In Origenem oratio panegyrica

 ἐπέχει μᾶλλον καὶ ἡσυχίαν ἄγειν ἀτεχνῶ<ς> προστάττει, ἡ ὑπόθεσις αὕτη, ἧσπερ ἕνεκα λέγειν προεθυμήθην μέν, μέλλω <δὲ> καὶ ὀκνῶ. Περὶ γὰρ ἀνδρὸς διανοο

 ἄρξαντι τῶν ἀγαθῶν, ἀργὸς οὗτος καὶ ἀχάριστος καὶ ἀσεβής, ἐξαμαρτάνων οὐ συγγνωστὰ οὔτε μεγάλῳ οὔτε μικρῷ· εἰ μὲν μέγας τίς ἐστι καὶ μεγαλόνους, οὐκ ἀ

 καὶ δύναμις, πρὸς δὲ καὶ ἐν αὐτῷ ὢν καὶ πρὸς αὐτὸν ἀτεχνῶς ἡνωμένος, οὐκ ἔστιν ὅπως ἢ διὰ λήθην ἢ ἀσόφως ἢ ὑπ' ἀσθενείας τινός, ὥσπερ τις ἀπεξενωμένος

 ἤρξατο εὐθύς, οἷα δὴ ἄρτι πληρουμένου τοῦ κοινοῦ πάντων ἀνθρώπων λόγου, ἐπεδήμει δ' ὅμως τότε πρῶτον. Ὃ δὴ καὶ οὐ μικρόν, εἰ καὶ μὴ πάλαι, νῦν γοῦν ἀν

 καὶ ἄκων κεχωρισμένος, καὶ ἡμᾶς δὲ ἅμα αὐτῇ συνεπισπώμενος. Ἐξαίφνης γοῦν οὐκ οἶδ' ὅπως ἀποδημεῖν μέν, ἀλλ' ἑτέρωθί ποι μᾶλλον ἀποδημεῖν ἤπερ ἐνταῦθα

 οὐδέπω πάντη πεπεισμένοι, ἀφίστασθαι δὲ πάλιν οὐκ οἶδ' ὅπως οὐ δυνάμενοι, ἀεὶ δὲ ὥσπερ ὑπό τισιν ἀνάγκαις μείζοσι τοῖς λόγοις αὐτοῦ πρὸς αὐτὸν ἑλκόμεν

 τὸ μὲν μένον ἐφ' ἑαυτοῦ μηδεμιᾶς ἀπολαύῃ βλάβης ἐκ τῆς πρὸς τὸ χεῖρον κοινωνίας, τὸ δ' ἄτακτον ἐξ αὐτοῦ καταδεθὲν καὶ συναρμοσθὲν τῷ κρείττονι, μηδὲν

 ἄκριτον καὶ προπετές, συγκατατιθεμέ νων τε τοῖς ἐπιτυχοῦσιν, ὁποῖά ποτ' ἂν ᾖ, κἂν ψευδῆ τύχῃ, καὶ ἀντιλεγόντων πολλάκις, κἂν ἀληθῆ τινα εἰρημένα ᾖ, κα

 καὶ θεοειδεῖς ἤμελλεν ἡμᾶς ὄντως καὶ μακαρίους καταστήσεσθαι. Καὶ ταῦτα δὲ ἐξεπονεῖτο λόγοις τε ἰδίοις πραΰνουσι καὶ σοφοῖς, οὐχ ἥκιστα καὶ ἀναγκαιοτά

 ἐδιδασκόμην, ἐπαινεῖν καὶ λέγειν περί του ἐγκώμιον, ὅ τι μὴ ἀληθὲς ἦν, ἑκὼν ὑπέμενον. Οὐ τοίνυν οὐδὲ νῦν ἐπαινεῖν προθέμενος, ἁπλῶς τοῖς ἑτέρων ψόγοις

 12 Καὶ δῆτα δικαίους μὲν καὶ φρονίμους καὶ σώφρονας ἢ ἀνδρείους ἡμᾶς ὑπὸ ἡμετέρας βραδυτῆτος καὶ νωχελίας, καὶ ταῦτα πάνυ σπεύδων, ἔτι μέλλει κατα στή

 λεπτότητος τῆς τοῦ λόγου πρὸς τὴν ἀκρίβειαν τῆς ἐξετάσεως ἀποκαμοῦσαν ἑαυτὴν ἀπραγμονέστερον παραδι δόναι πολλάκις ψευδέσι λόγοις καὶ δόγμασι, πεπλανη

 κατασκεύασμα πάνσοφον πολύπορόν τε καὶ εἰσόδοις καὶ ἐξόδοις συνεχέσι σεσοφισμένον, ἐθέλων μέντοι καὶ ἐξιέναι μηκέθ' οἷός τε εἴη, ἐναποληφθεὶς ἔνδον ὑπ

