De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
ἀριστερὸν μέρος ἰσοτίμως καθέζεται, ἡ γὰρ τάξις οὕτως παρέχει· λαμβάνουσι δὲ καὶ αὐτοὶ παρὰ τοῦ πατρικίου οἵ τε σιλεντιάριοι καὶ οἱ στρατιῶται τὰς ἐξ ἔθους διδομένας αὐτοῖς συνηθείας καὶ ἀπέρχεται ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ, εὐχαριστοῦντες τὸν Θεὸν καὶ ὑπερευχόμενοι τὸν πλουτοποιὸν ἡμῶν βασιλέα. Ἀκτολογία τῶν δήμων ἐπὶ προαγωγῇ πατρικίου. Τῆς συνήθους τάξεως τελουμένης ἐν τῷ παλατίῳ ἐπὶ τῇ τοῦ πατρικίου προαγωγῇ, ἐξέρχεται διὰ τῆς προελεύσεως, ὀψικευόμενος ὑπὸ σιλεντιαρίου, δηλονότι τοῦ σιλεντιαρίου βαστάζοντος τὸν τούτου κωδίκελλον καὶ ἀπέρχεται εἰς τὴν ἐκκλησίαν τοῦ Ἱπποδρόμου, εἰς τὸν Ἅγιον Στέφανον, καὶ ἅπτει ἐκεῖσε κηρούς. Καὶ ὀψικευόμενος ὑπὸ ἀξιωματικῶν, ἀπέρχεται ἐν τῷ Κονσιστωρίῳ, καὶ ἅπτει ἐκεῖσε κηρούς, ὁμοίως καὶ εἰς τὴν τοῦ Κυρίου ἐκκλησίαν, καὶ ἵστανται οἵ τε ἀξιωματικοὶ καὶ τὰ σκουτάρια τοῦ ἀριθμοῦ καὶ οἱ διαιτάριοι τῶν ὅλων διαιτῶν καὶ οἱ δεκανοὶ εἰς τὸν μάκρωνα τῶν κανδιδάτων. Καὶ ἀπέρχεται ὁ αὐτὸς πατρίκιος, ὀψικευόμενος ὑπ' αὐτῶν, ἕως τῶν χαλκῶν πυλῶν τῶν κορτινῶν, καὶ λέγει ὁ ἀδμηνσουνάλιος· "Στήτω," καὶ κρατεῖ ὁ νουμεράριος τὸ βῆλον καὶ λέγει· "Λεβά, πατρίκιε, ἐ λώκ." Καὶ πάλιν λέγει ὁ ἀδμηνσουνάλιος, ἅπερ φωνοβολεῖ ὁ νουμεράριος, καὶ ἐξέρχεται ὁ πατρίκιος, καὶ διέρχεται διὰ τῶν Σχολῶν, ὀψικευόμενος δηλονότι ὑπὸ τῶν προειρημένων. Τὸ δὲ μέρος τῶν Πρασίνων ἵσταται εἰς τοὺς Ἁγίους Ἀποστόλους εἰς τὰς Σχολάς, ἐκδεχόμενον τὸν πατρίκιον, καὶ 2.58 μετὰ τὸ στῆναι τὸν πατρίκιον εἰς τὸν εἰωθότα τόπον, λέγει ὁ δῆμος· "Πρὸ πάντων εὐφημήσωμεν τοὺς δεσπότας τῆς οἰκουμένης." Οἱ κράκται· "Ὁ δεῖνα καὶ ὁ δεῖνα μεγάλων βασιλέων καὶ αὐτοκρατόρων πολλὰ τὰ ἔτη." Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται· "Ὁ δεῖνα καὶ ὁ δεῖνα εὐσεβεστάτων Αὐγουστῶν πολλὰ τὰ ἔτη." Ὁ λαὸς ἐκ γʹ ὁμοίως. Οἱ κράκται. "Τῶν πορφυρογεννήτων πολλὰ τὰ ἔτη." Ὁ λαὸς ὁμοίως ἐκ γʹ. Οἱ κράκται καὶ εἶθ' οὕτως λέγουσιν ἄκτα ἀπὸ φθογγῆς· "Τίς οὐκ ἔχει ἐπὶ πλεῖον δοξάσαι τὸν μόνον ἀθάνατον βασιλέα" ἐκ γʹ. "καὶ προβιβάζοντα ἀξίαν τοῖς ἀξίοις" ἐκ γʹ. "καὶ σὲ ὁ δεῖνα ἐτίμησαν παραδόξως" ἐκ γʹ· "τὴν τοῦ πατρικίου περίδοξον ἀξίαν," ἐκ γʹ. "ἀλλ' ὁ πάντων Ποιητὴς καὶ ∆εσπότης τοὺς χρόνους αὐτῶν πληθύνῃ σὺν ταῖς Αὐγούσταις καὶ τοῖς πορφυρογεννήτοις." Καὶ μετὰ ταῦτα ἐπιδίδωσι τὸ λιβελλάριον ὁ δήμαρχος τῷ πατρικίῳ, καὶ λέγουσιν οἱ κράκται· "Εἶσε ὁ δεῖνα, εἶσε ὁ δεῖνα, εἶσε ὁ δεῖνα." Καὶ ὁ λαὸς ἐκ γʹ· "Εἶσε πατρίκιος, εἶσε." Οἱ κράκται· "Καλῶς ἦλθες, προβολὴ τῶν εὐεργετῶν." