In Origenem oratio panegyrica
ΤΟΥ ΑΓΙΟΥ ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΘΑΥΜΑΤΟΥΡΓΟΥ ΕΙΣ ΩΡΙΓΕΝΗΝ ΠΡΟΣΦΩΝΗΤΙΚΟΣ ὃν εἶπεν ἐν Καισαρείᾳ τῆς Παλαιστίνης, μετὰ τὴν παρ' αὐτῷ πολυετῆ ἄσκησιν, μέλλων ἀπαλλάττεσθαι ἐπὶ τὴν πατρίδα.
1 Ἀγαθόν τι χρῆμα ἡ σιωπὴ τῶν τε ἄλλων πολλοῖς πολλάκις, κἀμοὶ δὲ
μάλιστα νῦν, καὶ ἑκόντι καὶ ἄκοντι ἐπιστομιζομένῳ καὶ σιωπᾶν καταναγκαζο μένῳ. Ἀμελετήτως γὰρ ἔχω καὶ ἄπειρός εἰμι λόγων τῶν καλῶν τούτων καὶ εὐπρεπῶν, τῶν ὑπὸ τοῖς ἐπιλέκτοις καὶ δοκίμοις ὀνόμασί τε καὶ ῥήμασι κατὰ τὸ ἑξῆς ἀκωλύτῳ τινὶ εἱρμῷ λεγομένων ἢ συνταττο μένων· τάχα μὲν καὶ ἧττον πεφυκὼς τὸ χαρίεν τουτὶ καὶ Ἑλληνικὸν ὄντως ἔργον διαπονήσασθαι. Οὐ μὴν ἀλλὰ καὶ ὀκταετής μοι χρόνος οὗτος ἤδη, ἐξ οὗ οὔτε αὐτὸς εἰπών τι ἢ γράψας λόγον τινὰ μέγαν ἢ μικρὸν ὅλως τυγχάνω, οὔτε ἄλλου ἤκουσά του ἰδίᾳ γράφοντος ἢ λέγοντος, ἢ καὶ δημοσίᾳ πανηγυρι κοὺς λόγους καὶ ἀγωνιστικοὺς παρεχομένου, ὅτι μὴ τῶν θαυμασίων τούτων ἀνδρῶν, τῶν τὴν καλὴν φιλοσοφίαν ἀσπασαμένων· οἷς καὶ αὐτοῖς εὐεπείας μὲν ἧττον μέλει καὶ εὐπρεπείας ὀνομάτων· ἐν δευτέρῳ δὲ θέμενοι τὰς φωνάς, τὰ πράγματα αὐτὰ ὡς ἔχει ἕκαστα διερευ νᾶσθαί τε μετὰ ἀκριβείας καὶ ἐξαγγέλλειν ἐθέλουσιν· οὐχὶ οὐ βουλόμενοι οἶμαι, ἀλλὰ καὶ ἄγαν βουλόμενοι τὰ καλὰ καὶ ἀκριβῆ τῶν νοημάτων καλῷ καὶ <εὐ>ειδεῖ ἐκτυποῦν τῷ λόγῳ· ἀλλ' ἴσως οὐ δυνάμενοι οὕτως ἐκ τοῦ προχείρου δύναμιν ἐν τοῖς νοήμασι τὴν ἱερὰν καὶ θεοειδῆ καὶ λόγον τὸν ἐν ταῖς λέξεσιν εὐεπῆ, δύο ἀνθρώπων ἰδίᾳ ἑκάστου πλεονεκτήματα, μιᾷ καὶ τῇ αὐτῇ καὶ ταύτῃ μικρᾷ καὶ ἀνθρωπίνῃ περιλαβεῖν ψυχῇ, ὄντα πως ἐναντιώτατα. Εἴ γε νοήσει μὲν καὶ εὑρέσει φίλον πως καὶ σύνεργόν ἐστι σιωπή· τὸ δὲ εὔλαλον καὶ εὔοχον ἐν λόγῳ οὐκ ἀλλαχόθι ἄν που ζητῶν εὕροις, ἢ ἐν φωναῖς