1

 2

 3

 4

 5

 6

5

ὀνομαζόμενα. ἐκεῖνο γάρ ἐστι τὸ αὐτοὸν ἢ αὐτοζωὴ καὶ αὐτονοῦς, τὸ δὲ παρὰ τοῦτο ἅπαν μᾶλλον μὴ ὂν ἢ ὄν, ἐπεὶ ἦν, ὅτε οὖκ ἦν τὸ ὂν τῇδε συνοχῇ τούτου, καὶ μένει ὂν καὶ ζῇ καὶ νοεῖ. τόσον γὰρ μετέσχε ζωῆς ὅσον ἐκεῖνο παρέσχε, καὶ τοσοῦτον νοεῖ ὅσον ἐκεῖνο μετέδωκε, ζωὴ δὲ καὶ νοῦς ἐν τῷ ὄντι οὐχ ὡς ἔν τινι καθεστήκασιν. οὕτω μὲν οὖν καὶ διὰ ταῦτα τὸ πρώτως ὂν ζῶν καὶ νοοῦν τυγχάνον μένει καὶ ἀστασίαστον. πῶς γὰρ ἂν ἡ οὐσία πρὸς τὴν οἰκείαν ζωὴν στασιάσειεν ἣν προήγαγεν; ἢ πῶς αὕτη πρὸς ἐκείνην ἢ ὁ νοῦς πρὸς τὴν οἰκείαν οὐσίαν τε καὶ ζωὴν ἢ αὕτη πρὸς ταῦτα;

12 Ἐντεῦθεν ἓν ὂν ἁπλούστατόν τε καὶ ἡνωμένον τρία ἐστί, καὶ διὰ τοῦτο καὶ ἀστασίαστον, θαυμασίαν ἔχον τὴν ἕνωσιν καὶ θαυμασιωτέραν δὲ τὴν διαίρεσιν, ἢ ἄρρητον ταύτην καὶ ἀρρητοτέραν ἐκείνην. ἵνα δὲ καὶ ἐκ θειοτέρων γραφῶν τὰ λεγόμενα παραστήσωμεν, ὅτι ἔστιν ὁ ὤν, ὁ πατήρ, ἐξ οὗ ἡ ζωὴ καὶ ὁ νοῦς, μάρτυς ὁ φάσκων πρὸς τὸν Μωυσὴν ἐρωτῶντα, τί ἂν εἴη τούτου τὸ ὄνομα, «ἐγώ εἰμι ὁ ὢν» εἰρηκώς. ὁ δὲ υἱὸς ζωή, ἐκ τοῦ ὄντος ἐνυπόστατος προϊὼν καὶ εἰς αὐτὸν ἐπιστρέφων. καὶ μαρτυρεῖ ἐν εὐαγγελίοις λέγων· «ἐγώ εἰμι ἡ ζωή». τὸ δὲ πνεῦμα νοῦς, τὸ παρὰ τοῦ ὄντος καὶ αὐτὸ προϊὸν ὡς ἐκ πηγαίας οὐσίας καὶ διὰ τῆς ζωῆς οὐσιωδῶς ἐμφαινόμενον καὶ ἐπιμένον ἐν αὐτῇ καὶ διὰ ταύτης πρὸς τὸ ἐξ οὗ ἐπιστρέφον, ἵνα ταῦτα εἶεν καὶ ἓν καὶ τρία. τοῦτο νοῦν τοῦ παντὸς Ἕλληνες, ἀμυδράν τινα γνῶσιν ἐξ αὐτοῦ λαβόντες, ὠνόμασαν. τοῦτο γάρ ἐστι τὸ τὰ πάντα διακοσμοῦν καὶ τοῖς πᾶσιν ἐμπλατυνόμενον μετὰ τῆς δημιουργικῆς δυνάμεως, τῆς οὐσιοποιοῦ καὶ ζωοποιοῦ, λεπτομέρειά τις τυγχάνον τῆς ὅλης φύσεως, ὃ καὶ ὀσμὴν τῆς θεότητος ἔφη τις τῶν θεολογησάντων τὰ θεῖά τε καὶ ἡμέτερα.

