In Origenem oratio panegyrica

 ἐπέχει μᾶλλον καὶ ἡσυχίαν ἄγειν ἀτεχνῶ<ς> προστάττει, ἡ ὑπόθεσις αὕτη, ἧσπερ ἕνεκα λέγειν προεθυμήθην μέν, μέλλω <δὲ> καὶ ὀκνῶ. Περὶ γὰρ ἀνδρὸς διανοο

 ἄρξαντι τῶν ἀγαθῶν, ἀργὸς οὗτος καὶ ἀχάριστος καὶ ἀσεβής, ἐξαμαρτάνων οὐ συγγνωστὰ οὔτε μεγάλῳ οὔτε μικρῷ· εἰ μὲν μέγας τίς ἐστι καὶ μεγαλόνους, οὐκ ἀ

 καὶ δύναμις, πρὸς δὲ καὶ ἐν αὐτῷ ὢν καὶ πρὸς αὐτὸν ἀτεχνῶς ἡνωμένος, οὐκ ἔστιν ὅπως ἢ διὰ λήθην ἢ ἀσόφως ἢ ὑπ' ἀσθενείας τινός, ὥσπερ τις ἀπεξενωμένος

 ἤρξατο εὐθύς, οἷα δὴ ἄρτι πληρουμένου τοῦ κοινοῦ πάντων ἀνθρώπων λόγου, ἐπεδήμει δ' ὅμως τότε πρῶτον. Ὃ δὴ καὶ οὐ μικρόν, εἰ καὶ μὴ πάλαι, νῦν γοῦν ἀν

 καὶ ἄκων κεχωρισμένος, καὶ ἡμᾶς δὲ ἅμα αὐτῇ συνεπισπώμενος. Ἐξαίφνης γοῦν οὐκ οἶδ' ὅπως ἀποδημεῖν μέν, ἀλλ' ἑτέρωθί ποι μᾶλλον ἀποδημεῖν ἤπερ ἐνταῦθα

 οὐδέπω πάντη πεπεισμένοι, ἀφίστασθαι δὲ πάλιν οὐκ οἶδ' ὅπως οὐ δυνάμενοι, ἀεὶ δὲ ὥσπερ ὑπό τισιν ἀνάγκαις μείζοσι τοῖς λόγοις αὐτοῦ πρὸς αὐτὸν ἑλκόμεν

 τὸ μὲν μένον ἐφ' ἑαυτοῦ μηδεμιᾶς ἀπολαύῃ βλάβης ἐκ τῆς πρὸς τὸ χεῖρον κοινωνίας, τὸ δ' ἄτακτον ἐξ αὐτοῦ καταδεθὲν καὶ συναρμοσθὲν τῷ κρείττονι, μηδὲν

 ἄκριτον καὶ προπετές, συγκατατιθεμέ νων τε τοῖς ἐπιτυχοῦσιν, ὁποῖά ποτ' ἂν ᾖ, κἂν ψευδῆ τύχῃ, καὶ ἀντιλεγόντων πολλάκις, κἂν ἀληθῆ τινα εἰρημένα ᾖ, κα

 καὶ θεοειδεῖς ἤμελλεν ἡμᾶς ὄντως καὶ μακαρίους καταστήσεσθαι. Καὶ ταῦτα δὲ ἐξεπονεῖτο λόγοις τε ἰδίοις πραΰνουσι καὶ σοφοῖς, οὐχ ἥκιστα καὶ ἀναγκαιοτά

 ἐδιδασκόμην, ἐπαινεῖν καὶ λέγειν περί του ἐγκώμιον, ὅ τι μὴ ἀληθὲς ἦν, ἑκὼν ὑπέμενον. Οὐ τοίνυν οὐδὲ νῦν ἐπαινεῖν προθέμενος, ἁπλῶς τοῖς ἑτέρων ψόγοις

 12 Καὶ δῆτα δικαίους μὲν καὶ φρονίμους καὶ σώφρονας ἢ ἀνδρείους ἡμᾶς ὑπὸ ἡμετέρας βραδυτῆτος καὶ νωχελίας, καὶ ταῦτα πάνυ σπεύδων, ἔτι μέλλει κατα στή

 λεπτότητος τῆς τοῦ λόγου πρὸς τὴν ἀκρίβειαν τῆς ἐξετάσεως ἀποκαμοῦσαν ἑαυτὴν ἀπραγμονέστερον παραδι δόναι πολλάκις ψευδέσι λόγοις καὶ δόγμασι, πεπλανη

 κατασκεύασμα πάνσοφον πολύπορόν τε καὶ εἰσόδοις καὶ ἐξόδοις συνεχέσι σεσοφισμένον, ἐθέλων μέντοι καὶ ἐξιέναι μηκέθ' οἷός τε εἴη, ἐναποληφθεὶς ἔνδον ὑπ

