1
De Susanna
Εἰς τὴν Σουσάνναν.
56.589 Ἥκομεν ὑμῖν εὐγνώμονες ὀφειλέται τοῦ λόγου, οὐχ ὅσον ὀφείλομεν πληροῦντες, ἀλλ' ὅσον ἔχομεν ἀποδιδόντες. Ἡ μὲν γὰρ προθυμία δαψιλὴς καὶ πλείω τοῦ ὀφειλομένου ἥπλωται διδόναι· ἡ δὲ τοῦ λόγου πενία ἐστένωται· δι' ὃ ὀλίγα ὑμῖν ἀντὶ πολλῶν παρακαλοῦντες διδόαμεν. Εἰ δέ τις ὑμῶν βουληθείη τὰ ὀλιγοστὰ τῶν λόγων ἡμῶν τῇ προθυμίᾳ τῆς καρδίας συμπαρεκτεῖναι, οὐδὲν ἐλλείψομεν πρὸς τὸ ὀφειλόμενον, τῆς προθυμίας ἡμῶν τὸ ἐλλεῖπον μέρος τῶν λόγων ἀναπληρούσης. Καὶ γὰρ ὁ Θεὸς ὅταν πένητος ἴδῃ βραχείας προσφορὰς καὶ πλουσίου δαψιλεῖς, οἶδεν ἐξ ἴσου δέχεσθαι τὰς τιμάς· πολλάκις δὲ μειζόνως τὰς τοῦ πένητος ὑποδέχεται· οὐ γὰρ τῷ ὄγκῳ τῶν χρημάτων, ἀλλὰ τῇ προθυμίᾳ τῆς καρδίας ἐμβλέπει. Ἀπόδειξις δὲ τῶν λεγομένων ἡ περὶ τὴν πενιχρὰν χήραν τὴν τὰ δύο λεπτὰ εἰς τὸ γαζοφυλάκιον βαλοῦσαν· ὑπερεταλάντευσε γὰρ παρὰ Κυρίῳ ἡ ταύτης βραχεῖα προσφορὰ τῶν τὸν χρυσὸν βεβληκότων πλουσίων· ἐπειδὴ οὐ χρημάτων χρῄζει ὁ Θεὸς, ἀλλ' εἰλικρινοῦς καὶ εὐπροαιρέτου καρδίας.
Φέρε τοίνυν καὶ ἡμεῖς ἁπλώσαντες ἡμῶν ἐν εἰλικρινείᾳ τὰς καρδίας, οἷον παρὰ Θεοῦ κεκτήμεθα λόγον, ὥσπερ ἔν τισι γαζοφυλακίοις Θεοῦ ἐμψύ 56.590 χοις καταβαλλόμενοι, τὸ χρέος τοῦ λόγου ὑμῖν ἀποτίσωμεν. Μέμνημαι γὰρ τῇ προτεραίᾳ ἐπαγγειλάμενος ὑμῖν τὴν τῆς μακαρίας Σουσάννης σωφροσύνης ἄθλησιν, εἰς πολλῶν ὠφέλειαν κηρύττειν· ὅτε καὶ ὁ Ἰωσὴφ κατὰ τῆς Αἰγυπτίας ἠγωνίζετο, καὶ πᾶσιν ἡμῖν παλαίσματα σωφροσύνης ὑπεδείκνυεν. Ἀγωνιζέσθω οὖν καὶ Σουσάννα ἐν τῷδε τῷ πανδήμῳ θεάτρῳ, ὅπου καὶ Θεὸς, καὶ ἄγγελοι, καὶ ἄνδρες, καὶ γυναῖκες ὁρῶσιν· ἀγωνιζέσθω, καὶ διδασκέτω, πῶς δεῖ νεωτέρας ἕως θανάτου ὑπὲρ σωφροσύνης ἀγωνίζεσθαι. Αὕτη τοίνυν ἡ μακαρία Σουσάννα εὐγενὴς τῷ γένει τυγχάνουσα, ἐξ ἁπαλῶν ὀνύχων ἐν οἰκίσκῳ θαλαμευομένη, εὐπρεπὴς τῷ κάλλει ὑπάρχουσα, καὶ σεμνοῦ βίου τρόπον ἀσκηθεῖσα, ὅτε τὸ τῆς νεότητος αὐτῆς κάλλος ἐπήνθει, πρὸς νομίμου γάμου συζυγίαν ἡρμόσθη. Καὶ δὴ τὸ τοῦ γάμου μυστήριον ἀβλαβὲς τῷ ἰδίῳ ἀνδρὶ φυλάττουσα, οὐκ ὄμμα ἄτακτον πρὸς νεωτερικοῦ καὶ ξένου κάλλους θέαν περιέφερεν· οὐκ ἀκοὴν ἀνοίγουσα, τὴν τῶν προνικῶν ᾀσμάτων καλλιφωνίαν ὑπεδέχετο· οὐ τὴν ὄσφρησιν ἐπηφίει ἀνέρπειν τὰ τῶν νεωτερικῶν ἱματίων καπνίσματα· οὐδ' ἄλλην τινὰ αἴσθησιν ἁπλῶς φέρεσθαι συνεχώρει, ἵνα μὴ ἡ ἐν τῇ καρδίᾳ αὐτῆς 56.591 φυλαττομένη σωφροσύνη ὑποφθαρεῖσα τοῖς ἁπαλοῖς δελεάσμασι πρὸς ἡδονὰς σκελισθείη. Τὰ γὰρ πλεῖστα τῶν ἁμαρτημάτων ἐκ τῶν αἰσθήσεων τῆς ψυχῆς ἡμῶν περιγίνεται. Ἔστι γὰρ ἡ ψυχὴ, καθάπερ παρθένος ἐν θαλάμῳ τινὶ, ἐν μέσῃ τῇ καρδίᾳ ἡσυχάζουσα, καὶ ὑπὸ τῶν πέντε αἰσθήσεων, ὥσπερ ὑπό τινων θεραπαινίδων, δορυφορουμένη.
Ποίων αἰσθήσεων; Ὁράσεως, γεύσεως, ὀσφρήσεως, ἀκοῆς, καὶ ἁφῆς. Ἐὰν οὖν μηδεμία αἴσθησις ὑποφθαρεῖσα πλανηθείη, φυλάττεται ἀκεραία καὶ ἀβλαβὴς ἡ ψυχή· ἐὰν δὲ συμβῇ τὴν ὅρασιν ἀκυβέρνητον μείνασαν πρὸς νεωτερικοῦ κάλλους θέαν ῥεμφθῆναι, καὶ λάβρον τὸ κῦμα τῆς ἐπιθυμίας διὰ τῶν ὀφθαλμῶν εἰς τὸ βάθος τῆς καρδίας εἰσδέξασθαι, εὐθὺς, λαίλαπι ἡδονῶν ῥιπισθεῖσα, πρὸς τὴν ἁμαρτίαν ὑποβρύχιος φέρεται περὶ τὴν σωφροσύνην ναυαγήσασα· καὶ πάσχει λοιπὸν ἐκεῖνο, ὅπερ καὶ ὁ ∆αυῒδ παθὼν ἔλεγεν· Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Ὁμοίως δὲ καὶ ἡ ἀκοὴ ἐὰν ἀναπετασθεῖσα δέξηται τὰ τῆς καλλιφωνίας θέλγητρα, πρὸς ἐκεῖνα τὴν διάνοιαν τείνασα, ὅλην ἑαυτὴν τοῖς