De cerimoniis aulae Byzantinae, lib1.-192
ἀγαθοὺς χρόνους. Γίνεται δὲ ἡ εὐχὴ αὐτή, ἐπειδὴ πληροῦται τὸ δωδεκαήμερον.
1.175 Μϛʹ (Λζʹ) Χρὴ εἰδέναι πῶς ἀλλάσσουσιν οἱ δεσπόται ἐν ταῖς ἑορταῖς καὶ προελεύσεσι.
2.79 Ζ∆ʹ Ὅσα δεῖ παραφυλάττειν, εἰ κελεύει ὁ βασιλεὺς προβαλέσθαι δύο δημάρχους ἐν τῷ ἅμα.
2.86 Οʹ (ΞΑʹ) Ὅσα δεῖ παραφυλάττειν, τῇ ἐτησίως τελουμένῃ γενεθλίων ἡμέρᾳ τοῦ βασιλέως.
παραστάσεως ἐν ἑκάστῳ δεξίμῳ ἐπιτελουμένῳ ἐν ταῖς μεγάλαις φιάλεσι.
2.164 ΠΒʹ (ΟΓʹ) Περὶ τοῦ μακελλαρικοῦ ἱπποδρομίου τοῦ λεγομένου
2.175 ΠΖʹ (ΟΗʹ) Ὅσα δεῖ παραφυλάττειν ἐν τῇ ἡμέρᾳ τοῦ τρυγητοῦ ἐν
περιβέβληνται χλανίδια χρυσόταβλα, οἱ δὲ σπαθαροκουβικουλάριοι τὰ σπαθία αὐτῶν. Ἀνοίξαντος δὲ τοῦ παλατίου, οἱ μὲν τοῦ κουβουκλείου ἅπαντες εἰσέρχονται διὰ τῶν διαβατικῶν τῶν Ἁγίων μʹ, ἐκδεχόμενοι ἐκεῖσε τὸν βασιλέα, οἱ δὲ πατρίκιοι καὶ στρατηγοὶ ἅμα τῶν δομεστίκων ἵστανται ἐν τῷ ἡμικυκλίῳ τοῦ Τρικόγχου, ὡς εἴθισται αὐτοῖς. Ὁ δὲ βασιλεὺς δηριγευόμενος ὑπὸ τῶν τοῦ κουβουκλείου, φορῶν σαγίον χρυσοῦν, ἐξέρχεται διὰ τῆς γανωτῆς πύλης τοῦ Τρικόγχου, καὶ δέχονται αὐτὸν ἐκεῖσε πατρίκιοί τε καὶ στρατηγοὶ ἅμα δομεστίκοις, καὶ δηριγευόμενος ἀπό τε τῶν τοῦ κουβουκλείου πρωτοσπαθαρίων βαρβάτων, μαγλαβιτῶν, καὶ λοιπῶν οἰκειακῶν, διέρχεται διὰ τῆς ∆άφνης, ἅπτων, ὡς ἐξ ἔθους, ἐν τοῖς εὐκτηρίοις κηρία, καὶ εἰσέρχεται ἐν τῷ κοιτῶνι τοῦ Αὐγουστέως, ἐκδεχόμενος τὸν καιρόν. Καταλαβόντος δὲ τοῦ καιροῦ, περιβάλλεται χλανίδα διὰ τῶν βεστητόρων λευκὴν χρυσοφεγγῆ, καὶ δηριγευόμενος ὑπὸ τῶν ἀρχόντων τοῦ κου 1.66 βουκλείου, διέρχεται διὰ τοῦ Αὐγουστέως, ἵστανται δὲ ἔξω τῆς πύλης, ἔνθα τὸ βῆλον κρέμαται, πρωτοσπαθάριοι βαρβάτοι, ἠλλαγμένοι, βαστάζοντες σπαθοβάκλια. Καὶ διελθὼν ὁ βασιλεὺς διὰ τοῦ στενοῦ τῆς Χρυσῆς Χειρός, ἀνέρχεται ἐν τῇ χαλκῇ πύλῃ τοῦ Ὀνόποδος, καὶ δέχονται αὐτὸν πατρίκιοι καὶ στρατηγοί· προσκυνησάντων δὲ τῷ βασιλεῖ, νεύει ὁ πραιπόσιτος τῷ τῆς καταστάσεως ἀπὸ κελεύσεως, καὶ λέγει· "Κελεύσατε." Αὐτοὶ δὲ ὑπερεύχονται· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Οἱ δὲ σπαθαροκανδιδάτοι καὶ σπαθάριοι ἵστανται ἔνθεν κἀκεῖθεν, βαστάζοντες τὰ διστράλια αὐτῶν. Καὶ ἀπὸ τῶν ἐκεῖσε δηριγευομένου τοῦ βασιλέως, οἱ μὲν σπαθαροκανδιδάτοι καὶ σπαθάριοι κατέρχονται τὰ γραδήλια τοῦ Κονσιστωρίου, οἱ μὲν τὴν δεξιὰν πύλην, οἱ δὲ τὴν ἀριστεράν, οἱ δὲ πατρίκιοι ἐξέρχονται τὴν μέσην πύλην, καὶ οἱ μὲν ἐκ δεξιῶν κατέρχονται τὰ γραδήλια τῆς δεξιᾶς πύλης, καὶ οἱ ἐξ ἀριστερῶν κατέρχονται τὰ γραδήλια τῆς ἀριστερᾶς πύλης. Ὁ δὲ βασιλεὺς μετὰ τοῦ κουβουκλείου κατέρχεται τὸ πούλπιτον, καὶ ἵσταται ὑπὸ τὸ καμελαύκιον ἐν τῷ πορφυρῷ λίθῳ, καὶ δέχονται αὐτὸν πάλιν ἐν τῷ Κονσιστωρίῳ πατρίκιοι καὶ στρατηγοὶ ἅμα συγκλήτῳ· καὶ προσκυνήσαντες, νεύοντος τοῦ πραιποσίτου τῷ σιλεντιαρίῳ ἀπὸ κελεύσεως, λέγει· "Κελεύσατε." Αὐτοὶ δὲ τό· "Εἰς πολλοὺς καὶ ἀγαθοὺς χρόνους." Ἀπὸ δὲ τῶν ἐκεῖσε δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ τῶν προειρημένων, λέγοντος τοῦ τῆς καταστάσεως κατὰ βάθρον· "Καπλάτε, δόμηνι," διέρχεται διὰ τῶν Ἐκσκουβίτων καὶ τῶν Σχολῶν καὶ τῆς Χαλκῆς, καὶ ἀπέρχεται ἐν τῷ Ἁγίῳ Φρέατι· τὰ δὲ μέρη δέχονται τὸν βασιλέα εἰς τὰς συνήθεις στάσεις σφραγίζοντες, μηδὲν ἕτερον ποιοῦντες, λέγουσιν δὲ οἱ νοτάριοι καὶ οἱ μαΐστορες τοὺς κατὰ τύπον ἰάμβους, ἐν οἷς τόποις εἴθισται 1.67 αὐτοῖς. Ἅψας δὲ κηροὺς ὁ βασιλεὺς καὶ εὐξάμενος, ἐπιδίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ, ὁ δὲ πατριάρχης ἐξελθὼν ἀπαντᾷ τὸν βασιλέα ἐν τῷ Ἁγίῳ Φρέατι· προσκυνήσαντες δὲ καὶ ἀσπασάμενοι ἀλλήλους ὅ τε βασιλεὺς καὶ ὁ πατριάρχης, εἰσέρχονται εἰς τὴν ἐκκλησίαν; ἀπελθόντων δὲ αὐτῶν ἔμπροσθεν τῶν ἁγίων θυρῶν, ὁ μὲν πατριάρχης εἰσέρχεται ἐν τῷ θυσιαστηρίῳ, ὁ δὲ βασιλεὺς ἔμπροσθεν ἑστὼς τῶν ἁγίων θυρῶν εὔχεται κρατῶν κηρούς, καὶ εὐξάμενος ἐπιδίδωσιν αὐτοὺς τῷ πραιποσίτῳ, καὶ εἰσέρχεται εἰς τὸ θυσιαστήριον, καὶ εὐξάμενος προσκυνεῖ τὴν ἁγίαν τράπεζαν, καὶ διέρχεται διὰ τῆς σωλέας μέλλων δὲ ἐξέρχεσθαι τὴν σωλέαν, λαμβάνει παρὰ τοῦ πραιποσίτου κηριολιτανίκιν, καὶ εὐθέως ἄρχονται οἱ ψάλται ἐν τῷ ἄμβωνι τό· "Χριστὸς ἀνέστη." Καὶ δηριγευόμενος ὁ βασιλεὺς ὑπὸ πάντων τῶν κατὰ συνήθειαν, ἐξέρχεται μέσον τοῦ ναοῦ, καὶ ἐξέρχεται διὰ τῶν βασιλικῶν πυλῶν, καὶ διελθὼν τὸν νάρθηκα καὶ τὸν λουτῆρα, κατέρχεται τὰ γραδήλια τοῦ Ἀθύρος, καὶ διέρχεται διὰ τοῦ Μιλίου καὶ τὴν Μέσην, καὶ ἀνέρχεται εἰς τὸν Φόρον, καὶ μέχρι τοῦ κίονος ἀπελθών, ἔνθα καθίδρυται ὁ ναὸς τοῦ Ἁγίου Κωνσταντίνου, ἀνέρχεται ὁ βασιλεὺς τὰ ἔμπροσθεν γραδήλια τοῦ ναοῦ, καὶ ἵσταται ἐκεῖσε, ἐπακουμβίζων τῷ καγκέλλῳ ἐν τῷ δεξιῷ μέρει, καὶ ἡνίκα μέλλει ἀνέρχεσθαι τὰ αὐτὰ γραδήλια ὁ βασιλεύς, δίδωσι τὸ κηρίον αὐτοῦ τῷ πραιποσίτῳ. Οἱ δὲ πατρίκιοι καὶ πάντες οἱ ἄρχοντες ἵστανται κάτω, ἕκαστος αὐτῶν κατὰ τὴν αὐτῶν τάξιν τε καὶ στάσιν, ὡς προείρηται, καὶ καταλαβόντος τοῦ πατριάρχου μετὰ τῆς λιτῆς, διέρχεται μέσον αὐτῶν, καὶ μέλλοντος τοῦ σταυροῦ ἀνέρχεσθαι τὰ γραδήλια, ἔνθα ὁ βασιλεὺς ἵσταται, ἅπτει κηροὺς ὁ βασιλεύς, καὶ προσκυνεῖ τὸν τίμιον σταυρόν, καὶ προσκυνήσας ἐπιδίδωσι τοὺς κηροὺς 1.68 τῷ πραιποσίτῳ, κἀκεῖνος τῷ τῆς καταστάσεως, καὶ πήγνυσιν αὐτοὺς ὁ τῆς καταστάσεως ἐν