Fragmenta in epistulam ad Romanos

 Rom 1,18 Ὡς τὸ τοῦ θεοῦ ὄνομά τε καὶ σέβας εἰς τὰ τοῦ θεοῦ μετενεγκόντες δημιουργήματα. εἶτα καὶ ἑρμηνεύει ὅπως. εἰ γὰρ ἡ ὁρατὴ κτίσις τὸν ἀόρατον ἱκα

 Χριστοῦ πίστεως εἰς πάντας διαβαίνουσα τοὺς πιστεύοντας καὶ πᾶσιν ἐναναπαυομένη.

 τὰ παρὰ θεοῦ. ὁ δὲ ἐλπίσας εἰς θεὸν οὐκ αἰσχυνθήσεται· εὐδοκεῖ γὰρ ἐν τοῖς ἐλπίζουσιν ἐπὶ τὸ ἔλεος αὐτοῦ. συναιτία ἄρα τῶν ἐλπιζομένων ἀγαθῶν ἡ θλίψις

 εἰς τὸν αἰῶνα. καὶ ταῦτα μὲν διὰ τοῦ Ἡσαίου. διὰ δὲ τοῦ Ἰερεμίου τὴν καινὴν διαθήκην ἐπαγγελόμενος ὁ θεός· αὕτη, φησίν, ἡ διαθήκη ἣν διαθήσομαι πρὸς α

 θάνατον ἀποκρύπτουσα, καὶ οὐκέτι τεθνεῶτα ὁρῶμεν Χριστόν, ἀλλὰ ζῶντα καὶ συνεδρεύοντα τῷ πατρί, καὶ ὑπὲρ ἀνθρώπων πρεσβεύοντα κατὰ τὸ ἀνθρώπινον καθ'

 ἔλεος δὲ οὐδὲν ἀλλ' ὠμότητα πᾶσαν κατὰ 68 τῶν Ἰσραηλιτῶν ὁ Φαραὼ δέδειχεν. ἀφῄρηκεν οὖν τὸν ἔλεον τοῦ μὴ παρεσχηκότος τοῦτον ἑτέροις, ὥσπερ ἐκ τῶν ἐνα

 παρέχει τοῖς πιστεύουσιν μεταδιδοὺς τῆς ἁγίας δικαιοσύνης, τέλος νόμου Χριστός, καὶ εἰς Χριστὸν ὁ νόμος παρεσκεύαζεν δεικνὺς τοῦτον ὄντα πλήρωμα μὲν ἑ

 ἀπροφάσιστοι μὴ πιστεύσαντες γένοιντο. εἰ μὴ ἦλθον γάρ, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· οὐδὲ γὰρ οὐδὲ τὴν βραχεῖαν ἣν εἶχον ἔτι πρὸς τὸ

 καταφορᾶς καὶ ἀναισθησίας χώραν δέδωκεν, ἐπιτείνοντι τὰς ἀγνωσίας ἀεὶ καὶ τὰς σκοτώσεις· θεὸς γὰρ 73 οὐκ ἐνεργεῖ τὸ κακόν, ὅτι ἐκ στόματος κυρίου οὐκ

 Rom 11, -21 Τὸ δὲ ἀντὶ τῶν ἐξαιρεθέντων ἐντεθῆναι, φησί, μηδενὶ ὑπερηφανίας αἴτιον, ἀλλὰ φόβου γενέσθω λογιζέσθω γὰρ ὅτι κατὰ χάριν διὰ πίστεως ἐνετέθ

 θεὸς ἠρέσκετο, ἀλλ' ἔτι τοῦτο μόνον χωρούντων τῶν παιδαγωγουμένων ἠνέχετο· οὐ γάρ πω τὸ τοιοῦτο πρᾶξιν εἶχεν ἀγαθοῦ, ἀλλὰ κώλυσιν κακοῦ, ἡ δὲ ἀποχὴ το

 ὑστερήματα τῶν ἁγίων ὀνομάζει ὁ Παῦλος, πολυτρόπως τῆς διακονίας λεγομένης σωματικῶς τε καὶ πνευματικῶς.

