1

 2

 3

 4

 5

 6

1

In sanctum Barlaam martyrem

ΕΓΚΩΜΙΟΝ ΕΙΣ ΤΟΝ ΑΓΙΟΝ ΜΑΡΤΥΡΑ ΒΑΡΛΑΑΜ

50.675 αʹ. Συνεκάλεσεν ἡμᾶς εἰς τὴν ἱερὰν ταύτην ἑορτὴν καὶ πανήγυριν ὁ μακάριος Βαρλαὰμ, οὐχ ἵνα αὐτὸν ἐπαινέσωμεν, ἀλλ' ἵνα αὐτὸν ζηλώσωμεν· οὐχ ἵνα ἀκροαταὶ γενώμεθα τῶν ἐγκωμίων, ἀλλ' ἵνα μιμηταὶ γενώμεθα τῶν αὐτοῦ κατορθωμάτων. Ἐπὶ μὲν οὖν τῶν βιωτικῶν πραγμάτων, οὐκ ἂν ἕλοιντό ποτε οἱ πρὸς τὰς μεγάλας ἀναβαίνοντες ἀρχὰς ἑτέρους κοινω νοὺς τῆς αὐτῆς προεδρίας ἰδεῖν· φθόνος γὰρ ἐκεῖ καὶ βασκανία διακόπτουσι τὴν ἀγάπην· ἐπὶ δὲ τῶν πνευ ματικῶν οὐχ οὕτως, ἀλλὰ τοὐναντίον ἅπαν· τότε γὰρ μάλιστα τῆς οἰκείας τιμῆς αἴσθησιν λαμβάνουσιν οἱ μάρτυρες, ὅταν τοὺς συνδούλους τοὺς ἑαυτῶν πρὸς τὴν τῶν ἰδίων ἀγαθῶν κοινωνίαν φθάσαντας ἴδωσιν. Ὥστε εἴ τις βούλεται ἐπαινεῖν μάρτυρας, μιμείσθω μάρτυρας· εἴ τις βούλεται ἐγκωμιάζειν τοὺς ἀθλητὰς 50.676.30 τῆς εὐσεβείας, ζηλούτω τὸν ἐκείνων πόνον· τοῦτο τοῖς μάρτυσιν οὐκ ἐλάττω τῶν οἰκείων κατορθωμάτων οἴ σει τὴν ἡδονήν.

Καὶ ἵνα μάθῃς ὅτι τότε μάλιστα αἰ σθάνονται τῶν οἰκείων ἀγαθῶν, ὅταν ἡμᾶς ἴδωσιν ἐν ἀσφαλείᾳ ὄντας, καὶ μεγίστην τιμὴν τὸ πρᾶγμα ἡγοῦνται, ἄκουσον τοῦ Παύλου λέγοντος· Νῦν ζῶμεν, ἐὰν ὑμεῖς στήκητε ἐν Κυρίῳ. Καὶ ὁ Μωϋσῆς δὲ πρὸ τούτου πρὸς τὸν Θεὸν ἔλεγεν· Εἰ μὲν ἀφῇς αὐ τοῖς τὴν ἁμαρτίαν, ἄφες· εἰ δὲ μὴ, κἀμὲ ἐξάλει ψον ἐκ τῆς βίβλου ἧς ἔγραψας· οὐκ αἰσθάνομαι τῆς ἄνω τιμῆς διὰ τὴν τούτων δυσπραγίαν, φησί· σώμα τος γάρ ἐστιν ἀκολουθία τῶν πιστῶν τὸ πλήρωμα· τί τοίνυν ὄφελος τὴν κεφαλὴν στεφανοῦσθαι, τῶν ποδῶν κολαζομένων; 50.677 Καὶ πῶς δυνατὸν, φησὶ, μιμήσασθαι μάρτυρας νῦν; οὐδὲ γάρ ἐστι διωγμοῦ καιρός. Οἶδα κἀγώ· διωγμοῦ μὲν καιρὸς οὐκ ἔστιν, ἀλλὰ μαρτυρίου καιρός ἐστι· παλαισμάτων τοιούτων οὐκ ἔστι καιρὸς, ἀλλὰ στεφά νων καιρός ἐστι· οὐ διώκουσιν ἄνθρωποι, ἀλλὰ διώ κουσι δαίμονες· οὐκ ἐλαύνει τύραννος, ἀλλ' ἐλαύνει διάβολος, τυράννων πάντων χαλεπώτερος· οὐχ ὁρᾷς ἄνθρακας προκειμένους, ἀλλ' ὁρᾷς φλόγα ἐπιθυμίας ἀναπτομένην. Κατεπάτησαν ἐκεῖνοι τοὺς ἄνθρακας, καταπάτησον σὺ τῆς φύσεως τὴν πυράν· ἐπύκτευσαν ἐκεῖνοι πρὸς θηρία, χαλίνωσον σὺ τὸν θυμὸν, τὸ ἀνήμερον καὶ ἀτίθασσον θηρίον· ἔστησαν ἐκεῖνοι πρὸς ὀδύνας ἀφορήτους, περιγενοῦ σὺ τῶν ἀτόπων καὶ πονηρῶν λογισμῶν τῶν βρυόντων ἐν τῇ καρδίᾳ σου· οὕτω μιμήσῃ μάρτυρας. Νῦν γὰρ οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας.

Πῦρ ἐστιν ἡ ἐπιθυμία τῆς φύσεως, πῦρ ἄσβεστον καὶ διηνεκές· κύων ἐστὶ λυττῶν καὶ μεμηνὼς, κἂν μυριάκις αὐτὸν διακρούσῃ, μυριάκις ἐπιπηδᾷ, καὶ οὐκ ἀφίσταται· χαλεπὴ μὲν ἡ τῶν ἀνθράκων φλὸξ, ἀλλ' αὕτη δεινοτέρα, ἡ τῆς ἐπιθυμίας· οὐδέποτε ἔχομεν ἐκεχειρίαν τοῦ πολέμου τούτου, οὐδέποτε ἔχομεν ἀνακωχὴν κατὰ τὸν παρόντα βίον, ἀλλὰ διηνεκὴς ὁ ἀγὼν, ἵνα καὶ λαμπρὸς ὁ στέ φανος γένηται. ∆ιὰ τοῦτο ἡμᾶς ἀεὶ Παῦλος καθοπλί ζει, ἐπειδὴ ἀεὶ πολέμου καιρὸς, ἐπειδὴ ἀεὶ γρηγορεῖ ὁ ἐχθρός. Βούλει μαθεῖν, ὅτι πυρὸς οὐκ ἔλαττον ἡ ἐπιθυμία καίει; Ἄκουσον τοῦ Σολομῶντος λέγοντος, Περιπατήσει τις ἐπ' ἀνθράκων πυρὸς, τοὺς δὲ πόδας οὐ κατακαύσει; οὕτως ὁ εἰσερχόμενος εἰς τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ, καὶ πᾶς ὁ ἁπτό μενος αὐτῆς, οὐκ ἀθωωθήσεται. Ὁρᾷς ὅτι φύσις ἐπιθυμίας ἁμιλλᾶται φύσει πυρός; Ὥσπερ γὰρ ἀδύ νατον πυρὸς ἁπτόμενον μὴ δέξασθαι ἐμπρησμὸν, οὕ τω πυρὸς ὀξύτερον τῶν εὐμόρφων ὄψεων ἡ θεωρία τῆς ἀκολάστως βλεπούσης ἐπιλαμβάνεται