1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

14

ΚΕΦΑΛ. ΚΗʹ. Καὶ ὅτι μοχθηρᾶς δουλείας ἡ ἐλευθερία ἰσόζυγος οὐ τυγχάνει, εἰσβάλλουσι γὰρ μάλιστα, καὶ περαιτέρω τούτων, ἵνα αὐθάδη τὸν ὑπεξούσιον ποιήσαντες, εὐχερῶς εἰς τὰς ὕλας περιπείρωσι· τοὺς μὲν γὰρ καὶ διὰ τούτων τῆς πατροσύνης χωρίσαι σπουδάζουσι, τοὺς δὲ καὶ δι' ἑτέρων. Ἔργασαι, καὶ κτῆσαι, καὶ ξένισαι, ἔνδον ἐπᾴδοντες, ὅπως ὄνομα καλὸν σεαυτῷ περιποιήσῃ· ἀπὸ γὰρ τῶν δῆθεν καλῶν τὰ ζιζάνια τῆς πονηρίας τὸ κατὰ μέρος ἐνσπείρουσι, καὶ παρὰ μὲν τὰς ἀρχὰς ἀφιᾶσιν αὐτὸν τῇ κενοδοξίᾳ ἐγγλυκαίνεσθαι, καὶ νήφειν τῇ συνεχεῖ νηστείᾳ, καὶ προθύμως ἀνίστασθαι ἐν ταῖς προσευχαῖς, καὶ ἐν ταῖς συνάξεσιν, ὡς ἵνα λογίζηται, ὅτι Ὑπεξούσιος ὢν τοιοῦτος οὐκ ἐτύγχανον· ἐκεῖ γὰρ καὶ ὕβρεις, καὶ λύπαι, καὶ ταραχαὶ, ἐνταῦθα δὲ εἰρήνη, καὶ γαλήνη, καὶ χαρὰ, ἐκεῖ Πατρὸς αὐστηρία, καὶ φόβος, καὶ ἐπιπληξία, ἐνταῦθα δὲ ἀμεριμνία, καὶ ἀφοβία, καὶ ἀπληξία. Καὶ οὕτω ἐν τοῖς τοιούτοις κλέψαντες αὐτοῦ τὸν νοῦν ὑφαρπάζουσιν· ἄφνω δὲ ἐπιστάντες ὕπνῳ ὑπερορίῳ τὴν ψυχὴν φόβῳ ῥαντίζουσι, καὶ τὰς συνάξεις ἀμελείᾳ καὶ ἀκηδίᾳ ὑπεκκόπτουσι, καὶ τὴν ξενοδοχίαν ὄχλησιν εἶναι ὑπομνηματίζουσι, καὶ πάντα μάγγανα τῆς κακίας ἐπάγουσιν, ἵνα τὴν ἀκηδίαν αὐτῷ προσρίψαντες, καὶ πρὸς αὐτὸν τὸν βίον μῖσος ἐργάσωνται, καὶ οὕτω γυμνὸν αὐτὸν τῶν 79.1132 ἀρετῶν στήσαντες τοῖς ἀγγέλοις δειγματίσωσι. Ποτὲ μὲν οἱ δαίμονες διὰ τῶν λογισμῶν τοὺς πόνους μεγαλύνουσι, ποτὲ δὲ τούτους εὐτελίζουσιν ὡς μηδὲν ἀνύοντας, ἵνα ὅπου μὲν ἀπόνοιαν ἐνθήσωσιν, ὅπου δὲ ἀπόγνωσιν ἐνσπείρωσι. Τοῖς γὰρ μὴ καμπτομένοις χαυνῶσαι, τοὺς πόνους μεγαλύνουσιν, ἵνα ἀπόνοιαν ἐνθήσωσι, τοῖς δὲ ἀπονοίᾳ κάμπτεσθαι μὴ πειθομένοις, οὐδὲν πλέον, ἀλλ' ἢ τοὺς πόνους ἐπᾴδουσιν ἀνύειν, ἵνα χαυνώσαντες, ἀπόγνωσιν ἐνσπείρωσιν.

