1

 2

 3

 4

 5

 6

3

πάντη γε ἄχρονόν τε καὶ ἄφθαρτον, προληπτικὸν ὂν τῶν μετ' αὐτὸ καὶ παρ' αὐτοῦ γινομένων καὶ προαγωγὸν τῶν δυνάμεων ὧν ταῦτα μετέχει. εἰ γοῦν ἔστιν ἐνταῦθα ὄν, ἔστι τι τὸ προόν· καὶ εἰ ἔστιν αἴσθησις, ἔστι τι προαισθό μενον ἢ μᾶλλον ὑπεραισθόμενον· καὶ εἰ ἔστιν ἐνταῦθα νοῦς, ἔστι τι τὸ προνοοῦν ἢ καὶ ὑπερνοοῦν. διὰ ταῦτα ἔστι θεός· οὕτω γὰρ τὸ πρώτως ὂν παρὰ πᾶσιν ὠνόμασται. ἤδη γοῦν καὶ ἡμῖν ἁπλουστάτως καὶ αἰσθητικῶς μόνον οὐχὶ ἀποδέδεικται ὡς ἔστι θεός· οὐ γὰρ ἄν ποτε συσταίη τι μὴ ἀρχὴν ἔχον τινά, ἐξ ἧς οὐσιωθείη καὶ μετάσχῃ δυνάμεως.

6 Ἐπεὶ γοῦν ταῦτα καλῶς ἡμῖν εἴρηται, ἰτέον ἐπὶ τὴν ἀπορίαν καὶ διαλυτέον αὐτήν. κίνησιν μὲν κυρίως ἐν τοῖς θείοις οὔ φαμεν, ἀλλ' οὔτε στάσιν· τοῖς καθ' ἡμᾶς ἁρμόττει ταῦτα καὶ ὑπὸ αἴσθησιν. τῆς γὰρ κινήσεως ἑξαχῆ λεγομένης, κατὰ γένεσιν καὶ φθοράν, κατὰ αὔξησιν καὶ μείωσιν, κατά τε ἀλλοίωσιν καὶ τὴν ἐκ τόπου εἰς τόπον μετάβασιν, οὐδε μίαν ἐκ τούτων εὑρίσκομεν τῷ προαιωνίῳ ὄντι προσήκουσαν. πόρρω γὰρ γενέσεως τὰ θεῖα καὶ τῆς ἑπομένης ταύτῃ φθο ρᾶς, αὔξει τε οὐδαμῶς τὰ θεῖα, ἀλλ' οὐδὲ μείωσιν πάσχει, οὔτε μὴν ἀλλοιοῦται, ἀναλλοίωτα γὰρ ταῦτα πάντη, ἀλλ' οὐδὲ μεταβάλλει ἐκ τόπου εἰς τόπον, ὑπὲρ τόπον γὰρ ὡς καὶ ὑπὲρ χρόνον καθέστηκεν. ἀλλὰ τὴν μεταβατικὴν γνῶσιν, καθ' ἣν τὸ πρώτως ἐγνώκαμεν ὄν, κᾆτα δὴ τὰ ἐξ αὐτοῦ, ταύτην φαμὲν κίνησιν, καὶ τὴν εἰς τὸ πρόσω μὴ μετα βαίνουσαν εἰρήκαμεν στάσιν. μονάδα γοῦν φαντασθέντες τὸ πρῶτον, εἶτα δὴ οὐκ ἄγονον ἐννοήσαντες, εἰς δυάδα οἷον τῇ φαντασίᾳ ταυτηνὶ κεκινήκαμεν. ἐντεῦθεν προχωρήσαντες εἰς τριάδα ἔστημεν, τοῖς ὑπὲρ τούτων λογίοις ἑπόμενοι, μὴ περαιτέρω κινοῦντες ταῖς νοήσεσι τὰ ἀκίνητα. ἀκίνητον γὰρ μόνως τὸ θεῖον, πάντα δὲ ὑπ' αὐτοῦ κινεῖται· ἅπαν γὰρ κινούμενον ὑπὸ τοῦ ἐθέλειν κινεῖσθαι, καὶ τοῦτο εἰ κινοῦν κινεῖται, ὑφ' ἑτέρου πάλιν ἀνάγκη κινεῖσθαι, καὶ οὐκ ἂν σταίημεν ἀπειράκις ταῦτα ὑποτιθέμενοι, εἰ μὴ εἴς τι ἀκίνητον καταντήσαιμεν, ὃ κινοῦν οὐ κινούμενον. τοῦτο δὲ τὸ πρῶτον πέφυκεν ὄν, ἐπείπερ ἡ φύσις κινοῦσα τὰ σώματα ὑπό του ἄλλου κινεῖται· ψυχὴ γὰρ τὴν φύσιν κινεῖ καὶ ταύτην ὁ νοῦς, τοῦτον δὲ αἱ κρείττους δυνάμεις καθ' Ἕλληνας, ταύτας δὲ τὸ πρῶτον αἴτιον καὶ ἡ ἄρρητος ἐκείνη καὶ παντουργικὴ δύναμις.

