De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
De cerimoniis aulae Byzantinae, lib1.-192
ΚΩΝΣΤΑΝΤΙΝΟΥ τοῦ φιλοχρίστου καὶ ἐν αὐτῷ τῷ Χριστῷ τῷ αἰωνίῳ
βασιλεῖ βασιλέως υἱοῦ Λέοντος τοῦ σοφωτάτου καὶ ἀειμνήστου βασιλέως σύνταγμά τι καὶ βασιλείου σπουδῆς ὄντως ἄξιον ποίημα.
Ἄλλοις μέν τισιν ἴσως ἔδοξεν ἂν τουτὶ τὸ ἐγχείρημα περιττόν, οἷς οὐ τοσαύτη τῶν ἀναγκαίων φροντίς, ἡμῖν δὲ καὶ λίαν φίλον καὶ περισπούδαστον καὶ τῶν ἄλλων ἁπάντων οἰκειότερον, ἅτε διὰ τῆς ἐπαινετῆς τάξεως τῆς βασιλείου ἀρχῆς δεικνυμένης κοσμιωτέρας καὶ πρὸς τὸ εὐσχημονέστερον ἀνατρεχούσης καὶ διὰ τοῦτο θαυμαστῆς οὔσης ἔθνεσί τε καὶ ἡμετέροις. Πολλὰ γὰρ οἶδε τῷ μακρῷ χρόνῳ συναπολήγειν, ὡς ἐν αὐτῷ πραχθέντα καὶ ὑπ' αὐτοῦ δαπανώμενα, μεθ' ὧν καὶ τὸ μέγα χρῆμα καὶ τίμιον, ἡ τῆς βασιλείου τάξεως ἔκθεσίς τε καὶ ὑποτύπωσις, ἧς παροραθείσης καί, οἷον εἰπεῖν, ἀπονεκρωθείσης, ἀκαλλώπιστον τῷ ὄντι καὶ δυσειδῆ τὴν βασιλείαν ἦν καθορᾶν. Ὥσπερ γὰρ σώματος μὴ εὐσχημόνως διαπεπλασμένου, ἀλλὰ φύρδην καὶ οὐκ εὐαρμόστως τῶν μελῶν αὐτῷ συγκειμένων ἀταξίαν ἄν τις τὸ τοιοῦτον προσείποι· οὕτω καὶ τοῦ βασιλικοῦ πολιτεύματος μὴ τάξει ἀγομένου καὶ κυβερνωμένου, κατ' οὐδὲν διοίσει τῆς ἰδιωτικῆς καὶ 1.2 ἀνελευθέρου διαγωγῆς. Ἵν' οὖν μὴ τοῦτο γένηται καὶ δόξωμεν ἀτάκτως φερόμενοι τὴν βασιλικὴν καθυβρίζειν μεγαλειότητα, δεῖν ᾠήθημεν, ὅσα τε παρὰ τῶν παλαιοτέρων ἐφευρέθη καὶ παρὰ τῶν ἑωρακότων διηγγέλθη καὶ παρ' ἡμῶν αὐτῶν ἐθεάθη καὶ ἐν ἡμῖν ἐνηργήθη, ταῦτα φιλοπόνῳ μελέτῃ ἐκ πολλῶν ἐρανίσασθαι καὶ πρὸς εὐσύνοπτον κατάληψιν τῷ παρόντι ἐκθέσθαι φιλοτεχνήματι, καὶ πατρίων ἐθῶν παρεωραμένων παράδοσιν τοῖς μεθ' ἡμᾶς ἐνσημήνασθαι, καὶ ὥσπερ τινὰ ἄνθη ἐκ λειμώνων δρεψαμένους εἰς ἀσύγκριτον εὐπρέπειαν τῇ βασιλικῇ παραθέσθαι λαμπρότητι, καὶ οἷόν τι κάτοπτρον διαυγὲς καὶ νεόσμηκτον ἐν μέσοις