 ἀδελφὸς κἂν ὀνομάζηται. ἐάν τις ἀδελφὸς ὀνομαζόμενος, φησίν, ᾖ πόρνος ἢ εἰδωλολάτρης ἢ πλεονέκτης ἢ λοί δορος ἢ μέθυσος ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσ

 ἀξίων. οὐ γάρ, εἰ θεός ἐστιν, φέρει τι μὴ ἀρέσκον ἑαυτῷ- οὐδὲν γὰρ εἰς τὸ καθάψασθαι θεοῦ καὶ λυπῆσαι θεὸν ἰσχύσειεν ἄν, ἵνα δὴ καὶ λέγωμεν ὡς οὐκ ἤρε

ἀπροφάσιστοι μὴ πιστεύσαντες γένοιντο. εἰ μὴ ἦλθον γάρ, φησί, καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον· οὐδὲ γὰρ οὐδὲ τὴν βραχεῖαν ἣν εἶχον ἔτι πρὸς τὸ δύνασθαι πεισθῆναι ῥοπὴν ὑπερεῖδεν, δι' ἧς οἱ ἀπόστολοι πιστεύσαντες ἔλεγχος τῆς ἐκείνων ἀπιστίας γίνονται, ἐπὶ δώδεκα θρόνους κρίνον τες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. πρὸς δὴ τὸν σκοπὸν καὶ τὸ τέλος ἀφορῶντι οὐ πρὸς Ἰουδαίους ἀπέσταλται οὔτε ὁ κύριος· οὐ γὰρ ἂν ἀπέτυχεν ἐπὶ τοῦτο ἐλθών, ὡσαύτως δὲ οὐδὲ οἱ ἀπόστολοι. καὶ διὰ τοῦτο, φησὶν ὁ Παῦλος, ὡς οὐδενὸς ἀποσταλέντος πρὸς αὐτοὺς οὐδὲ κηρύξαντος· πῶς δὲ ἀκούσονται χωρὶς κηρύσσον τος; πῶς δὲ κηρύξουσιν ἐὰν μὴ ἀποσταλῶσιν; τὸ δὲ μὴ ἐπικαλεῖσθαι αὐτοὺς τὸν κύριον ἀνήρτησεν ἐκ τοῦ μηδὲν αὐτοῖς ἀπεστάλθαι κρίμα θεοῦ δεικνύς, μᾶλλον δὲ τῆς μὲν κρίσεως οὐδέν, τῆς δὲ οἰκονομίας μόνης αὐτὸς μεμνημένος· καθὼς γέγραπται, φησίν, ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων εἰρήνην, τῶν εὐαγγελιζομένων τὰ ἀγαθά. δῆλον γάρ, φησί, καὶ ἐκ τῆς προφητείας, ὡς οὐκ ἄνευ τῶν εὐαγγελιζομένων ἐστὶ πιστεῦσαι, οἳ καλήν τινα καὶ ἐξάκουστον ὥσπερ ἐξ ὄρους ἀφιᾶσι φωνήν, οἳ εὐαγγελίζονται τὴν εἰρήνην τοῦ θεοῦ καὶ τὰ ἀγαθά, τῇ μὲν καλλονῇ τέρπουσαν, τῷ δὲ μεγέθει καθικνουμένην τῆς ἀκοῆς· ὡς ὥρα γάρ, φησίν, ἐπὶ τῶν ὀρέων οἱ πόδες τῶν εὐαγγελιζομένων ἀκοὴν εἰρήνης, ὡς εὐαγγελιζομένων ἀγαθά. οὕτως γὰρ ἡ τῶν οʹ ἑρμηνεία. Ro+m 10,18 Τοσοῦτον γέ ἐστιν, φησί, τὸ τῆς φρενοβλαβείας αὐτῶν καὶ τῆς ἀποστροφῆς τοῦ θεοῦ τῆς ἀπ' αὐτῶν, ὥστε τῷ ὄντι κατὰ τὸ θεῖον ῥῆμα βλέποντες οὐ βλέπουσι καὶ ἀκούουσιν· βεβόηται γὰρ τὸ θεῖον κήρυγμα κατὰ πάσης τῆς οἰκουμένης, οὐδὲν ἔλαττον ἐκφαι 72 νόντων τὸν κύριον τῶν ἀποστόλων ὡς ἡ κτίσις κέκραγε τὸν ποιητὴν κατὰ τὸ λόγιον τοῦ ψαλμοῦ, οἱ δὲ οὐδέν τι μᾶλλον ἀκοῦσαι καὶ συνεῖναι δεδύνηνται.