 παρασκευὴν καὶ ἐξουσίαν. Καὶ συνελόντα εἰπεῖν παράδεισος ἡμῖν ὄντως οὗτος ἦν, μιμητὴς τοῦ μεγάλου παραδείσου τοῦ θεοῦ, ἐν ᾧ γῆν μὲν ἐργάζεσθαι οὐκ ἦν

 μηδ' ἀξιουμένους ὑπὸ τῶν κρατούντων ὑμνεῖν ἐθέλειν τὸ θεῖον, μηδὲ ψάλλειν ἐν γῇ βεβήλῳ· ἀλλὰ τὰ μὲν ὄργανα τὰ μουσικὰ κρεμάσαι ἐπὶ τῶν ἰτεῶν ἀρτήσαντα

οὐδέπω πάντη πεπεισμένοι, ἀφίστασθαι δὲ πάλιν οὐκ οἶδ' ὅπως οὐ δυνάμενοι, ἀεὶ δὲ ὥσπερ ὑπό τισιν ἀνάγκαις μείζοσι τοῖς λόγοις αὐτοῦ πρὸς αὐτὸν ἑλκόμενοι. Ὅλως γὰρ οὐδ' εὐσεβεῖν εἰς τὸν τῶν ὅλων δεσπότην (τοῦτο ὃ δὴ μόνος τῶν ἐπὶ γῆς πάντων ζώων ὁ ἄνθρωπος ἔχειν ἐτιμήθη τε καὶ ἠξιώθη, καὶ εἰκότως πᾶς ὁστισοῦν καὶ σοφὸς καὶ ἀμαθὴς περιέχεται τούτου, ὅστις μὴ παντελῶς τὰς ἐννοίας ἀπολώλεκεν ὑπό τινος φρενοβλαβείας), οὐ τοίνυν οὐδὲ εὐσεβεῖν ὅλως δυνατὸν εἶναι ἔφασκεν, ὀρθῶς λέγων, μὴ φιλοσοφήσαντι· ἕως πολλοὺς τοιούτους ἄλλους ἐπ' ἄλλοις ἐπαντλῶν λόγους, ὥσπερ τινὰς κατα γεγοητευμένους, ἐπὶ τέλει ταῖς αὐτοῦ τέχναις ἀκινήτους ἀτεχνῶς φέρων ἡμᾶς παριδρύσατο λόγοις τοῖς αὐτοῦ, οὐκ οἶδ' ὅπως, σύν τινι θείᾳ δυνάμει. Καὶ γὰρ καὶ φιλίας ἡμῖν κέντρον ἐνέσκηψεν, οὐκ εὐκαταγώνιστόν τι, δριμὺ δὲ καὶ ἀνυτικώτατον, δεξιότητος καὶ διαθέσεως τῆς ἀγαθῆς, ὅση εὐνοητική τις ἡμῖν αὐταῖς ταῖς φωναῖς αὐτοῦ προσφθεγγομένου καὶ ὁμιλοῦντος ἐνε φαίνετο· οὐκ ἐκπεριεῖναι ἡμᾶς ἄλλως λόγοις πειρωμένου, δεξιᾷ δὲ καὶ φιλανθρώπῳ καὶ χρηστοτάτῃ γνώμῃ σώζειν τε καὶ κοινωνοὺς τῶν τε ἐκ φιλοσοφίας ἀγαθῶν κατα στήσασθαι, καὶ τῶν ἄλλων μάλιστα, ὅσα τὸ θεῖον παρὰ τοὺς πολλούς, ἢ καὶ παρὰ πάντας ἴσως τοὺς νῦν ἀνθρώπους, αὐτῷ μόνῳ ἐδωρήσατο, τὸν διδάσκαλον εὐσεβείας, τὸν σωτήριον λόγον, πολλοῖς μὲν ἐπιφοιτῶντα καὶ πάντας κατεργαζόμενον, ὅσοις ἂν προστύχῃ (οὐ γάρ ἐστιν ὅ τι αὐτῷ ἐνστήσεται, πάντων καὶ ὄντι καὶ ἐσομένῳ βασιλεῖ), κρυπτόμενον δὲ καὶ οὐ γινωσκόμενον οὔτε ῥᾳδίως οὔτε καὶ δυσχερῶς τοῖς πολλοῖς, ὡς ἐρωτηθέντας ἔχειν περὶ αὐτοῦ σαφὲς εἰπεῖν. Οἷος οὖν τις σπινθήρ, ἐνσκήψας μέσῃ τῇ ψυχῇ ἡμῶν, ἀνήπτετό τε καὶ ἐξεκαίετο ὅ τε πρὸς τὸν ἁπάντων ὑπὸ κάλλους ἀρρήτου ἐπακτικώτατον αὐτὸν λόγον τὸν ἱερὸν τὸν ἐρασμιώτατον, καὶ ὁ πρὸς τὸν ἄνδρα τόνδε