ΚΕΦΑΛ. ΚΘʹ. Ὅταν οὖν οἱ λογισμοὶ τοὺς πόνους μεγαλύνωσι, τούτους

ἀποπτύοντες, τὴν ψυχὴν εὐτελίζωμεν, ὅταν δὲ πάλιν τοὺς πόνους σμικρύνωσιν ὡς μηδὲν ἀνύοντας, ἡμεῖς, ὅση δύναμις, τὰ ἐλέη Χριστοῦ μεγαλύνωμεν· ὅσον γὰρ ἐπὶ πλεῖον σκληραγωγεῖς σου τὸ σῶμα, τοσοῦτον διερευνᾷς σου τὸ συνειδός. Ἐπίγνωθι σαυτὸν, ἐπαισθανόμενον τῶν ἐν κρυφῇ τῶν λογισμῶν διαρπαγῶν, μήπως ἀναισθήτως φερόμενοι περὶ τὰς κρυπτὰς αὐτῶν λῃστείας σκιασθῶμεν, μόνῃ τῇ σκληρουχίᾳ τρυγᾷν τὰς ἀρετάς. Οὕτω γάρ τινες φαντασθέντες, τῶν φρενῶν ἐξετινάχθησαν ὡσεὶ ἀκρίδες, τῶν δαιμόνων φαντασιοκοπούντων, καὶ τὰς ὁράσεις παραφερόντων, ἐσθ' ὅτε δὲ, καὶ δειλίᾳ τὴν ψυχὴν διαρπαζόντων. Τινὶ τῶν ἀδελφῶν ἐγρηγορότι νύκτωρ φοβερὰς φαντασίας ἐξετύπουν οἱ δαίμονες, οὐ μόνον τῷ ἔξωθεν ὄμματι, ἀλλὰ καὶ τῷ ἔσωθεν βλέμματι, ὥστε μερίμνῃ τῆς ἐπιούσης νυκτὸς τὸν νοῦν ἀγωνιῶντα κινδυνεύειν τὴν τῶν φρενῶν διαρπαγὴν, καὶ ἐπὶ πλείους νύκτας ὁ πόλεμος τῇ ψυχῇ ἀφίπτατο, ὁ δὲ κινδυνεύων ἔνδον κατέχειν τὸν ἡγεμόνα τῶν φρενῶν ἐβιάζετο, τῷ τῆς εὐχῆς δοτῆρι τὴν ψυχὴν ἀποκρεμνῶν, καὶ τὰς πράξεις τῶν πταισμάτων καθ' ἑαυτοῦ προφέρων εἰσιδεῖν ἑαυτὸς ἠγωνίζετο· ἔπειτα καὶ τῇ πυρᾷ τῆς κρίσεως τὴν ψυχὴν περισπῶν ἐξεφόβει, ἵνα φόβῳ φόβον συγκρούσας τὴν δειλίαν ἀποκρούσηται, ὥσπερ οὖν καὶ γέγονεν, ὡς ἔφησεν ὁ πεπονθὼς τὸν πόλεμον. Τῶν γὰρ δαιμόνων πολυτρόπως τὴν ψυχὴν ἐκφοβούντων, ὁ κάμνων τῇ εὐχῇ τὸν Θεὸν ἐπεζήτει, ἐκείνων δὲ ταῖς φαντασίαι; τὴν ψυχὴν περισπώντων, οὗτος τῶν πταισμάτων τὸν ὄγκον ἀναλέγων, τῷ παντεπόπτῃ Θεῷ ἐπεδείκνυε· τῶν δὲ πάλιν τῆς εὐχῆς τὸ ὄμμα κατασπώντων, ἐκεῖνος τὸν φόβον τῆς κρίσεως ἀνταμείψας, τὸν φόβον τῶν φαντασμάτων ἐξηφάνισε· τὸ γὰρ ἕτερον μέρος τοῦ φόβου πλεονάσαν τοῦ ἄλλου, τῆς πλάνης σὺν Θεῷ περιεγένετο· τῇ γὰρ μνήμῃ τῶν ἁμαρτημάτων ἡ ψυχὴ ταπεινωθεῖσα καὶ τῷ φόβῳ τῆς κρίσεως διυπνισθεῖσα, τὰ φόβητρα τῶν δαιμόνων ἐκ τῶν ἐντὸς ἀπεφύσησε· τὸ δὲ πᾶν τῆς ἄνωθεν χάριτος γέγονε, τῶν μὲν δαιμόνων