Rom 10,19 Ἀλλ' ἡγοῦνται, φησίν, ἀλόγως πως καὶ ἀσυνέτως ἀλλότριον εἶναι θεοῦ τὸ ἐν τοῖς ἔθνεσιν εὐαγγέλιον· οὐ γάρ ἐστίν γε εἰπεῖν, ὅτι παρα σεσιώπητο πρὸς αὐτοὺς τοῦτο καὶ οὐ προείρητο. εὐθὺς γοῦν ὁ νομοθέτης ἔλεγε Μωϋσῆς, ὅτι τὴν ἴσην αὐτοῖς ἀνταποδώσει θεὸς τῇ τῶν ἀφρόνων ἐθνῶν προτιμήσει, ἥνπερ αὐτοὶ θεῷ κατῆρξαν τῇ τῶν ματαίων εἰδώλων προσκυνήσει, καὶ ὡς αὐτοὶ τὸν οὐ θεὸν ἡγήσαντο θεὸν ἀντὶ τοῦ ὄντως θεοῦ, καὶ θεὸς ἀντὶ τοῦ παρ' αὐτῷ πρότερον ἔθνους τὸ οὐκ ἔθνος ὡς ἔθνος τιμήσει, τὰ μὴ ὄντα ὡς ὄντα καλέσας, ἵνα τὰ ὄντα καταργήσῃ. καὶ εἰς ὃν προήχθη ζῆλον ὑπ' αὐτῶν δαίμοσι συναφθέντων, εἰς τοῦτον αὐτοὺς προάξει τοῖς ἔθνεσι τὴν ἑαυτοῦ συνάψας δύναμιν.

Rom 11,8 Ἡ παρατεθεῖσα λέξις Ἡσαΐου τοῦ προφήτου μετελήφθη κατ' ἰδίαν ἐπιστήμην ἐκ τῶν Ἑβραϊκῶν τῷ ἀποστόλῳ· ἡ γὰρ τῶν ἑβδομήκοντα ἔκδοσις ἔχει· πεπότικεν ὑμᾶς κύριος πνεῦμα κατα νύξεως· ὅπερ ἡ τοῦ Ἀκύλα σαφέστερον ἔχει καταφοράν, ἡ δὲ τοῦ Συμμάχου κάρωσιν. εἶτα ἐπάγεται· καὶ μύσει τοὺς ὀφθαλμοὺς αὐτῶν, οἱ ὁρῶντες τὰ κρυπτὰ καὶ ἑξῆς περὶ τῆς ἀγνοίας τῶν προφητικῶν λόγων, ἐσομένων αὐτοῖς ὡς ἐσφραγισμένου βιβλίου καὶ ὡς ἀγραμμάτων ἀδυνάτων ἀναγνῶναι. τῆς γὰρ ἀσαφείας ὡσπερεὶ σφραγιζούσης τὸ προφητικὸν βιβλίον καὶ τὴν ἀνάγνωσιν περιτ τὴν ἀποφαινούσης τοῖς ἀναγινώσκουσιν, ὡς εἴ τις μηδὲ ἀναγινώσκειν δύναιτο, οἱ μὲν ἀκολουθήσαντες Χριστῷ διηνοίχθησαν τὸν νοῦν εἰς τὴν σύνεσιν τῷν γραφῶν, ὡς τὸ εὐαγγέλιον λέγει, καὶ οἱ τῶν ἀκολουθησάντων ἀκούσαντες ὡδηγήθησαν εἰς τὴν ἐπίγνωσιν ὡς ὁ εὐνοῦχος ὑπὸ τοῦ Φιλίππου, οἱ δὲ ἄλλοι τὸ μὴ τυχεῖν διανοίξεως τυφλοῖς ἐοίκασι καὶ κωφοῖς. συνῆψε γὰρ καὶ τὸ περὶ τῆς τῶν ὤτων κωφότητος ὁ ἀπόστολος, ἐξ ἑτέρου μέρους τῆς προφητείας μεταλαβὼν τὸ ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, ὅτι τὸ μὴ συνιέναι ἶσον τοῦ μὴ ἀκούειν ἐστὶ κατὰ τὸ ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω, εἴρηται δὲ καὶ τὸ τοῖς ὠσὶ βαρέως ἤκουσαν. ἡ δὲ ἀπουσία τοῦ διανοί γοντος πνεύματος τῷ πνεύματι τῆς

9