13 Ἤδη μὲν εἰκόσι λόγοις ἀποδέδεικται ὡς τὸ πρῶτον ὂν ἀνάγκη τρία εἶναι ἓν ὄν καὶ ἀστασίαστον διὰ τὸ μηδὲν τῶν τοιούτων ἔν τινι στασιάζειν τῶν εἰρημένων, σωστικῶν ὄντων ἀλλήλων καὶ διαμονῆς αἰτίων καὶ τῆς δημιουργικῆς αἰτίας συμπαραιτίων, τῆς ὕλης μὴ ἐχούσης τοῦτο δὴ τὸ ἀστασίαστον, ἁπλουστάτης καὶ ταύτης τελούσης καθ' οὓς εἰρήκαμεν λόγους. στασιάζει δὲ αὕτη διὰ τὸ μὴ μετέχειν ζωῆς τε καὶ νοῦ, αὐτοΰλη οὖσα καὶ μακρὰν τῶν εἰδοποιούντων καθεστηκυῖα.

14 Οὕτω μὲν ἡμῖν τὸ τοῦ θεολόγου πατρὸς ἀπόρημα λέλυται, πῶς τε τὸ ἓν στασιάζειν πέφυκε καὶ πῶς μεμένηκεν ἀστασίαστον. ἀλλ' ἐντεῦθεν οἷόν τι καὶ πόρισμα ἡμῖν ἐκ τῶν λελεγμένων εὑρέθη, ὡς τοῦ ἀνθρώπου τῇ παραβάσει τῆς ἐντολῆς κατακριθέντος τὸν θάνατον μὴ ἂν ἄλλο ἐκ τῶν τριῶν πεφυκέναι τοῦτον λαβεῖν ἐπὶ τῷ σῶσαι καὶ εἰς τὸ πρῶτον ἐπαναγαγεῖν ἀξίωμα, εἰ μὴ τὴν πρώτην ζωὴν εἴτουν τὴν αὐτοζωήν. ἐπεὶ γὰρ οὐκ ἀφάντησιν τῆς οὐσίας αὐτοῦ κατακέκριται οὔτε μὴν τὴν παντελῆ φθορὰν τοῦ νοός, τῆς ἀθανασίας δὲ ὑπέστη τὴν ἔκπτωσιν, ἔδει τὴν πρώτην ζωὴν τὸν τεθνηκότα φορέσαι, εἴ πως μεταστοιχειώσει πρὸς τὸ ἀθάνατον. 15 Μήποτε δὲ ἄρα καὶ τὸ δαιμόνιον φῦλον ἐντεῦθεν φαίνεται, μὴ πεφυκὸς ἀναδέξασθαι τὴν πρὸς τὴν πρώτην τάξιν ἐπάνοδον. πῶς γὰρ ἄν, εἰ ἦν πρὸς φύσεως τοῦτο, οὐ διαπέπρακται τῷ ἀγαθῷ δημιουργῷ, εἰς ἄκρον προνοουμένῳ τῶν οἰκείων δημιουργημάτων, καὶ τῷ εὐσπλάγχνως κινουμένῳ περὶ τὸ ἑκάστου ἀγαθὸν καὶ τὴν τούτου τελείωσιν; ἀλλὰ δὴ καὶ ἐπὶ τούτοις οὔτε οὐσία διέφθαρται εἰς τὸ μὴ ὂν προσχωρῆσαι οὔτε μὴν ἡ ζωή. εἰσὶ γὰρ καὶ ζῶσι κἂν οὐκ εὐδαίμονα τὴν ζωήν, ὁ νοῦς δὲ αὐτοῖς ἀνατέτραπται καὶ διέφθαρται καὶ οἷον εἰς ἕτερόν τι εἶδος προυχώρησεν· οὐ γὰρ ἀλλοίωσιν πέπονθεν ἀλλ' ἑτέραν τινὰ εἰδοποίησιν· ἔδει γὰρ τὴν ἀπὸ τοῦ νοῦ θεραπείαν σφίσι γενέσθαι. τοῦ πρώτου δὲ ἦν τοῦτο νοῦ, νοῦν δὲ νοῦν προσλαβεῖν τε καὶ διορθώσασθαι ἀμήχανον ἦν· ἄλλως τε καὶ ἀμερὲς ἀμερεῖ πῶς ἂν συνδεδραμήκει εἰς ἕνωσιν; διὰ ταῦτα ὡς οἶμαι ἡ τῶν δαιμόνων φύσις ἀπρόσληπτος μεμενήκει τῷ πρώτῳ νῷ καὶ διὰ τοῦτο καὶ ἀδιόρθωτος. ἔστω σοι καὶ τοῦτο ὡς ἕτερόν τι πόρισμα,