καὶ τῇ τούτων συνεχεῖ μελέτῃ. Οὐ μὴν δὲ ἀλλὰ καί γε τὸν νοῦν ἕτερόν τι μάθημα δεινῶς ἐπιλαμβάνει, καὶ τὸ στόμα συνδεῖ τὴν γλῶτ ταν, εἴ τι καὶ μικρὸν εἰπεῖν τῇ Ἑλλήνων ἐθελήσαιμι φωνῇ, οἱ θαυμαστοὶ ἡμῶν νόμοι, οἷς νῦν τὰ πάντων τῶν ὑπὸ τὴν Ῥωμαίων ἀρχὴν ἀνθρώπων κατευθύνεται πράγματα, οὔτε συγκείμενοι οὔτε καὶ ἐκμανθανόμενοι ἀταλαιπώρως· ὄντες μὲν αὐτοὶ σοφοί τε καὶ ἀκριβεῖς καὶ ποικίλοι καὶ θαυμαστοί, καὶ συνελόντα εἰπεῖν Ἑλληνικώτατοι· ἐκφρασθέντες δὲ καὶ παραδοθέντες τῇ Ῥωμαίων φωνῇ, καταπληκτικῇ μὲν καὶ ἀλαζόνι καὶ συσχηματιζομένῃ πάσῃ τῇ ἐξουσίᾳ τῇ βασιλικῇ, φορτικῇ δὲ ὅμως ἐμοί. Οὐ μὴν ἄλλως πως οὔτε δυνατὸν ἦν, οὔτε βουλητὸν εἶναί μοι εἴποιμ' ἄν ποτε. Ἐπειδὴ δὲ οὐδὲν ἕτερον ἢ εἰκόνες τινές εἰσι τῶν <τῆς ψ>υχῆς ἡμῶν παθημάτων αἱ λέξεις ἡμῶν, τοῖς μὲν δυνατοῖς εἰπεῖν ὥσπερ τισὶν ἀγαθοῖς ζωγράφοις καὶ τέχνῃ μὲν ὄτι τεχνικωτάτοις, πλουσίοις δὲ καὶ τῇ τῶν χρωμάτων ὕλῃ, οὐχ ὁμοίας μόνον, ἀλλὰ καὶ ποικίλας καὶ περικαλλεῖς τῷ πολυμιγεῖ τῶν ἀνθῶν γράφειν <ἐξεῖ>ναι τὰς γραφάς, κατὰ μηδὲν ἐποδιζομέ νοις, ὁμολογήσαιμεν.
2 Ἡμεῖς δὲ οἷά τινες <πένη>τες, ἀποροῦντες τῶν ποικίλων τούτων φαρμάκων, καὶ ἤτοι οὐδὲ κτησά<με> νοι πώ<ποτε> ἢ καὶ ἀποβεβληκότες ἴσως, οἷα ἐξ ἀνθρά κων μόνων ἢ ὀστράκων, τῶν συνήθων τούτων <καὶ> κοινῶν ὀνομάτων καὶ ῥημάτων, κατὰ δύναμιν τὴν ἡμετέραν τὰ πρωτότυπα τῶν τῆς ψυχῆς ἡμῶν <παθη>μάτων ταῖς ἡμῖν εὐπόροις ὑ<πογρά>φοντες φωναῖς ἀπομιμώμεθα, ὑποφαίνειν τοὺς χαρακτῆρας τῶν τῆς ψυχῆς τύπων, εἰ καὶ μὴ ἐναργεῖς μηδὲ κεκαλλωπισ<μένους>, ὡς ἐν ἀνθρακογραφίᾳ γοῦν πειρώμενοι, εἰ μέν τι καὶ εὐειδὲς καὶ εὔγλωττον ἀπ<αντᾷ> ποθεν, ἀσπασάμενοι ἡδέως, ἐπεὶ καὶ περιφρονήσαντες. Ἀλλὰ γὰρ ἐκ τρίτων αὖθις ἄλλ<ο τι> κωλύει τε καὶ ἀποτρέπει καὶ πολὺ τῶν ἄλλων