1
Homilia exhortatoria ad sanctum baptisma
ΟΜΙΛΙΑ ΙΓʹ. Προτρεπτικὴ εἰς τὸ ἅγιον βάπτισμα.
Ὁ μὲν σοφὸς Σολομὼν, τῶν κατὰ τὸν βίον πρα γμάτων τοὺς καιροὺς
διαιρῶν, καὶ ἑκάστῳ τῶν γινο μένων τὸν ἐπιτήδειον ἀφορίζων, ἔφη· Τοῖς πᾶσιν ὁ χρόνος, καὶ καιρὸς τῷ παντὶ πράγματι· καιρὸς τοῦ τεκεῖν, καὶ καιρὸς τοῦ ἀποθανεῖν· ἐγὼ δὲ, μι κρὸν τοῦ σοφοῦ τὴν ἀπόφασιν ὑπαλλάξας, εἴποιμι ἂν κηρύσσων ὑμῖν τὸ σωτήριον κήρυγμα, ὅτι καιρὸς τοῦ ἀποθανεῖν, καὶ καιρὸς τοῦ γεννηθῆναι. Τίς δὲ ὁ λό γος τῆς ἐναλλαγῆς; Ὅτι ὁ μὲν περὶ τῶν ἐν γε νέσει καὶ φθορᾷ διαλεγόμενος, τῇ σωματικῇ ἑπόμε νος φύσει, τὴν γένεσιν προέταξε τοῦ θανάτου (ἀδύνα τον γὰρ θανάτου πεῖραν λαβεῖν τὸν μὴ πρότερον γεν νηθέντα)· ἐγὼ δὲ, περὶ τῆς πνευματικῆς ἀναγεννήσεως τὸν λόγον ποιεῖσθαι μέλλων, τὸν θάνατον προτίθημι τῆς ζωῆς. ∆ιὰ γὰρ τοῦ ἀποθανεῖν τῇ σαρκὶ περιγίνεται ἡμῖν τὸ γεννηθῆναι τῷ πνεύματι, καθά φησι καὶ ὁ Κύριος· Ἐγὼ ἀποκτενῶ, καὶ ζῇν ποιήσω. Ἀποθάνωμεν οὖν, ἵνα ζήσωμεν. Ἀποκτείνωμεν τὸ φρόνημα τῆς σαρκὸς, τὸ μὴ δυνάμενον ὑποταγῆναι τῷ νόμῳ τοῦ Θεοῦ, ἵνα τὸ φρόνημα τοῦ πνεύματος ἰσχυρὸν ἡμῖν ἐγγένηται, δι' οὗ ζωὴ καὶ εἰρήνη περιγίνεσθαι πέφυκε. Συνταφῶμεν τῷ Χριστῷ τῷ ὑπὲρ ἡμῶν ἀπο θανόντι, ἵνα καὶ συναναστῶμεν τῷ ἡμῖν τὴν ἀνάστασιν προξενήσαντι. Καιρὸς μὲν οὖν ἄλλοις ἄλλος ἐπιτήδειος· ἴδιος ὕπνου, καὶ ἴδιος ἐγρηγόρσεως· ἴδιος πολέμου, καὶ ἴδιος εἰρήνης· καιρὸς δὲ βαπτίσματος ἅπας ὁ τῶν ἀνθρώπων βίος. Οὔτε γὰρ σώματι ζῇν μὴ ἀνα πνέοντι δυνατὸν, οὔτε ψυχῇ συνεστάναι, μὴ γνωρι ζούσῃ τὸν κτίσαντα. Θεοῦ γὰρ ἄγνοια θάνατός ἐστι ψυχῆς.
Ὁ δὲ μὴ βαπτισθεὶς οὐ πεφώτισται. Ἄνευ δὲ φωτὸς οὔτε ὀφθαλμὸς τὰ ἑαυτοῦ καθορᾷ, οὔτε ψυχὴ Θεοῦ δέξασθαι δύναται θεωρίαν. Πᾶς μὲν οὖν χρόνος εὐκαιρίαν ἔχει πρὸς τὴν διὰ τοῦ βαπτίσματος σωτη ρίαν· κἂν νύκτα εἴπῃς, κἂν ἡμέραν, κἂν ὥραν, κἂν στιγμὴν χρόνου, κἄν τι βραχύτατον. Πολλῷ δὲ δήπου εἰκὸς ἐπιτηδειότερον εἶναι τὸν οἰκειότερον. Τί δ' ἂν γένοιτο τῆς ἡμέρας τοῦ Πάσχα συγγενέστερον πρὸς τὸ βάπτισμα; Ἡ μὲν γὰρ ἡμέρα μνημόσυνόν ἐστιν ἀναστάσεως· τὸ δὲ βάπτισμα δύναμίς ἐστι πρὸς τὴν ἀνάστασιν. Ἐν τοίνυν τῇ ἀναστασίμῳ ἡμέρᾳ τῆς 31.425 ἀναστάσεως τὴν χάριν ὑποδεξώμεθα. ∆ιὰ τοῦτο πόῤ ῥωθεν ἡ Ἐκκλησία τοὺς ἑαυτῆς τροφίμους ὑψηλῷ κηρύγματι συγκαλεῖ, ἵν' οὓς πάλαι ὤδινεν, ἀπο κυήσῃ τότε, καὶ ἀπογαλακτίσασα αὐτοὺς τῶν λόγων τῆς κατηχήσεως, γεύσῃ τῆς στερεᾶς τῶν δογμάτων τροφῆς. Ἰωάννης ἐκήρυσσε βάπτισμα μετανοίας, καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα ἡ Ἰουδαία· Κύριος κηρύσσει βάπτισμα υἱοθεσίας· καὶ τίς τῶν εἰς αὐτὸν ἠλπικότων οὐχ ὑπακούσεται; Ἐκεῖνο εἰσαγωγικὸν τὸ βάπτισμα· τοῦτο τελειωτικόν. Ἐκεῖνο ἁμαρτίας ἀναχώρησις· τοῦτο οἰκείωσις πρὸς Θεόν. Ἑνὸς ἀν δρὸς ἦν Ἰωάννου τὸ κήρυγμα, καὶ πάντας εἷλκε πρὸς τὴν μετάνοιαν· σὺ δὲ, διὰ προφητῶν διδασκόμενος· Λούσασθε, καθαροὶ γίνεσθε· διὰ ψαλμῶν νουθε τούμενος· Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε· δι' ἀποστόλων εὐαγγελιζόμενος· Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ εἰς ἄφεσιν ἁμαρτιῶν, καὶ λήψεσθε τὴν ἐπαγγελίαν τοῦ ἁγίου Πνεύμα τος· ὑπ' αὐτοῦ τοῦ Κυρίου προσλαμβανόμενος, λέ γοντος· ∆εῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς (ταῦτα γὰρ πάντα σήμερον συνέδραμε πρὸς τὴν ἀνάγνωσιν)· ὀκνεῖς καὶ βουλεύῃ καὶ διαμέλλεις; Ἐκ νηπίου τὸν λόγον κατηχούμενος, οὔπω συνέθου τῇ ἀληθείᾳ;