7 Ἐπεὶ οὖν τὰ περὶ κινήσεώς τε καὶ στάσεως τῶν ἐπὶ τῆς θείας φύσεως λεγομένων καθ' ὅσον ἔδει διασεσαφήκαμεν, ἐπὶ τὴν ἑτέραν ἀπορίαν ἰτέον ἡμῖν τὴν λέγουσαν «ὡς ἔστιν ὅτε καὶ τὸ ἓν στασιάζον πολλὰ γίνεσθαι»· κἀντεῦθεν διὰ τῆς τοῦ ῥητοῦ λύσεως γνωστὸν ἡμῖν γένοιτο, πῶς ἡ μονὰς οὐ μέχρι δυάδος ἔστη, ἀλλ' οὐδὲ τριάδος περαιτέρω προσέβη. καὶ πρῶτον μὲν ἀπορητέον οὕτως. εἴπερ ἔστι τι κυρίως ἕν, μὴ ἔκ τινος ἢ ἔκ τινων εἰς ἑνοειδῆ τινα φαντασίαν συντεθὲν ἀλλ' ἐν τῷ ἑνὶ τὴν οὐσίαν ἔχον, πῶς μένον ἓν ὅπερ ἐστὶ στασιάσειε; καὶ μὴ μένον ἕν, εἰς δύο δὲ ἢ τρία ἠριθμημένον, πῶς ἂν ἀστασίαστον μένοι καὶ τὸ οἰκεῖον ἐς ἀεὶ διαφυλάξειεν εἶδος; ἡ γὰρ πρὸ τῆς τριάδας δυὰς αἰτία στάσεως. γρῖφος οὖν ὁ λόγος δοκεῖ καὶ αἰνιγματώδης, ὡς οἶμαι, εἴπερ τὸ μὲν εἰς δύο ἢ καὶ τρία ἠριθμημένον οὐ στασιάσει, τὸ δὲ ἓν κυρίως τυγχάνον ἓν προσδέξαιτο στάσιν, ὃ καὶ τὰ εἰς ἀριθμὸν πεσόντα δι' αὐτοῦ μετοχήν, ἔστ' ἂν αὐτοῦ μετέχῃ, ἀστασίαστα διατηρεῖ καὶ σώζει, ἐπὰν δὲ ἐκ σταίη ταῦτα τουτουὶ στασιάσαντα, τὴν φθορὰν πάσχει καὶ τὴν ἀπὸ τοῦ ἑνὸς ἐκτροπήν.

8 Ἔστι μὲν οὖν, ὡς τοῖς πᾶσι θεολόγις ἠκρίβωται καὶ καθὼς ἡμῖν προηγουμένως διασεσάφηται, τὸ πρῶτον ὄν. πᾶσι δὲ λέγω Χαλδαίοις, Αἰγυπτίοις, Ἰνδοῖς, αὐτοῖς Ἕλλησιν, ἁπαξαπλῶς τοῖς ὁπωσοῦν ἁψαμένοις θεολογίας καὶ βεβουλημένοις διαλεχθῆναι περὶ θεοῦ τοῦτο γοῦν τὸ ὂν καὶ δημιουργικὸν καθω μολόγηται αἴτιον. πάντα γοῦν ἐξ αὐτοῦ, τά τε ἄυλα εἰδη τά τε ἔνυλα. καὶ τὰ μὲν ἄυλα ἔγγιστά που τῆς αὐτῆς καθειστήκει φύσεως, εἰ καὶ κατὰ τὸν δημιουργικὸν