Fragmenta in epistulam ad Romanos
Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας καὶ πᾶσιν ἐναναπαυομένη.
Fragmenta in epistulam ad Romanos
Rom 1,2 Κεχωρισμένος καὶ ἀφιερωμένος εἰς τὸν εὐαγγελισμόν, ὡς ὁ νόμος ἀφόρισμα καὶ ἀφαίρεμα λέγει τὸ χωριζόμενον ἀπὸ τῶν θυμάτων θεῷ καὶ ἱερεῦσιν.
Rom 1,3-4 Γενόμενος τοίνυν κατὰ σάρκα ἐν ὁμοιώματι τῆς ἡμετέρας γενέσεως υἱὸς ἀνθρώπου, κατὰ τὸ πνεῦμα καὶ τὴν δύναμιν υἱὸς ἀνα δείκνυται θεοῦ ἐν τῇ δευτέρᾳ γενέσει τῇ ἐκ νεκρῶν, πρὸς τὸ καὶ ἡμᾶς ὁμοιουμένους αὐτῷ υἱοὺς γενέσθαι θεοῦ, τὴν υἱοθεσίαν κομισαμένους ἐν τῇ ἀπολυτρώσει τοῦ σώματος, ὡς
αὐτὸς ὁ ἀπόστολος ἔφη. Ro+m 1,5-7 Ἵνα δὲ δείξῃ, ὅτι καὶ Ῥωμαῖοι, τῶν ἐθνῶν ὄντες πάντων τῶν τὴν οἰκουμένην κατοικούντων, δικαίως αὐτοῦ δέχονται τῆς ἀποστολῆς τὸ κήρυγμα. Rom 1,8 Θεὸν καλοῦσιν οἱ ἐξαιρέτως καὶ ὑπὲρ τοὺς ἄλλους προσήκοντες αὐτῷ, πάλαι μὲν οἱ προφῆται, νῦν δὲ οἱ ἀπόστολοι· δηλοῖ δὲ ὅτι οὐκ ἔνι εὐχαριστῆσαι θεῷ ἄνευ Χριστοῦ. χαίρει δὲ ἀγγελικῇ διαθέσει χρώμενος ἐπὶ τὸ κεκρατηκέναι τὴν Χριστοῦ πίστιν ἐν Ῥώμῃ· χαρὰ γὰρ ἐν οὐρανῷ γίνεται καὶ ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετα 58 νοοῦντι, καὶ συγχαίρει τῷ συναποστόλῳ αὐτοῦ Πέτρῳ τοσοῦτον ἰσχύσαντι διὰ τῆς χάριτος.
Rom 1,11-12 ∆ιδάσκει μὲν ὁ τοὺς μήπω γινώσκοντας φωτίζων, παρακαλεῖ δὲ ὁ τοὺς ἤδη πεφωτισμένους εὐφραίνων τῷ τῆς σοφίας λόγῳ, ὡς αὐτὸς διαιρῶν φησιν· εἴτε ὁ διδάσκων, ἐν τῇ διδασκαλίᾳ, εἴτε ὁ παρακαλῶν, ἐν τῇ παρακλήσει. παρακαλουμένων δὲ Ῥωμαίων καὶ αὐτός φησι συμπαρακλη θήσεσθαι κοινωνῶν τῆς ἐκείνων παρακλήσεως διὰ τὴν ἀγάπην, ἅμα δὲ ὡς οὐδὲ αὐτὸς ὢν ὑπεράνω τοῦ χρῄζειν τῆς ἐκ λόγου ὠφελείας· παράκλησις γὰρ ὁ λόγος καὶ τῷ λέγοντι. ∆ιὰ δὲ τούτου παιδεύει τοὺς διδασκάλους μὴ μέγα προνεῖν εἰ διδάσκοιεν, ἀλλ' εἰδέναι ὅτι οὐ τὰ ἑαυτῶν διδόασι κἂν διδάσκωσι, καὶ πεπεῖσθαι ὅτι οὐκ ὠφελοῦσι μόνον ἀλλὰ καὶ ὠφελοῦνται· ἡ γὰρ τοῦ εὐαγγελίου προκοπὴ καὶ τῶν κηρυττόντων στηριγμός.
Rom 1,13 Καρπὸς δὲ τῶν πεπιστευμένων τὸν λόγον ἡ τῶν ἀκουόντων ὠφέλεια· καὶ ὁ κύριός φησι τεθεικέναι τοὺς ἀποστόλους εἰς τὸ καρπὸν πολὺν ποιεῖν. ὀλίγοι γοῦν ἄνδρες τὴν πᾶσαν ἐκαρπο φόρησαν ἐκκλησίαν.
Rom 1,16-17 Εἰ καὶ ἐν τῇ μεγίστῃ τοίνυν τῶν πόλεων, φησί, χλευάζεσθαι δεῖ παρὰ τοῖς ἀνοήτοις κηρύττοντα τὸν σωτήριον σταυρόν, οὐ παραιτήσομαι· εἰ γὰρ ὁ υἱὸς τοῦ θεοῦ τὴν αἰσχύνην ἀνθ' ἡμῶν ἐβάστασε τὴν τοῦ σταυροῦ, πῶς οὐκ ἄτοπον ἡμᾶς αἰσχύνεσθαι τὸ τοῦ κυρίου δι' ἡμᾶς πάθος; Καὶ ἀντὶ τῆς δι' ἔργων οὐκ εἰλικρινοῦς οὐδὲ ζωοποιοῦ δικαιοσύνης τὴν διὰ πίστεως ζωὴν χαριζόμενος ἦν. καὶ ὁ προφήτης εἴρηκεν· ἐκ πίστεως εἰς πίστιν. εἰ γὰρ ἐπιστεύετε, φησί, Μωϋσεῖ, ἐπιστεύετε ἂν ἐμοί. ∆ιδάσκει πόσων ἀπαλλάττει κακῶν τὸ εὐαγγέλιον καὶ ἡ δι' αὐτοῦ πίστις, καὶ διεξελθὼν τά τε ἐν ἔθνεσι καὶ ἐν Ἰουδαίοις κακά, μετὰ ταῦτα προϊὼν τὸν περὶ τῆς πίστεως ἐπιφέρει λόγον, ἀναγκαίαν 59 γεγενῆσθαι τὴν τοῦ Χριστοῦ παρουσίαν διδάσκων. καὶ οὕτω περὶ τῆς τῶν Ἰουδαίων ἐκπτώσεως διαλέγεται, καὶ τὸ τελευταῖον ἐπάγει τὰς παραινέσεις· ἄρχεται δὲ ἀπὸ τοῦ κατ' ἐθνῶν λόγου καί φησιν, ὡς τὸν ἐν τῇ φύσει παρὰ τοῦ δημιουργοῦ γραφέντα νόμον ἀδεῶς παρέβησαν.
1