In Origenem oratio panegyrica

 ἐπέχει μᾶλλον καὶ ἡσυχίαν ἄγειν ἀτεχνῶ<ς> προστάττει, ἡ ὑπόθεσις αὕτη, ἧσπερ ἕνεκα λέγειν προεθυμήθην μέν, μέλλω <δὲ> καὶ ὀκνῶ. Περὶ γὰρ ἀνδρὸς διανοο

 ἄρξαντι τῶν ἀγαθῶν, ἀργὸς οὗτος καὶ ἀχάριστος καὶ ἀσεβής, ἐξαμαρτάνων οὐ συγγνωστὰ οὔτε μεγάλῳ οὔτε μικρῷ· εἰ μὲν μέγας τίς ἐστι καὶ μεγαλόνους, οὐκ ἀ

 καὶ δύναμις, πρὸς δὲ καὶ ἐν αὐτῷ ὢν καὶ πρὸς αὐτὸν ἀτεχνῶς ἡνωμένος, οὐκ ἔστιν ὅπως ἢ διὰ λήθην ἢ ἀσόφως ἢ ὑπ' ἀσθενείας τινός, ὥσπερ τις ἀπεξενωμένος

 ἤρξατο εὐθύς, οἷα δὴ ἄρτι πληρουμένου τοῦ κοινοῦ πάντων ἀνθρώπων λόγου, ἐπεδήμει δ' ὅμως τότε πρῶτον. Ὃ δὴ καὶ οὐ μικρόν, εἰ καὶ μὴ πάλαι, νῦν γοῦν ἀν

 καὶ ἄκων κεχωρισμένος, καὶ ἡμᾶς δὲ ἅμα αὐτῇ συνεπισπώμενος. Ἐξαίφνης γοῦν οὐκ οἶδ' ὅπως ἀποδημεῖν μέν, ἀλλ' ἑτέρωθί ποι μᾶλλον ἀποδημεῖν ἤπερ ἐνταῦθα

 οὐδέπω πάντη πεπεισμένοι, ἀφίστασθαι δὲ πάλιν οὐκ οἶδ' ὅπως οὐ δυνάμενοι, ἀεὶ δὲ ὥσπερ ὑπό τισιν ἀνάγκαις μείζοσι τοῖς λόγοις αὐτοῦ πρὸς αὐτὸν ἑλκόμεν

 τὸ μὲν μένον ἐφ' ἑαυτοῦ μηδεμιᾶς ἀπολαύῃ βλάβης ἐκ τῆς πρὸς τὸ χεῖρον κοινωνίας, τὸ δ' ἄτακτον ἐξ αὐτοῦ καταδεθὲν καὶ συναρμοσθὲν τῷ κρείττονι, μηδὲν

 ἄκριτον καὶ προπετές, συγκατατιθεμέ νων τε τοῖς ἐπιτυχοῦσιν, ὁποῖά ποτ' ἂν ᾖ, κἂν ψευδῆ τύχῃ, καὶ ἀντιλεγόντων πολλάκις, κἂν ἀληθῆ τινα εἰρημένα ᾖ, κα

 καὶ θεοειδεῖς ἤμελλεν ἡμᾶς ὄντως καὶ μακαρίους καταστήσεσθαι. Καὶ ταῦτα δὲ ἐξεπονεῖτο λόγοις τε ἰδίοις πραΰνουσι καὶ σοφοῖς, οὐχ ἥκιστα καὶ ἀναγκαιοτά

 ἐδιδασκόμην, ἐπαινεῖν καὶ λέγειν περί του ἐγκώμιον, ὅ τι μὴ ἀληθὲς ἦν, ἑκὼν ὑπέμενον. Οὐ τοίνυν οὐδὲ νῦν ἐπαινεῖν προθέμενος, ἁπλῶς τοῖς ἑτέρων ψόγοις

 12 Καὶ δῆτα δικαίους μὲν καὶ φρονίμους καὶ σώφρονας ἢ ἀνδρείους ἡμᾶς ὑπὸ ἡμετέρας βραδυτῆτος καὶ νωχελίας, καὶ ταῦτα πάνυ σπεύδων, ἔτι μέλλει κατα στή

 λεπτότητος τῆς τοῦ λόγου πρὸς τὴν ἀκρίβειαν τῆς ἐξετάσεως ἀποκαμοῦσαν ἑαυτὴν ἀπραγμονέστερον παραδι δόναι πολλάκις ψευδέσι λόγοις καὶ δόγμασι, πεπλανη

