1

 2

 3

 4

 5

 6

2

τῆς δὲ τριάδος ἵν' εἴπω τὴν στατικήν; ἀλλὰ καὶ ἐν ἀμφοῖν τοῖν λόγοιν ἄτοπα ἄττα ἀκολουθεῖ. εἰ μὲν γὰρ ἔστι τις ἀρχὴ τῆς μοναδικῆς κινήσεως, ἔσχε τὸ θεῖον ἀρχήν, ἀλλὰ καὶ πάθος, τὴν κίνησιν, εὕρηκε καὶ ἀκούσιον ἔσχηκε στάσιν, καὶ ὡς ἐπὶ δράματος ἡμῖν ἀνεφάνη θεός, ἀρχὴν λαβὼν καὶ πάθους μετασχὼν καὶ τῆς πρόσω φορᾶς ἀκουσίως ἱστάμενος. οὗ τί ἂν εἴη γελοιωδέστερον; εἰ δὲ ἀπείρως τῆς μονάδος κινουμένης ἔξωθεν ἐπῆλθέ τις δύναμις, ἀναχαιτίζουσα μὲν αὐτὴν τῆς ὁρμῆς, εἰς διαίρεσιν δὲ καὶ ἀριθμὸν ἐπάγουσα καὶ τῆς πρόσω φορᾶς τῆς μοναδικῆς κωλύουσα, καὶ πάλιν ὡς ἐπὶ σκηνῆς εὑρέθη ἄλλος θεός, τοῦ ἐν τῇ μονάδι τῇ ἀπείρως καὶ πρώτως κινουμένῃ θεωρουμένου καὶ οἷον εἰπεῖν μὴ ἱσταμένου τοῦ μοναδικοῦ χύματος ἐναντίος τε ἅμα καὶ ἰσχυρότερος. ἀλλὰ καὶ τοῦτο δὴ ἀτοπώτατον δύο πρώτους καὶ ἐναντίους στῆναι θεούς.»

4 Ὅτι μὲν οὖν ἔστι θεὸς παρὰ πᾶσι σχεδὸν ὡμολόγηται, Ἕλλησί φημι καὶ βαρβάροις· Ἐπίκουρος γὰρ ἀποπεμπέσθω τοῦ λόγου καὶ εἴ τις ἕτερος ἄθεος, αὐτόματον δοξάζων καὶ τυχὸν ἢ ἄλλο τι παραλήρημα. ἀλλ' ὅτι μὲν ἔστι θεός, πάντες οἰδασιν· ἀπόδειξιν δὲ τοῦ εἶναι θεὸν οὔτε τις δεδύνηται οὔτ' ἂν δυνηθείη ποιήσασθαι. αἱ γὰρ ἀποδείξεις ἐκ τῶν καθόλου τὰ ἐπὶ μέρους ἀποδεικνύουσι, καθολικώτερον δὲ ὂν τοῦ πρώτου ὄντος οὐκ ἄν τις ἐρεῖ οὐδ' ἀναπλάσειε πώποτε. πάντως γὰρ ἐκεῖνο ἂν εἴη τὸ πρῶτον, ὅπερ ἂν εἴη πρῶτον καὶ μέχρις ὅτου δύναιτο ἂν προβαίνειν· ὅπου γὰρ ἂν σταίη καὶ ἀνυπόθετον θείη, ἐκεῖνο ἂν εὕρῃ τὸ πρώτως ὄν. διὰ ταῦτα ἀπόδειξιν κατασκευάζουσαν, ὅτι ἔστι θεός, οὐ ῥᾷόν ἐστιν ἐφευρεῖν. παραμυθίαν δέ τινα ἐξ ἐπαγωγικῆς οἷον μεθόδου οἱ θεολογήσαντες ἐφεῦρόν τε καὶ παρέδωκαν ἔκ τε τῆς εὐτάκτου τοῦ παντὸς κινήσεως τῆς σφαιρικῆς τε περιπολήσεως τῶν ἐν αὐτῇ καθιδρυμένων ἄστρων, τῶν τε ἰδίαν ἐχόντων κίνησιν καὶ τῶν συμπεριφερομένων τοῦ οὐρανοῦ κύτει, καὶ ἄλλοις τοιούτοις εἰς κατασκευὴν κατεχρήσαντο, οὐχ ἧττον δὲ καὶ τὴν καθ' ἡμᾶς ζωικὴν ἁρμονίαν εἰς λόγους παραλαβόντες. ἀλλ' ἡμεῖς τὰ τοιαῦτα ἀφέντες ἄλλην τινὰ συντομωτέραν ὡς οἶμαι καὶ ἀναγκαστικωτέραν βαδίσαιμεν, καὶ μόνον οὐχὶ γεωμετρικαῖς ἀποδείξεσιν ἀποδείξαιμεν, ὅτι ἔστι θεός.

