De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
χρειῶν. Ἐν δὲ τῇ εἰσόδῳ τοῦ ἑνὸς ἑκάστου μίνσου ἐν τῇ τραπέζῃ ἀξιοῖ ὁ βασιλεὺς τὸν πατριάρχην πρὸς τὸ εὐλογῆσαι. Ὁ δὲ πατριάρχης προτρέπεται κατὰ μίνσον ἑνὶ ἑκάστῳ μητροπολίτῃ κατὰ τὴν ἑαυτοῦ προκαθεδρίαν καὶ εὐλογεῖ, καὶ πάσης τῆς τοῦ τραπεζίου ἀκολουθίας τελεσθείσης, ἀνίστανται, καὶ ὑπερευξάμενοι τὸν βασιλέα ἐξέρχονται, καὶ μένει ὁ βασιλεὺς μετὰ μόνου τοῦ πατριάρχου ἐν τῇ τραπέζῃ. Πιόντες δὲ πάλιν πρὸς ἅπαξ ἀνίστανται, καὶ εὐθέως ὁ βασιλεὺς περιβάλλεται τὸ σαγίον αὐτοῦ, προσκληθέντες δὲ καὶ οἱ ἱερεῖς εἰσέρχονται, καὶ περιβαλλόμενος ὁ πατριάρχης τὸ ὠμοφόριον αὐτοῦ ἐν τῇ προλεχθείσῃ καμάρᾳ διὰ τῶν ἱερέων, ἐξέρχεται. Καὶ ποιοῦσι τὸν στίχον, καὶ μετὰ τὸν στίχον ἐπιδίδωσιν ὁ πατριάρχης τῷ βασιλεῖ εὐλογίας, καὶ ἐξέρχονται οἱ ἱερεῖς, καὶ προσκυνήσαντες ἀμφότεροι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης καὶ ἀσπασάμενοι, ὁ μὲν βασιλεὺς εἰσέρχεται ἐν τῷ κοιτῶνι αὐτοῦ, τὸν δὲ πατριάρχην λαβόντες οἱ ἄρχοντες τοῦ κουβουκλείου καὶ οἱ κουβικουλάριοι, διασώζουσιν αὐτὸν μέχρι τῆς πύλης τοῦ Σπαθαρικίου.
1.89 Κ∆ʹ (ΙΕʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ παρασκευῇ τῆς διακαινησίμου. Προέρχονται ἅπαντες ἐν τῷ παλατίῳ, ἠλλαγμένοι ἀπὸ λευκῶν χλανιδίων, ὡς προείρηται· ἀνοίξαντος δὲ τοῦ παλατίου εἰσέρχεται ἡ προέλευσις ἐν τῷ νέῳ τρικλίνῳ τῷ καλουμένῳ Ἰουστινιανῷ. Καταλαβούσης δὲ τῆς ὥρας, στοιχεῖται τὸ κλητώριον, εἶθ' οὕτως γίνονται μίνσαι. Καὶ οἱ μὲν κληθέντες φίλοι μένουσιν, οἱ δὲ λοιποὶ ἅπαντες ἀπέρχονται ἐν τοῖς οἴκοις αὐτῶν. Ὁ δὲ βασιλεὺς ἐξελθὼν καθέζεται ἐπὶ τῆς χρυσῆς τραπέζης ἐν τῷ Χρυσοτρικλίνῳ μετὰ τῶν φίλων, ὧν ἐκέλευσε κληθῆναι, καὶ πάσης τῆς τοῦ τραπεζίου ἀκολουθίας τελεσθείσης, ἀνίστανται καὶ ἀπέρχονται ἕκαστος ἐν τοῖς οἴκοις αὐτῶν. Ἰστέον δὲ καὶ τοῦτο, ὅτι ἡ αὐτὴ τάξις παρακολουθεῖ καὶ ἐπὶ τῇ αὔριον, ἤγουν τὸ σάββατον τῆς αὐτῆς ἑβδομάδος.
1.90 ΚΕʹ (Ιϛʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ Κυριακῇ τοῦ ἀντίπασχα, ἀπιόντος
τοῦ βασιλέως ἐν τῇ Ἁγίᾳ Σοφίᾳ. Εἰσέρχεται ἡ προέλευσις ἀπὸ ἀλλαξίμων εἰς τὸ Ἰουστινιανόν, καὶ περὶ ὥραν τρίτην δίδονται μίνσαι, καὶ γίνεται μεταστάσιμον ἐν τῷ Κονσιστωρίῳ, καὶ ἀπέρχονται οἱ δεσπόται εἰς τὸν Αὐγουστέα, καὶ ἀλλάσσουσι τὰ διβητήσια καὶ τὰς χλαμύδας καὶ ἐξέρχονται. Καὶ γίνεται ἡ πρώτη δοχή· τῶν πατρικίων, ἐν τῷ Ὀνοποδίῳ. Καὶ λέγει ὁ τῆς καταστάσεως· "Κελεύσατε." Καὶ ἐπεύχονται· "Εἰς πολλοὺς χρόνους." Καὶ ἐξέρχονται ἕως τοῦ μεγάλου Κονσιστωρίου, ἔνθα ἵστανται ὕπατοι κονσιστωρίῳ καὶ οἱ λοιποὶ συγκλητικοί, καὶ στάντων τῶν δεσποτῶν εἰς τὸ κιβώριον ἐπάνω τῶν προφυρῶν γραδηλίων, πίπτουσιν οἱ συγκλητικοὶ πάντες ἅμα τοῖς πατρικίοις, καὶ ἀναστάντων αὐτῶν, λαμβάνει ὁ σιλεντιάριος νεῦμα διὰ τοῦ πραιποσίτου καὶ λέγει· "Κελεύσατε." Οἱ δὲ· "Εἰς πολλοὺς χρόνους," καὶ ἀπέρχονται διὰ τῶν Σχολῶν. Τὰ δὲ μέρη ἵστανται κατασφραγίζονται καὶ μόνον, οἱ δὲ νοτάριοι καὶ οἱ μαΐστορες λέγουσι τοὺς ἰάμβους. Καὶ διὰ τοῦ χυτοῦ ἀπέρχονται εἰς τὰ κατηχούμενα οἱ δεσπόται καὶ μόνον ἅμα τοῦ κουβουκλείου καὶ τῶν σιλεντιαρίων καὶ λειτουργοῦσιν 1.91 ἐκεῖσε καὶ ἀριστοῦσι μετὰ τοῦ πατριάρχου, καὶ ὑποστρέφοντες φοροῦσι τὰ διβητήσια οἱ δεσπόται καὶ τζιτζάκια, καὶ ὑποστρέφουσιν ὀψικευόμενοι ὑπὸ τῶν πατρικίων καὶ σιλεντιαρίων φορούντων σαγία ἀληθινά, καὶ εἰσέρχονται διὰ τοῦ Κυρίου τῆς ἐκκλησίας. 1.92 ΚΣʹ (ΙΖʹ) Ὅσα δεῖ παραφυλάττειν τῇ τετράδι τῆς Μεσοπεντηκοστῆς καὶ
τῆς ἐν τῷ ναῷ τοῦ Ἁγίου Μωκίου προελεύσεως. Προέρχονται ἅπαντες οἱ ἄρχοντες ἐννύχιοι ἠλλαγμένοι ἐν τῷ παλατίῳ, ἤγουν ἐν τῷ