 κατασκεύασμα πάνσοφον πολύπορόν τε καὶ εἰσόδοις καὶ ἐξόδοις συνεχέσι σεσοφισμένον, ἐθέλων μέντοι καὶ ἐξιέναι μηκέθ' οἷός τε εἴη, ἐναποληφθεὶς ἔνδον ὑπ

 παρασκευὴν καὶ ἐξουσίαν. Καὶ συνελόντα εἰπεῖν παράδεισος ἡμῖν ὄντως οὗτος ἦν, μιμητὴς τοῦ μεγάλου παραδείσου τοῦ θεοῦ, ἐν ᾧ γῆν μὲν ἐργάζεσθαι οὐκ ἦν

 μηδ' ἀξιουμένους ὑπὸ τῶν κρατούντων ὑμνεῖν ἐθέλειν τὸ θεῖον, μηδὲ ψάλλειν ἐν γῇ βεβήλῳ· ἀλλὰ τὰ μὲν ὄργανα τὰ μουσικὰ κρεμάσαι ἐπὶ τῶν ἰτεῶν ἀρτήσαντα

μηδ' ἀξιουμένους ὑπὸ τῶν κρατούντων ὑμνεῖν ἐθέλειν τὸ θεῖον, μηδὲ ψάλλειν ἐν γῇ βεβήλῳ· ἀλλὰ τὰ μὲν ὄργανα τὰ μουσικὰ κρεμάσαι ἐπὶ τῶν ἰτεῶν ἀρτήσαντας, αὐτοὺς δὲ κλαίειν ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος. Ἐκείνων τις εἶναι δοκῶ, ἐξελαυνόμενος ἀπὸ πόλεως καὶ πατρίδος ἐμῆς ταύτης καὶ ἱερᾶς· ἔνθα μεθ' ἡμέραν τε καὶ νύκτα οἱ ἱεροὶ ἀπαγγέλλονται νόμοι ὕμνοι τε καὶ ᾠδαὶ καὶ λόγοι μυστικοί, καὶ φῶς τὸ ἡλιακὸν καὶ τὸ διηνεκές, ἡμέρας ὕπερ ἡμῶν προσομιλούντων τοῖς θείοις μυστηρίοις, καὶ νυκτὸς ὧν ἐν ἡμέρᾳ εἶδέ τε καὶ ἔπραξεν ἡ ψυχὴ ταῖς φαντασίαις κατεχομένων· καὶ ὅλως συνελόντα εἰπεῖν ἔνθα ἡ ἔνθεος διὰ παντὸς κατακωχή, ταύτης ἐξελαύνομαι, αἰχμάλωτος φερόμενος εἰς τὴν ἀλλοτρίαν γῆν, ἔνθα μοι οὔτε αὐλεῖν ἐξέσται κρεμασαμένῳ τὸ ὄργανόν μου, ὥσπερ κἀκείνοις, ἀπὸ τῶν ἰτεῶν· ἀλλ' ἐν μὲν τοῖς ποταμοῖς ἔσομαι, πηλὸν δὲ ἐργάσομαι καὶ ὕμνους λέγειν οὐκ ἐθελήσω, μεμνημένος· ἀλλ' ἴσως ὑπὸ κακοεργίας τῆς ἄλλης καὶ ἐπιλήσομαι συληθεὶς κατὰ τὰς μνήμας. Εἰ δὲ καὶ ἀπιὼν οὐκ ἄκων μόνον, ὥσπερ αἰχμάλωτος, ἀλλὰ καὶ ἑκὼν ἄπειμι, οὐχ ὑπ' ἄλλου του, ὑπὸ δὲ ἐμαυτοῦ ἐκπεπολεμημένος, ἐξὸν μένειν, τάχα καὶ ἀπιὼν ἐντεῦθεν οὐκ ἀσφαλῶς πορεύσομαι, ὡς ἀπὸ ἀσφαλοῦς καὶ εἰρηνευομένης τινὸς πόλεως ἐξελθών· εἰκὸς δὲ ὡς ἄρα ὁδοιπορῶν καὶ λῃσταῖς συντεύξομαι καὶ συλ ληφθήσομαι, καὶ γυμνωθεὶς τρωθήσομαι τραύμασι πολλοῖς, καὶ κείσομαί που ἡμιθνὴς ἐρριμμένος.

