1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

1

Tractatus ad Eulogium (sub nomine Nili Ancyrani)

ΤΟΥ ΑΥΤΟΥ ΛΟΓΟΣ ΠΡΟΣ ΕΥΛΟΓΙΟΝ ΜΟΝΑΧΟΝ.

79.1093 ΚΕΦΑΛ. Αʹ. Οἱ τὸν οὐράνιον χῶρον νεμόμενοι τοῖς πόνοις, οὐ τῇ γαστρὶ, οὐδὲ τῇ μερίμνῃ τῶν φθαρτῶν ἀτενί79.1096 ζουσι· καθάπερ οἱ κέρδους ἕνεκα τὰς εὐχὰς ποιούμενοι νομίζοντες πορισμὸν εἶναι τὴν εὐσέβειαν, ἀλλὰ νοερᾷ ὁράσει τῆς τροφίμου τῶν ὑψηλῶν αὐτῆς μεταλαμβάνουσιν ἀκήρατοι θίασοι ἐκ τῆς δόξης τὸ φῶς περιλαμπόμενοι. Καὶ αὐτὸς (ὦ μύστα τῶν ἀρετῶν Εὐλόγιε) τῇ τῶν ὑπερτάτων λαμπηδόνι τὴν ἱερὰν οὐσίαν ἐκτρεφόμενος ταῖς συναγωγαῖς τῶν λογισμῶν τὸν ὄγκον τῆς σαρκὸς ἐπαποδύῃ, εἰδὼς ὅτι ὕλη σαρκὸς, τροφὴ λογισμῶν καθίσταται, ὥσπερ τὰς μεθοδείας τῷ κέντρῳ τῶν πόνων κατειληφὼς, ἐμὲ προχειρίζῃ στόμα σῶν ἔργων κατ' αὐτῶν γενέσθαι, καὶ εἰ μὴ τολμηρὸν ἀγάπης ἐπίταγμα διαῤῥῆξαι, παρητησάμην ἂν τὴν τοιαύτην τοῦ πλοὸς ποντοπορίαν· ἐπειδὴ δὲ πείθεσθαι δεῖ μᾶλλον τοῖς ὁμοψύχοις, οὐκ ἀντιτάσσεσθαι· ἔσο μοι σὺ τὰ πρὸς τὸν Θεὸν, ἵνα μοι δοθῇ λόγος ἐν ἀνοίξει τοῦ στόματός μου, κἀγώ σοι ἔσομαι τὰ τῆς ὑπακοῆς, ἵνα δοθῇ σοι τοῦ σπόρου τοὺς καρποὺς ἀμήσασθαι.

ΚΕΦΑΛ. Βʹ. Πρώτη τῶν λαμπρῶν ἀγωνισμάτων ἐστὶ ξενιτεία, μάλιστα ὅταν πρὸς ταύτην, καὶ μόνος ἐκδημοίης, πατρίδα, γένος, ὕπαρξιν ἀθλητικῶς ἀποδυόμενος ἔμπροσθεν τῶν λαμπρῶν ἑστηκὼς ἀγώνων· ἂν οὕτως ἄρξῃ κατὰ Θεὸν εἰς ἀρχῆς ὁδὸν βαδίζων πίστει διαπύρῳ, καὶ Πνεύματι θεϊκῷ, καὶ τῷ τέλει τῆς ὑπομονῆς σώαν ταύτην ἀποσώζων, πτέρυξιν ἀρετῆς ἔσται περικεχρυσωμένη ψυχὴ τῶν οἰκείων τόπων ἀφισταμένη, καὶ πρὸς αὐτὸν πτῆναι τὸν οὐρανὸν ἐπειγομένη. Ἀλλὰ τῆσδε τὰ πτερὰ τῆς πολιτείας ὁ τῆς κακίας γεννητὴς μηχανᾶται περικόψαι, γῆς, ἀφ' ἧς ἐξελήλυθε τὸ γένος ἐσοπτρίζων, ἐν ταῖς κατ' ἀῤῥωστίαν μάλιστα ἐπισυμβαινούσαις εἰσβολαῖς· καὶ ἐν μὲν τῇ ἐνδημίᾳ τῆς θερμοτάτης ἐκδημίας ὑπαναχαιτίζει πρὸς ὀλίγον ἕως τὴν ψυχὴν περὶ τὰς θλίψεις καταμάθοι ναυτιῶσαν καὶ τότε τὴν τῶν λογισμῶν νύκτα ἐπιφερόμενος ὁ νυκτικόραξ ἐπισκοτεῖ τῇ ψυχῇ τῆς τῶν κρειττόνων ἀκτῖνος. Εἰ δὲ κατὰ μόνας παρατάττοιτο ἐν τῇ τῆς ἐρημίας παλαίστρᾳ, καὶ τύχῃ τὸ σῶμα ὑπὸ ἀῤῥωστίας τρωθῆναι τοσούτῳ μᾶλλον χαλεπὴν ἐπιδείκνυσι τῇ ψυχῇ τὴν ξενιτείαν. οὐκ ἐν τόπῳ, ἀλλ' ἐν τρόπῳ κατορθοῦσθαι τὰ τῶν ἀρετῶν ὑποβάλλων, καὶ ὅτι παράκλησιν ἔχων οἴκοι τὴν ἀπὸ γένους, ἐκεῖσε τὰ τῆς ἀποτάξεως ἆθλα ἀκόπως εἶχε διασώζειν· ἔνθα καὶ τῆς ἀσθενείας προσηνὴς ὑπηρεσία, καὶ οὐχ ὡς νῦν κακουχία, καὶ ἐπώδυνος λειποθυμία· ἐν τῷ καὶ μάλιστα ἐκ τῆς ἀδελφότητος σπανίσαι τὴν τῆς φιλοξενίας σπουδήν· διὸ καὶ μάλιστα, Ἄπιθι, φησὶ, χαρὰν τῷ σῷ γένει, καὶ δόξαν σαυτὸν ἀποκομίζων, οἷς καὶ τὸ πένθος ἀφόρητον καταλέλοιπας ἀσυμπαθῶς· οἱ πολλοὶ γὰρ, καὶ πατρίδα μὴ φυγόντες, ἐκ μέσου τοῦ γένους εἵλοντο τὴν ἀρετήν. Ἀλλ' ὁ τὴν πορφύραν τῶν θλίψεων ἐν τῇ παρατάξει τῆς ξενιτείας περιβεβλημένος, καὶ τῶν κόπων τὰς ἐλπίδας περιεστεμμένος πίστει, ὑπομονῇ 79.1097 τῆς εὐχαριστίας τῶνδε τῶν λογισμῶν τὰς νιφάδας ἐκ τῶν ἐκτὸς ἐκτινάσσει, καὶ ὅσῳπερ ὑποστρέφειν τὴν καρδίαν διορύττουσι, τοσοῦτον ἔτι μᾶλλον καταψάλλωμεν αὐτῶν· «Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ·» καὶ γὰρ ὀνειδίζοντες θλίβουσι, καὶ τραπῆναι κολακεύουσιν, ἵνα τῆς προθέσεως