τὸν αὐτοῦ φίλον καὶ προήγορον ἔρως· ᾧ μάλιστα τετρωμένος ἁπάντων τῶν δοκούντων ἡμῖν προσήκειν πραγμάτων ἢ μαθημάτων, τῶν τε ἄλλων καὶ αὐτῶν τῶν καλῶν μου νόμων, ἀμελεῖν ἐπειθόμην πατρίδος τε καὶ οἰκείων, τῶν τε παρόντων ἐνταῦθα καὶ οἷς ἀπεδημή σαμεν. Ἓν δέ μοι φίλον ἦν καὶ ἀγαπώμενον, φιλοσοφία τε καὶ ὁ ταύτης καθηγεμὼν οὗτος ὁ θεῖος ἄνθρωπος· καὶ συνεδέθη ἡ ψυχὴ Ἰωνάθαν ∆αυίδ. Τοῦτο ἀνέγνων μὲν ὕστερον ἐν τοῖς ἱεροῖς γράμμασιν, ἔπαθον δὲ πρότερον οὐχ ἧττον ἐναργῶς ἢ εἴρηται, καίτοι γε ἐναργέστατα κε χρησμῳδημένον. Οὐ γὰρ συνεδέθη ἁπλῶς Ἰωνάθαν ∆αυίδ, αὐτὰ δὲ τὰ κυριώτατα, ψυχή, ταῦθ' ἅπερ οὐδὲ χωρισθέντων τῶν φαινομένων καὶ βλεπομένων ἀνθρώπῳ χωρισθῆναι καὶ αὐτὰ μηχανῇ τινι καταναγκασθήσεται· ἄκοντα μὲν οὐδαμῶς. Ψυχὴ γὰρ ἐλεύθερον καὶ οὐκ ἐγκατάκλειστον οὐδενὶ τρόπῳ, οὐδ' ἂν ἐν οἰκίσκῳ καθείρξας τηρῇς. Καὶ γὰρ εἶναι πέφυκε τόν γε πρῶτον λόγον, οὗπερ ἂν ὁ νοῦς ᾖ· εἰ δὲ καὶ ἐν τῷ οἰκίσκῳ σοι εἶναι δοκεῖ, κατὰ δεύτερόν τινα λόγον ἐνταῦθά σοι φαντάζεται· οὐδαμῶς εἶναι ἐκεῖ διὰ τοῦτο κεκωλυμένη, οὗπερ ἂν εἶναι βουληθῇ, μᾶλλον δὲ πάντη πάντως ἐκεῖ μόνον εἶναι καὶ δυναμένη καὶ πιστευθεῖσα ἂν εἰκότως, οὗπερ ἂν καὶ πρὸς ὃ ἂν τὰ μόνης αὐτῆς ἴδια κατ' αὐτὴν ἔργα ᾖ. Οὐκοῦν περιφα νέστατον τοῦθ' ὅπερ ἔπαθον βραχυτάταις λέξεσιν ἐδήλωσε, τὴν ψυχὴν Ἰωνάθαν συνδεδέσθαι τῇ ψυχῇ ∆αυίδ; Ταῦθ' ἅπερ ἄκοντα μὲν οὐδαμῶς, ὡς ἔφην, χωρισθῆναι ἐκνικηθήσεται, ἑκόντα δὲ οὐ ῥᾳδίως θελήσει. Οὐ γὰρ ἐπὶ τῷ χείρονι οἶμαι, ὄντι πολυτρόπῳ καὶ εὐκολωτέρῳ μεταβουλεύεσθαι, ἡ τῆς ἀναλύσεως τῶν ἱερῶν τῶν φιλίων τούτων δεσμῶν ἐξουσία, ἐφ' ᾧπερ οὐδὲ τὸ καταδήσασθαι ἐγένετο τὴν ἀρχὴν μόνῳ· ἀλλ' ἐπὶ τῷ κρείττονι, ὄντι μονίμῳ καὶ οὐκ εὐσείστῳ, ἐφ' ᾧπερ καὶ κατεργάσασθαι τοὺς δεσμοὺς καὶ τὸ ἱερὸν τοῦτο ἅμμα μᾶλλον ἦν. Συνεδέθη γοῦν καὶ ὑπὸ τοῦ θείου λόγου οὐχ ἡ ψυχὴ ∆αυὶδ τῇ ψυχῇ Ἰωνάθαν· ἔμπαλιν δὲ ἡ τοῦ χείρονος ψυχὴ τοῦτο παθοῦσα συνδεομένη λέγεται τῇ ψυχῇ ∆αυίδ. Οὐ γὰρ τὸ κρεῖττον, αὔταρκες ὄν, ἕλοιτο ἂν τῷ αὐτοῦ συνδεδέσθαι χείρονι, ἀλλὰ τὸ χεῖρον, ἐπικουρίας δεόμενον τῆς παρὰ τοῦ βελτίονος, συνδεθὲν τῷ κρείττονι προσηρτῆ σθαι ἐχρῆν· ἵνα