 παρασκευὴν καὶ ἐξουσίαν. Καὶ συνελόντα εἰπεῖν παράδεισος ἡμῖν ὄντως οὗτος ἦν, μιμητὴς τοῦ μεγάλου παραδείσου τοῦ θεοῦ, ἐν ᾧ γῆν μὲν ἐργάζεσθαι οὐκ ἦν

 μηδ' ἀξιουμένους ὑπὸ τῶν κρατούντων ὑμνεῖν ἐθέλειν τὸ θεῖον, μηδὲ ψάλλειν ἐν γῇ βεβήλῳ· ἀλλὰ τὰ μὲν ὄργανα τὰ μουσικὰ κρεμάσαι ἐπὶ τῶν ἰτεῶν ἀρτήσαντα

λεπτότητος τῆς τοῦ λόγου πρὸς τὴν ἀκρίβειαν τῆς ἐξετάσεως ἀποκαμοῦσαν ἑαυτὴν ἀπραγμονέστερον παραδι δόναι πολλάκις ψευδέσι λόγοις καὶ δόγμασι, πεπλανημέ νοις μὲν αὐτοῖς, πλανῶσι δὲ καὶ τοὺς ἐσχηκότας· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ κἂν ἐπανορθοῦν ἕτερος ἐθέλοι λόγος, οὐκέτι προσιεμένη οὐδὲ μεταπειθομένη, τοῦ δὲ ἐν αὐτῇ περιεχομένη, ὥσπερ τινὸς τυράννου ἀπαραιτήτου αὐτῆς κεκρατηκότος.