5 Ἀρκτέον οὖν ὧδε ἀπὸ κοινῶν καὶ ὁμολογουμένων πραγμάτων ἢ νοημάτων τὰ τῆς ἀποδείξεως ποιουμένοις. ἔστι μὲν ἡ οὐσία, καὶ οὐδεὶς ὁρῶν ἀντερεῖ ἢ ὁπωσοῦν αἰσθανόμενος· ἔστι γὰρ καὶ λίθος καὶ ξύλον καὶ ἵππος καὶ ἄνθρωπος ἐν οὐσίᾳ τινὶ συνυπάρχοντα. ἔστιν ἐν ταύτῃ καὶ αἴσθησις, καὶ τοῦτο σύμπας ὁμολογήσειεν· ἅπτεται γὰρ καὶ ὁρᾷ τὸ ζῶον ἀκούει τε καὶ ὀσφραίνεται. ἔστι γοῦν οὐσία, καὶ ἐπὶ ταύτῃ κρείττων δύναμις αἴσθησις. ἔστι καὶ τὸ φανταστικῶς γινώσκειν ἔν τισι τῶν αἰσθανομένων ζώων, δι' οὗ καὶ τὸ χνοειδὲς τὰ τούτου μετέχοντα ὑπεμφαίνουσιν, οἷον ἀράχναι μέλιτται μύρμηκες· ἐντεῦθεν καὶ μνήμη ἐνίοις ἐγγίνεται, ὡς κυσὶ καὶ ἵπποις καὶ ἄλλοις τοιούτοις. ἔστιν οὖν σὺν τοῖς εἰρημένοις, οὐσίᾳ τε καὶ αἰσθήσει, καὶ φανταστικὴ δύναμις, τῶν λελεγμένων κρείττων πολύ. ἀλλ' ἔστιν ἐπὶ πᾶσι τούτοις καὶ βελτίων γνωστικὴ δύναμις, τὴν τῆς νοερᾶς λέγω ψυχῆς, ἣ καὶ λόγον γεννᾷ ἐνδιάθετον καὶ συντίθησι τὸν προφορικὸν καὶ τέχνας ποιεῖ, κρείττων τῶν προλελεγμένων πολλῷ τῷ μέτρῳ τυγχάνουσα· φέρει γὰρ ἐν ἑαυτῇ καὶ τὰς ὑποδεεστέρας δυνάμεις κρειττόνως ἢ ἐν οἷς καὶ μόνον αὗται πεφύκασιν. ἐπεὶ γοῦν ταῦθ' οὕτως ἔχει καὶ ὡμολόγηται, ἀνάγκη πᾶσα καί τι εἶναι τὸ ὑπερκείμενον, 5 ἐξ οὗ καὶ ταῦτα τὰ σύνθετα. εἰ γὰρ οἰκία οὐκ ἂν γένοιτο τεχνίτου χωρὶς ἐκ λίθων καὶ ξύλων καὶ ἀσβέστου συνηρμοσ μένη, ἀλλ' οὔτε ναῦς πηχθείη ἄν ποτε ἄνευ τινὸς ναυπηγοῦ, πῶς ἂν τὰ τῇδε πάντα ὑπερκάλως ἐρρυθμισμένα τοῖς δια φόροις συγκρίμασι συσταίη δημιουργοῦ τινος ἄτερ καὶ ποιητοῦ; ἐπεὶ δὲ ταῦτα ἔσχεν ἀρχὴν χρονικήν, ἀνάγκη ἐκεῖνο ἄχρονον εἶναι· ἐπεὶ δὲ ταῦτα πάσχει φθοράν, ἐκεῖνο