1
In Gregorii Nazianzeni sententias
Τοῦ σοφωτάτου μεγάλου λογοθέτου κυροῦ Γεωργίου τοῦ Ἀκροπολίτου ἑρμηνεία τῶν θεολογικῶν ῥητῶν τοῦ τε «ἔστι γὰρ καὶ τὸ ἓν στασιάζον πρὸς ἑαυτὸ πολλὰ γίνεσθαι» καὶ τοῦ «μονὰς εἰς δυάδα κινηθεῖσα μέχρι
τριάδος ἔστη.»
1 Πολλοὶ μὲν καὶ ἄλλοι τῶν φίλων, ὦ θειότατε καὶ σεβασμιώτατέ μοι κεφαλή, εἰς λόγους ἐλθεῖν ἡμᾶς κατηνάγκασαν καὶ τὸ περὶ φιλοσοφίαν φιλότιμον παρ' ἑαυτοῖς ἐπιδείξασθαι, κἀντεῦθεν καὶ λόγους παῖδας ἡμεῖς εἰς φῶς προηγάγομεν. ἀλλ' ἐν ἐκείνοις μὲν λόγοις καὶ μόνον φιλίας συνδούμενοι καὶ τὸν φίλιον εὐλαβούμενοι ἀπεπληροῦμεν τὰ κελευόμενα· ὅπου δὲ πατρικὴ σχέσις καὶ ὑπερκειμένη τῶν ἄλλων στοργή, πῶς οὐκ ἂν εὐπειθέστεροι περὶ τὰ προσταττόμενα διατεθείημεν; ἀμέλει τοι τῷ σῷ χειραγωγούμενοι πνεύματι, μᾶλλον δὲ τῷ κοινῷ τε καὶ θείῳ, ἐξ οὗ πᾶσα γνῶσις ἀληθινὴ πρὸς τοὺς ἀληθείας ἐπιφεφοίτηκεν ἐραστάς, ὡς ἐξὸν τεθαρρηκότες περὶ τοὺς λόγους χωροῦμεν καὶ τὰς λύσεις τὰς ἁρμοττούσας τοῖς τοῦ θεολόγου Γρηγορίου ῥητοῖς, καθὼς αὐτός περ ἠξίωσας, σαφηνίσαι σοι βεβουλήμεθα.
2 ∆ύο δὲ τὰ ἀπορήματα τυγχάνει ἐπὶ δυσὶ δὲ ῥητοῖς, τῷ τε φάσκοντι «μονὰς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος ἔστη» καὶ τῷ λέγοντι «ἔστι μὲν ὅπου καὶ τὸ ἓν στασιάζον καθ' ἑαυτὸ πολλὰ γίνεσθαι». ἀλλὰ τὸ μὲν προσρημένον ἀπόρημα ὀλίγης τινὸς παραμυθίας δεόμενον, ὡς προϊόντες ἐροῦμεν, διὰ μικρῶν σαφηνίσομεν· τὸ δ' ἄλλο πολλῆς τινος καὶ ποικίλης καὶ ὑψηλοτέρας ὡς οἶμαι δεῖται τῆς σαφηνείας. περὶ τούτων καὶ γὰρ ἐν μείραξιν ἔτι τελῶν καὶ τῷ θεσπεσίῳ ἐκείνῳ ἀνδρὶ τῷ φιλοσοφωτάτῳ Βλεμμύδῃ, ἡνίκα παρ' αὐτῷ ἐφοίτων, ἐκοινολογησάμην, ἀλλ' οὐδέν τι μοι εἶχεν εἰρηκέναι σαφῶς· ἀλλ' ἅπερ καὶ ἄλλοι τὰ τοῦ πατρὸς ἐξηγούμενοι-λέγω δὲ τὸν μέγαν ἐν τοῖς λόγοις Μάξιμον καὶ τοὺς μετ' αὐτὸν-εἰς πλάτος ἢ καὶ κατὰ σχολὴν διασαφοῦντες εἰρήκεσαν, ἐκεῖνά μοι καὶ αὐτὸς πρὸς τὴν ἀπορίαν ἐφθέγγετο. ἀλλ' ἐπείπερ αὐτὸς τῶν τῆς φιλοσοφίας ἡψάμην ὀργίων τῷ τε θειοτάτῳ συνῆλθον Πλάτωνι καὶ τῷ μουσολήπτῳ Πρόκλῳ, ἔτι τε μὴν τοῖς ἐνθεαστικωτάτοις ἀνδράσιν Ἰαμβλίχῳ τε καὶ Πλωτίνῳ καὶ τοῖς λοιποῖς, οὓς οὐ καιρὸς καταλέγειν, ἐποδηγήθην πρὸς τὴν διάγνωσιν τοῦ ῥητοῦ. ἀμέλει τοι καὶ σαφηνίσαι τοῦτο προήχθην ταῖς σαῖς θαρρήσας εὐχαῖς, σὺ δὲ ἵλεως ἡμῖν εἴης ὑπὲρ τὰ ἐσκεμμένα τετολμηκόσι πηδᾶν, οἵπερ τὸ τῆς ζωῆς πλοῖον ἐν πολιτικοῖς ἔχοντες πράγμασιν ἀπηναιδευμένως οὕτω περὶ τὰ θεῖα φερόμεθα καὶ τὰ ὑπὲρ ἡμᾶς ἐξετάζειν ἐθέλομεν, ἃ μόνοις ἐφεῖται τοῖς ὑπὲρ τὴν ὕλην γεγενημένοις καὶ ὑπερανῳκισμένοις τῶν ἡδονῶν. ἀλλ' ἡμεῖς μὲν οὐχ οὕτως· ἀλλὰ μόνον ὑπακοῇ χρώμενοι πληροῦμεν τὰ ἐντελλόμενα.
3 Ἤδη οὖν ἀρκτέον τῆς τῶν ῥητῶν σαφηνείας καὶ πρῶτον μὲν τοῦ λέγοντος «ἡ μονὰς ἀπ' ἀρχῆς εἰς δυάδα κινηθεῖσα μέχρι τριάδος ἔστη». δόξειε μὲν ἄν τισιν οὐκ εὔλογα λέγειν τὸν τὰ τοιαῦτα θεολογοῦντα, πρῶτον μὲν ἐν οἷς φησι τὴν μονάδα εἰς δυάδα κινηθῆναι. καὶ γὰρ εὐχερῶς ἄν τις αὐτὸν ἔροιτο· «πότερον ἄρα φῄς, ὡς ἦν ἐν στάσει πρότερον ἡ μονάς, εἶτα δῆτα κινητικήν τινα προσλαβοῦσα δύναμιν ἐναντίαν τῇ πρώτῃ οἷον εἰπεῖν στατικὴν οὕτω τῆς κινήσεως κεκίνηται εἰς δυάδα κἆτα δὴ εἰς τριάδα, κἀντεῦθεν ἑτέραν προσειληφυῖα δύναμιν ἔστη, ἢ οὖσα μονὰς κινουμένη διηνεκῶς εἰς δυάδα καὶ μέχρι τριάδος βαδίζουσα, ὡς μεταιχμίου τινὸς ἐν δυάδι τυγχάνοντος, τὴν στάσιν εὕρηκεν ἐν αὐτῇ, τῆς μὲν μονάδος ἐχούσης τὴν κινητικήν,