14 Ἦ γὰρ οὐχὶ ταῦτα δογμάτων τε τὰ μαχό μενα καὶ ἐναντιούμενα ἀλλήλοις φιλοσόφων τε τὰς στάσεις εἰσήγαγεν, ἄλλων τοῖς ἄλλων ἐνισταμένων δόγμασι, καὶ ἄλλων ἄλλα κρατούντων ἄλλων τε ἄλλοις προστιθεμένων· καὶ φιλοσοφεῖν μὲν ἁπάντων βουλομένων καὶ ἐπαγ γελλομένων, ἐξ οὗ γε προὐτράπησαν τὸ πρῶτον, καὶ φασκόντων ἐθέλειν οὐχ ἧττον ὅτε γεγόνασιν ἐν τοῖς λόγοις, ἢ ὡς αὐτοῦ ἤρχοντο, μᾶλλον δὲ καὶ πλείονα τὸν ἔρωτα νῦν ἔχειν τῆς φιλοσοφίας, ὅτε αὐτῆς καὶ γεύσασθαι (ὡς ἂν εἴποι τις) ὑπῆρξε καὶ προσδιατρῖψαι τοῖς λόγοις, ἤπερ ὅτε πρῶτον ἀπείρως ἔχοντες εἶθ' ὑπὸ ὁρμῆς τινος φιλοσοφεῖν ἐπήρθησαν· λεγόντων μὲν ταῦτα, οὐκέτι δ' ὑπακουσάντων λόγοις οὐδένεσι τῶν ἑτεροδόξων; Οὔτ' οὖν εἷς τις τῶν παλαιῶν προὐτρέψατό τινα τῶν νεωτέρων ἢ τῶν τοῦ Περιπάτου πρὸς αὐτὸν ἐπιστρέφειν καὶ τὴν αὐτοῦ φιλοσοφίαν φιλοσοφεῖν, οὔτε ἀνάπαλιν, καὶ ὅλως οὐδεὶς οὐδένα. Οὐ γὰρ ἂν ῥᾳδίως μεταπεισθείη τις προσθέσθαι, τῶν αὐτοῦ μετατιθέμενος, ἑτέροις, καὶ ταῦτα τούτοις ἴσως, οἷς εἴπερ ἐπείσθη πρὶν φιλοσοφήσει προσελθεῖν, τὸ πρῶτον ἂν καὶ ἠγάπα· [ἐπείσθη ῥᾳδίως] οἷα δὴ μὴ προκατειλημμένης τῆς ψυχῆς μηδέπω λόγοις προσανείχετο ἂν καὶ ἠγάπα, ὁμοίως ἐναντιούμενος δι' ἐκεῖνα τούτοις, ἃ νῦν ἔχει. Τοιαῦτα ἡμῶν οἱ καλοὶ καὶ λογιώτατοι καὶ ἐξε ταστικώτατοι Ἕλληνες πεφιλοσοφήκασιν, οἷς προσέτυχεν ἕκαστος ἐξ ἀρχῆς ἐλαθεὶς ὑπό τινος ὁρμῆς, ταῦτα μόνα λέγων εἶναι ἀληθῆ, τὰ δὲ λοιπὰ πάντα τῶν ἄλλων φιλο σόφων ἀπάτην καὶ λῆρον· λόγῳ μὲν οὐδὲν μᾶλλον αὐτὸς τὰ αὐτοῦ κρατύνων, ἢ τῶν ἄλλων ἕκαστοι προΐστανται τῶν ἰδίων, τοῦ μὴ χρῆναι μετατίθεσθαι καὶ μεταβου λεύεσθαι ἀνάγκῃ ἢ πειθοῖ· οὐκ ἄλλην τινά (εἰ δεῖ τἀληθὲς εἰπεῖν) ἔχων ἢ τὴν πρὸς τῆς φιλοσοφίας ἐπὶ τάδε τὰ δόγματα ἄλογον ὁρμήν, καὶ κρίσιν ὧν οἴεται ἀληθῶν (μὴ παράδοξον εἰπεῖν ᾖ) οὐκ ἄλλην ἢ τὴν ἄκριτον τύχην· ταῦθ' ἕκαστος φιλῶν, οἷς προσέτυχε τὸ πρῶτον, ὑφ' ὧν οἱονεὶ δεδεμένος, οὐκέθ' οἷός τε προσέχειν ἑτέροις· εἰ μέν τι καὶ λέγειν ἔχοι σὺν ἀποδείξει ἀληθείας τῶν αὐτοῦ περὶ πάντων, καὶ ὡς ψευδῆ εἴη τὰ τῶν ἐναντίων, βεβοηθημένος καὶ τῷ λόγῳ, ἐπεὶ καὶ ἀβοήθητος, ἑαυτὸν χαρισάμενος καὶ ἐκδεχόμενος εἰκῇ ὥσπερ ἕρμαιον τοῖς προκαταλαβοῦσιν αὐτὸν λόγοις· οἳ δ' ἔν τε τοῖς ἄλλοις ἔσφηλαν τοὺς ἔχοντας, καὶ δὴ καὶ τοῦ πάντων μεγίστου καὶ ἀναγκαιοτάτου, τῆς περὶ τὸ θεῖον γνώσεως καὶ εὐσεβείας. Καὶ μένουσιν ὅμως ἐν αὐτοῖς δεδεμένοι τρόπον τινά, καὶ οὐκέτ' ἂν αὐτοὺς οὐδεὶς ῥύσαιτο ῥᾳδίως, ὥσπερ ἐκ τενάγους ἐν πεδίῳ πλατυτάτῳ δυσδιαβάτῳ, οὐκέτι ἐῶντος τοὺς ἐμπεσόντας ἅπαξ οὔτε παλινδρομήσαντας οὔτε καὶ περαιωσαμένους διασώζεσθαι, ἐν αὐτῷ δὲ αὐτοὺς κατέχοντας μέχρι τελευτῆς· ἢ ὥσπερ ἐξ ὕλης βαθείας καὶ δασείας καὶ ὑψηλῆς, εἰς ἣν εἰσῆλθε μέν τις ὁδοιπόρος, ὡς δὴ καὶ ἐξορμήσων ἴσως καὶ ἐν καθαρῷ πάλιν αὑτὸν καταστήσων τῷ ἕρκει, ὑπὸ δὲ μήκους καὶ δασύτητος οὐχ οἷός τε γίνεται, πάμπολλα στρεφόμενος ἐν αὐτῷ, ὁδούς τέ τινας ἔνδον εὑρίσκων συνεχεῖς ποικίλα ὁδοιπορεῖ, ὡς δὴ διά τινος αὐτῶν ἐξορμήσων τάχα· αἱ δ' ἐπὶ τὰ ἔνδον ἄγουσι μόνον, ἔξοδον δὲ οὐδαμῶς, αὐτῆς τε τῆς ὕλης μόνης ὁδοί τινες οὖσαι· τέλος δὲ ὁ ὁδοιπόρος ἀποκαμὼν καὶ ἀπαγορεύσας, ὡς δὴ πάντων ὕλης γενομένων καὶ οὐκέτι οὐδενὸς ὄντος ἐπὶ γῆς οἰκητηρίου, ἐκεῖ μένειν ἐθέλει τὴν ἑστίαν καταστησάμενος, καὶ εὐρυχωρίαν αὑτῷ ὡς οἷόν τε ἐν τῇ ὕλῃ ἐκποριζόμενος· καὶ ὥσπερ ἔκ τινος λαβυρίνθου, εἰς ὃν εἰσόδου φαινομένης μιᾶς οὐδὲν ποικίλον ἐκ τῶν ἔξωθεν ὑποτοπήσας τις εἰσελθὼν διὰ τῆς φαινομένης θύρας μιᾶς, εἶτα προχωρήσας ἄχρι τῶν ἐνδοτάτω, ποικίλον τε ἰδὼν θέαμα καὶ