17 Ἀλλὰ τί ταῦτα θρηνῶ; Ἔστιν ὁ σωτὴρ πάντων, καὶ τῶν ἡμιθανῶν καὶ τῶν λελῃστευμένων πάντων κηδεμὼν καὶ ἰατρός, λόγος, ὁ ἄγρυπνος φύλαξ πάντων ἀνθρώπων· ἔστιν ἡμῖν καὶ σπέρματα, ἅ τε ἔχοντας ἡμᾶς ἀνέδειξας καὶ ὅσα παρὰ σοῦ εἰλήφαμεν, τὰς καλὰς ὑποθήκας· σὺν οἷς ἄπιμεν, κλᾴοντες μὲν ὡς πορευόμενοι, φέροντες δὲ σὺν αὑτοῖς ὅμως τὰ σπέρματα ταῦτα. Ἴσως μὲν οὖν διασώσεται ἡμᾶς ὁ φύλαξ ἐπιστάς· ἴσως δὲ ὑποστρέψομεν πρὸς σὲ πάλιν, φέροντες ἐκ τῶν σπερμάτων καὶ τοὺς καρποὺς καὶ τὰς δραγμίδας, τελείας μὲν οὐχί (πῶς γὰρ ἄν;) οἵας δὲ δυνατὸν ἡμῖν ἀπὸ τῶν ἐν πολιτείᾳ πράξεων, διεφθαρμένας μὲν τῇ δυνάμει ἢ ἀκάρπῳ ἢ κακοκάρπῳ τινί, μὴ καὶ προσδιαφθαρησομένῃ δὲ παρ' ἡμῖν, εἰ ὁ θεὸς ἐπινεύοι.

18 Ἐμοὶ μὲν οὖν ἐνταῦθα παυέσθω ὁ λόγος, θρασυνόμενος μὲν ἐφ' οὗ ἥκιστα ἐχρῆν, εὐγνωμόνως δὲ καὶ εὐχαριστήσας που οἶμαι κατὰ δύναμιν τὴν ἡμετέραν, ἄξιον μὲν οὐδὲν λεγόντων, οὐ μὴν σιωπησάντων παντελῶς· καὶ ἔτι καὶ ἀποκλαυσάμενος, οἷον οἱ ἀποδημοῦντες τῶν φίλων εἰώθασι, μειρακιῶδες, μὴ θωπείας ἐχόμενον οὐδὲν οὐδὲ ἀρχαιότερον ἢ περιεργότερον, οὐκ οἶδα· πρόσεστι μέντοι αὐτῷ καὶ τὸ μὴ πεπλασμένον, τοῦτο σαφῶς γινώσκω, ἀληθὲς δὲ πάντη, γνώμῃ ὑγιεῖ καὶ προαιρέσει εἰλικρινεῖ καὶ ὁλοκλήρῳ.

19 Σὺ δὲ ἀναστάς, ὦ φίλη κεφαλή, καὶ εὐξά-μενος ἤδη πέμπε ἡμᾶς, σώσας μὲν παρόντας τοῖς ἱεροῖς σου μαθήμασι, σώζων δὲ ταῖς εὐχαῖς καὶ ἀποδημήσαντας· καὶ δὴ παραδίδου καὶ παρατίθεσο, μᾶλλον δὲ παρα-δίδου τῷ ἀγαγόντι ἡμᾶς πρὸς σὲ θεῷ· εὐχαριστῶν μὲν ἐπὶ τοῖς φθάνουσιν ὑπὲρ ἡμῶν, παρακαλῶν δὲ χειραγωγεῖν καὶ ἐν τοῖς μέλλουσι, διὰ παντὸς ἐφεστῶτα, ὑπηχοῦντα τῷ νῷ ἡμῶν τὰ αὐτοῦ προστάγματα, ἐμβάλλοντα ἡμῖν τὸν θεῖον φόβον αὐτοῦ, παιδαγωγὸν ἄριστον ἐσόμενον· οὐ γὰρ ἐν τῇ μετὰ σοῦ ἐλευθερίᾳ καὶ ἀπελθόντες ὑπακούσομεν αὐτῷ. Παρακάλεσον καὶ παραμυθίαν τινὰ ἡμῖν γενέσθαι παρ' αὐτοῦ τῆς ἀπολείψεώς σου, πομπὸν ἀγαθὸν ἐξαποστεῖλαι συνοδοιπόρον ἄγγελον. Αἴτησον δὲ καὶ ἵνα ἐπιστρέψας ἡμᾶς ἀγάγῃ πρὸς σὲ πάλιν· καὶ τοῦτό γε μάλιστα πάντων μόνον ἡμᾶς παραμυθήσεται.