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες, ποθητὲ τῶν ἀνάκτων." Ὁ λαός· "Καλῶς ἦλθες·" Οἱ κράκται· "Καλῶς ἦλθες ὁ εὐγενὴς ἐκ προγόνων." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες, ὁ δεῖνα πατρίκιε τῶν Ῥωμαίων." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Καλῶς ἦλθες εἰς φιλοῦντά σε δῆμον." Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "Ἀξίως σε ἠγάπησαν οἱ δεσπόται, ὡς ὄντα καθαρὸν καὶ ἐπάξιον," Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "ἀλλ' ὁ πάντων Ποιητὴς 2.59 καὶ ∆εσπότης," Ὁ λαός· "Καλῶς ἦλθες." Οἱ κράκται· "φυλάξῃ σε, πατρίκιε, εἰς πλήθη χρόνων." Καὶ ἀποκινοῦντος τοῦ πατρικίου, ὀψικεύει ἔμπροσθεν αὐτοῦ ὁ δῆμος, λέγων ἀπελατικὸν ἦχ· δʹ· "Οἱ ἐκ τῆς ἄνω Προνοίας ἐστεμμένοι ἀξιοδότως πάνσοφοι εὐεργέται σε, ὡς προσφιλέστατον δοῦλον, ὁ δεῖνα, ἐτίμησαν ἐν ὑπερτέραις, ἀξίαις, πρωτοσπαθάριον ἔντιμον καὶ εὐγενῆ ἐκ προγόνων, καὶ εἰς ὑπέρτιμον δόξαν, τὴν πατρικίου ἀνύψωσαν ἀξίαν." Καὶ ἀπάγουσιν αὐτὸν ὀψικεύοντες ἕως τῆς δοχῆς τῶν Βενέτων (μέχρι γὰρ ἐκεῖσε πληροῦται τὸ ποίημα), καὶ μετὰ τὸ πληρωθῆναι λέγουσιν οἱ κράκται· "Ἔς ὁ Θεὸς ὁ ἅγιος, σῶσον τὸν πατρίκιον." Καὶ ὁ λαὸς ἐκ γʹ· "Ἔς ὁ Θεὸς ὁ ἅγιος." Καὶ δέχεται αὐτὸν τὸ μέρος τῶν Βενέτων εἰς τὴν Χαλκῆν, καὶ γίνεται ἡ ἀκολουθία καὶ ἡ τάξις τῆς δοχῆς, καθὼς καὶ πρώην ἐπὶ τῆς δοχῆς τῶν Πρασίνων· πλὴν λέγει ἀπελατικὸν ἦχ. δʹ· "Οἱ ἐκ Θεοῦ κρατούμενοι," ὡς προεγράφη. Καὶ διέρχεται διὰ τοῦ χύτου τῆς Χαλκῆς, καὶ εἰσέρχεται εἰς τὸ Ἅγιον Φρέαρ καὶ ἅπτει κηρούς, καὶ μετὰ τοῦτο εἰσέρχεται εἰς τὴν σωλέαν, ἔνθα ἵσταται τὸ ἀντιμίσιον. Ὁ δὲ πατριάρχης ἐξέρχεται ἀπὸ τοῦ θυσιαστηρίου, καὶ λαμβάνει τὸν κωδίκελλον αὐτοῦ, καὶ τίθησιν αὐτὸν ἐν τῷ ἀντιμισίῳ, εἶτα ποιεῖ τὴν εὐχήν, καὶ μετὰ τὴν εὐχὴν ἐπιδίδωσι τὸν κωδίκελλον τῷ πατρικίῳ, καὶ μετὰ τὸ λαβεῖν τὸν κωδίκελλον, τιθεῖ ὁ πατρίκιος τὸ ἀποκόμβιον ἐν τῷ ἀντιμισίῳ. Ὁ δὲ πατριάρχης εἰσέρχεται ἐν τῷ θυσιαστηρίῳ, καὶ ἀπέρχεται ἐν τῷ ἀντιμισίῳ, ἔνθα καὶ τοῖς δεσπόταις ταῖς ἑορταῖς μεταδίδωσι, καὶ μεταδίδωσι τῷ πατρικίῳ· μετὰ δὲ τὴν μετάληψιν