ἐπιδεικνύμενοι φιλοφροσύνην, καὶ πρὸς τῇ τούτων περιουσίᾳ μετ' εὐκολίας ὧν ἂν δέωνται πάλιν ἀντωνούμενοι παρ' ἐκείνων· οὕτω καὶ οἱ Αἰγύπτιοι πεποιήκασιν ἐπὶ τῶν τῆς εὐσεβείας ἀθλητῶν. Ἰδόντες τῇ τοῦ Θεοῦ χάριτι πολλὴν παρ' ἑαυτοῖς γενομένην τὴν φορὰν, οὐ κατέκλεισαν ἐν τῇ πόλει τὸ μέγα τοῦτο τοῦ Θεοῦ δῶρον· ἀλλὰ πανταχοῦ τῆς γῆς ἐξέπεμψαν τοὺς τῶν ἀγαθῶν θησαυροὺς, τήν τε αὑτῶν φιλαδελφίαν ἐπιδεικνύμενοι, καὶ τὸν κοινὸν πάντων ∆εσπότην δοξάζοντες, καὶ τὴν αὑτῶν παρὰ πᾶσι κοσμοῦντες πόλιν, καὶ μητρόπολιν τῆς οἰκουμένης ἁπάσης ἀποφαίνοντες. Εἰ γὰρ ψυχραὶ καὶ εὐτελεῖς ἀφορμαὶ, καὶ πρὸς τὸν παρόντα βίον ἡμῖν συντελοῦσαι χάριτες μόνον, ἴσχυσαν τοῦτο τὸ γέρας πολλαῖς τῶν πόλεων παρασχεῖν· τὴν οὐδὲν τούτων τῶν ἐπικήρων καὶ φθαρτῶν 50.694 χαριζομένην, ἀλλ' ἄνδρας πολλὴν ταῖς κληρωθείσαις αὐτοῖς πόλεσι καὶ μετὰ τελευτὴν κεκτημένους ἀσφάλειαν, πῶς οὐ δίκαιον μάλιστα πασῶν ταύτης παρ' αὐτῶν τῆς προεδρίας τυχεῖν;

Τὰ γὰρ τῶν ἁγίων σώματα τούτων τείχους παντὸς ἀδάμαντος καὶ ἀῤῥαγοῦς ἀσφαλέστερον ἡμῖν τειχίζει τὴν πόλιν· καὶ καθάπερ σκόπελοί τινες ὑψηλοὶ προβεβλημένοι πανταχόθεν, οὐχὶ τὰς τῶν αἰσθητῶν τούτων καὶ ὁρωμένων ἐχθρῶν προσβολὰς ἀποκρούονται μόνον, ἀλλὰ καὶ τὰς τῶν ἀοράτων δαιμόνων ἐπιβουλὰς, καὶ πᾶσαν τοῦ διαβόλου μεθοδείαν ἀνατρέπουσί τε καὶ διαλύουσιν οὕτως εὐκόλως, ὡς εἴ τις γενναῖος ἀνὴρ παίδων ἀθύρματα ἀνατρέψειε καὶ καταβάλοι. Καὶ τὰ μὲν ἄλλα τὰ παρὰ τῶν ἀνθρώπων γινόμενα μηχανήματα, οἷον τείχη, καὶ τάφροι, καὶ ὅπλα, καὶ στρατιωτῶν πλήθη, καὶ ὅσα πρὸς ἀσφάλειαν τῶν οἰκούντων ἐπινενόηται, δυνατὸν τοῖς ἐχθροῖς ἀποκρούεσθαι ἑτέραις πλείοσι καὶ μείζοσι μηχανῶν ὑπερβολαῖς ταῖς παρ' αὐτῶν· ὅταν δὲ ἁγίων σώμασι πόλις τειχίζηται, κἂν μυρία ἐκεῖνοι δαπανῶσι χρήματα, τοιοῦτόν τι ἀντιστῆσαι μηχάνημα ταῖς ἐχούσαις αὐτοὺς πόλεσιν οὐ δυνήσονται. Οὐ πρὸς ἀνθρώπων δὲ ἐπιβουλὰς μόνον, οὐδὲ πρὸς κακουργίας δαιμόνων τοῦτο ἡμῖν χρήσιμον τὸ κτῆμα, ἀγαπητέ· ἀλλὰ κἂν ὁ κοινὸς ἡμῖν ὀργίζηται ∆εσπότης διὰ τὸ πλῆθος τῶν ἁμαρτημάτων, δυνησόμεθα ταῦτα 50.695 προβαλλόμενοι τὰ σώματα, ταχέως αὐτὸν ἵλεων ποιῆσαι τῇ πόλει. Εἰ γὰρ οἱ τὰ μεγάλα κατωρθωκότες ἐπὶ τῶν προγόνων τῶν ἡμετέρων, ὀνόματα προβαλλόμενοι ἁγίων ἀνδρῶν, καὶ ἐπὶ τὴν προσηγορίαν Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακὼβ καταφεύγοντες, ἔτυχόν τινος παραμυθίας, καὶ μεγάλην ἀπὸ τῆς μνήμης τῶν ὀνομάτων τούτων ἐκαρποῦντο τὴν ὠφέλειαν, πολλῷ μᾶλλον ἡμεῖς, ὅταν μὴ ὀνόματα μόνον προβαλλόμενοι, ἀλλὰ καὶ αὐτὰ τὰ ἀθλήσαντα σώματα, δυνησόμεθα τὸν Θεὸν ἵλεων ἔχειν καὶ ἥμερον καὶ προσηνῆ.

Καὶ ὅτι οὐ κόμπος τὰ παρ' ἡμῶν λεγόμενα, ἴσασι πολλοὶ καὶ τῶν ἐγχωρίων, καὶ τῶν ἑτέρωθεν ἐληλυθότων, ὅση τῶν ἁγίων τούτων ἡ δύναμις, οἳ καὶ μαρτυροῦσι τοῖς λεγομένοις, διὰ τῆς πείρας αὐτῆς μαθόντες αὐτῶν τὴν πρὸς τὸν Θεὸν παῤῥησίαν· καὶ μάλα εἰκότως. Οὐ γὰρ ὡς ἔτυχεν ὑπὲρ τῆς ἀληθείας ἠγωνίσαντο,