1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

11

ὁ μὲν τῆς ἀσελγείας δαίμων τῷ τῆς ἀσκήσεως ἀγωνιστῇ τὰς ῥυπαρίας ἄφνω ἀκοντίσας ἐφάλλεται ὀξέως, τῆς διαπύρου τῶν πόνων δᾳδουχίας τὴν θέρμην μὴ φέρων, τῷ δὲ τῆς ἐγκρατείας χαυνωθέντι κολακείᾳ ἡδονῶν τὸ κατ' ὀλίγον ἐπιβατεύει συνομιλεῖν τῇ καρδίᾳ, ἵνα ἐξαφθεῖσα ταῖς κακίαις διαλεχθῇ καὶ αἰχμαλωτισθῇ, καὶ τὸ τῆς ἁμαρτίας μῖσος εἰς πέρας ἀγάγῃ. Ὁ δὲ τῆς κενοδοξίας πλάνος δημοχαρὴς τυγχάνων παρεσκιασμένως ἐφίσταται τῇ ψυχῇ τῶν ἐθελοπόνων τὴν δι' ὧν πόνων ἐργάζονται δόξαν ἐν αὐτοῖς θηρώμενος. Εἴ τις οὗν βούλοιτο σὺν Θεῷ τούτων περιγενέσθαι, λεπτυνέτω τὴν σάρκα κατὰ τῆς πορνείας, ταπεινούτω δὲ τὴν ψυχὴν κατὰ τῆς κενοδοξίας. Οὕτω γὰρ ῥᾳδίως τοῦ μὲν τὴν ματαίαν δόξαν ἐξώσομεν, καὶ Θεῷ εὐαρεστήσομεν, τοῦ δὲ τὰς ἀκαθάρτους φαντασίας φυσήσομεν, καὶ καθαρὰν ἡδονῶν τὴν καρδίαν ποιήσομεν. Χαλεπώτατόν ἐστι συνηθείᾳ ἡδονῶν συνθάπτεσθαι τὴν καρδίαν, καὶ πολλῶν χρεία κόπων τὴν νομὴν κακῶν εἰς ἄκρον ἐκκόψαι. Μὴ οὖν ταῖς ἡδοναῖς τὸν λογισμὸν συνομιλεῖν ἐθίσῃς· ἐν γὰρ συλλόγῳ κακῶν ἐκκαίεται πῦρ οὕτω γὰρ ἐκθερμαίνοντές σε, λογίζεσθαι ποιοῦσι κόπον εἶναι τὴν πυρὰν τῆς φύσεως κρατῆσαι, καὶ ὅτι πολὺς ὁ τῆς ἐγκρατείας βίος, ἀναφέρουσι δέ σοι καὶ μνήμας ὧν σε νύκτωρ φαντάζουσιν αἰσχρῶν, μορφάζοντές σοι πυρωτικὰ τῆς πλάνης εἴδωλα, εἶτα καὶ σφοδρότερον ἐν τῇ σαρκὶ ἐξάψαντες τὸν πυρετὸν τῷ νόμῳ τῆς ἁμαρτίας γνωμοδοτοῦσί σοι ἔνδον, ὅτι οὐκ ἰσχύεις κατασχεῖν τὴν τῆς φύσεως βίαν, κἂν σήμερον ἁμαρτήσῃς δι' ἀνάγκην, ἀλλ' αὔριον μετανοήσεις διὰ τὴν ἐντολήν. Φιλάνθρωπος γὰρ ὁ νόμος, καὶ συγχωρῶν ἁμαρτίαν τοῖς μετανοοῦσι. Καὶ φέρουσί τινας τῶν μετ' 79.1124 ἐγκρατείας πταισάντων, καὶ πάλιν μετανοησάντων· ἵνα ἐκ τούτων πιθανοποιήσωσι τῆς ἑαυτῶν ἀπάτης τὴν συμβουλήν· ὅπως τῇ ἀντιστρόφῳ μετανοίᾳ ψυχὴν ἀνακαλέσαντες, τὸν ναὸν τῆς σωφροσύνης πορνεῖον ποιήσωσιν. Οὕτως ὑποσυρίζουσιν οἱ δίγλωττοι τὸν λογισμὸν ὄφεις ἐν τῶ κινουμένῳ τῆς καρδίας ἐργαστηρίῳ.