τοῖς ἀνακτόροις ἱδρύσασθαι, ἐν ᾧ καὶ τὰ τῇ βασιλείῳ ἀρχῇ πρέποντα καὶ τὰ τῷ συγκλητικῷ συστήματι ἄξια κατοπτευόμενα, ἐν τάξει καὶ κόσμῳ αἱ τοῦ κράτους ἡνίαι διεξάγοιντο. Ὡς ἂν δὲ σαφῆ καὶ εὐδιάγνωστα εἶεν τὰ γεγραμμένα, καὶ καθωμιλημένῃ καὶ ἁπλουστέρᾳ φράσει κεχρήμεθα καὶ λέξεσι ταῖς αὐταῖς καὶ ὀνόμασι τοῖς ἐφ' ἑκάστῳ πράγματι πάλαι προσαρμοσθεῖσι καὶ λεγομένοις, ὑφ' ὧν τοῦ βασιλείου κράτους ῥυθμῷ καὶ τάξει φερομένου, εἰκονίζοι μὲν τοῦ δημιουργοῦ τὴν περὶ τόδε τὸ πᾶν ἁρμονίαν καὶ κίνησιν, καθορῷτο δὲ καὶ τοῖς ὑπὸ χεῖρα σεμνοπρεπέστερον, καὶ διὰ τοῦτο ἡδύτερόν τε καὶ θαυμαστότερον, λεκτέον περὶ ἑκάστης τάξεως, ὅπως τε καὶ καθ' ὃν ὀφείλει τρόπον ἐκτελεῖσθαι καὶ συμπεραίνεσθαι.
1.3 Αʹ Ὅσα δεῖ παραφυλάττειν, προκένσου γινομένου ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ, ἤτοι τάξις καὶ ἀκολουθία τῶν εὐσήμων καὶ περιφανῶν προελεύσεων, ἐν αἷς οἱ βασιλεῖς ἀπίασιν ἐν τῇ Μεγάλῃ Ἐκκλησίᾳ.
Πρὸ μιᾶς ἡμέρας τῆς οἵας οὖν ἐνισταμένης περιφανεστάτης ἑορτῆς εἰσέρχονται οἱ πραιπόσιτοι ἐν τῷ Χρυσοτρικλίνῳ, τῆς καθημερινῆς δηλονότι ἱσταμένης προελεύσεως, καὶ ὑπομιμνήσκουσι τοὺς δεσπότας περὶ τῆς ἑορτῆς, εἶτα κελεύουσιν τούτους οἱ δεσπόται ἄγεσθαι ἐπὶ τὴν αὔριον πρόκενσον ἤτοι προέλευσιν. Οἱ δὲ ἐξερχόμενοι ὁρίζουσι πᾶσιν τοῖς τοῦ κουβουκλείου, ὁμοίως καὶ τῷ κατεπάνῳ καὶ τῷ δομεστίκῳ τῶν βασιλικῶν, σὺν τούτοις δὲ καὶ τοῖς δυσὶ δημάρχοις· ἀποστέλλουσι δὲ καὶ μανδάτα τῷ τε δομεστίκῳ τῶν νουμέρων καὶ τῷ κόμητι τῶν τειχέων, καί, ἁπλῶς εἰπεῖν, πάσαις ταῖς τάξεσι καὶ πᾶσι τοῖς σεκρέτοις καταμηνύουσι περὶ τῆς τοιαύτης προελεύσεως, ἵνα ἑκάστη τάξις καὶ ἕκαστον σέκρετον κατὰ τὴν ἰδίαν τάξιν καὶ κατὰ τὸν ἴδιον τοῦ σεκρέτου τύπον τὰ αὐτοῖς ἁρμόζοντα προευτρεπίσωσι. Καὶ μὴν καὶ τῷ ὑπάρχῳ τῆς πόλεως γνωρίζουσι τοῦ εὐτρεπίσαι καὶ ἀνακαθᾶραι τὴν 1.4 βασιλικὴν