ΚΕΦΑΛ. ΚΓʹ. Σὺ δὲ, ὦ τῆς ἐγκρατείας ἄνθρωπε, μὴ προφάσει πάλιν μετανοίας

δελεάζου ἐλπίσιν ἀδήλοις, πολλοὶ γὰρ πεσόντες εὐθὺς ἀνηρπάγησαν, ἕτεροι δὲ ἀναστῆναι οὐκ ἴσχυσαν τῇ τῶν ἡδονῶν συνηθείᾳ ὡς ὑπὸ νόμον δεθέντες. Τί γὰρ οἶδας, ἄνθρωπε, εἰ ζήσεις, ἵνα καὶ μετανοήσῃς, ὅτι χρόνους ζωῆς ἑαυτῷ ὑπογράφεις; Κἀνταῦθα πταίων, τῇ σαρκί σου χαρίζῃ, δέον μᾶλλον χαρίσασθαι σεαυτῷ θανάτου τὴν μνήμην καὶ ἵνα ζωγραφῇ σου τῇ καρδίᾳ τὴν φοβερὰν τῆς κρίσεως δίκην, εἴ πως δυνηθείης τὸ πυρεταῖνον τῆς σαρκὸς φρόνημα κατασβέσαι· οὐ γὰρ ἄλλως κατασβέσεις τὰ πάθη, πρὶν ἢ τῇ σαρκί σου συγκεράσῃς τοὺς τῆς ἀνασκευῆς αὐτῶν πόνους. Οὔτε μὴν ψυχικὰ, πρὶν ἢ τῇ καρδίᾳ ἐξομβρήσεις τοὺς καρποὺς τῆς ἀγάπης. Τὰ μὲν σωματικὰ πάθη ἐκ τῶν φυσικῶν τῆς σαρκὸς τὴν ἀρχὴν λαμβάνει, καθ' ὧν καὶ ἡ ἐγκράτεια, τὰ δὲ ψυχικὰ ἐκ τῶν ψυχικῶν τὴν κύησιν ἔχει, καθ' ὧν καὶ ἡ ἀγάπη. Ἡ ἀγάπη ἀπαθείας ἐστὶ συνάφεια, παθῶν δὲ ἀπαλοιφὴ, τὴν μακροθυμίαν προφέρουσα, καὶ τὸν ζέοντα θυμὸν καταψύχουσα, τὴν ταπείνωσιν προβάλλουσα, καὶ τὴν ὑπερηφανίαν καταφέρουσα. Ἀγάπη ἔχει μὲν ἴδιον οὐδὲν πλὴν τοῦ Θεοῦ· αὕτη γάρ ἐστιν ὁ Θεός. Ὁ εἰς τὴν φαιδρὰν τῶν μοναχῶν σύγκλητον νεοπαγὴς τυγχάνων, ἀπωθείσθω τοὺς λογισμοὺς τοὺς προσιόντας αὐτῷ εὐφημίας ἀπὸ τῆς συγγενείας, ἵνα μὴ τὸν ἐξ ἀνθρώπων ἔπαινον, ἀλλὰ τὸν ἐκ τῶν ἐντολῶν μακαρισμὸν ἐπιζητοίη. Τῶν δὲ τὰς δειλίας εἰσβαλλόντων δαιμόνων καταθαρσείτω· οὐ γὰρ ἐλάβετε πνεῦμα δειλίας πάλιν εἰς φόβον· πνεύματι δειλίας ἑαυτὸν μὴ καταπτησσέτω, μήτε τοὺς νυκτερινοὺς κτύπους τῶν δαιμόνων τρεμέτω, ὁπόταν οὔτε κατὰ χοίρων ἔχωσιν ἐξουσίαν. Ἐν ταῖς ὀψιναῖς οὖν ἐξελθὼν τῆς κέλλης, μὴ θροείσθω, καὶ φεύγων ἀνόπιν εἰσπηδάτω, ὡς τῶν δαιμόνων δῆθεν κατατρεχόντων, ἀλλὰ κλίνας τὰ γόνατα