Fragmenta in epistulam ad Ephesios (in catenis) 611 Eph 1,3-13 Ὁ εὐλογήσας ἡμᾶς. εὐλόγησε διὰ τοῦ υἱοῦ, ἐξελέξατο διὰ τοῦ υἱοῦ, υἱοθέτησε διὰ τοῦ υἱοῦ, ἐχαρίτωσε διὰ τοῦ υἱοῦ. πῶς δὲ διὰ τοῦ υἱοῦ; ὦ θαῦμα· διὰ τοῦ αἵματος αὐτοῦ, φησίν. εἶδες πλοῦτον χάριτος; μᾶλλον δὲ περισσείαν καὶ ἄφατον ἔλεος; οὐ μόνον δὲ ταῦτα, ἀλλὰ καὶ ἐγνώρισεν ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ. διὰ τίνος τοῦτο; καὶ τοῦτο διὰ τοῦ υἱοῦ· πάντα διὰ τοῦ υἱοῦ τῆς εὐδοκίας συμπαρούσης ἐν ἅπασι τοῦ πατρός· οὐδὲ γὰρ ἔν τινι ἀπέσχισται τὸ πατρικὸν βούλημα τοῦ ἠγαπημένου υἱοῦ. ἐπειδὴ δὲ περὶ τοῦ γνωρισθῆναι ἡμῖν τὸ μυστήριον διέλαβε, πάλιν τῆς υἱοθεσίας μέμνηται, δι' οὗ, λέγων, καὶ ἐκληρώθημεν· οἱ γὰρ υἱοθετηθέντες ἐπὶ τῷ κληρονομῆσαι τῆς υἱοθεσίας ἀξιοῦνται, ἥτις γέγονε διὰ τοῦ υἱοῦ καὶ προώρισται τῆς εὐδοκίας καὶ τοῦ πατρικοῦ βουλήματος συμπαρόντος. γέγονε δὲ τοῦτο εἰς τὸ καὶ ἡμᾶς οὕτω πολιτεύσασθαι, ὥστε εἰς ἔπαινον γενέσθαι τῆς δόξης αὐτοῦ, τοῦτ' ἔστιν εἰς ἐπαινουμένην δόξαν αὐτοῦ καὶ εὐάρεστον τὸν βίον ἡμῶν καὶ τὴν πολιτείαν ὁρᾶσθαι παρὰ πάντων· ὅπως γὰρ ἴδωσιν, φησί, τὰ καλὰ ὑμῶν ἔργα, ὁ κύριος ἐν Εὐαγγελίοις, καὶ δοξάσωσι τὸν πατέρα ἡμῶν τὸν ἐν οὐρανοῖς. Εὐλόγησε γὰρ ἡμᾶς οὐ μόνον ἐν πάσῃ πνευματικῇ εὐλογίᾳ, ἀλλὰ καὶ ἐν πνευματικοῖς πράγμασι καὶ ἐπουρανίοις. διὰ τίνος; διὰ Ἰησοῦ Χριστοῦ. πῶς; καθὼς ἐξελέξατο ἡμᾶς πρὸ καταβολῆς κόσμου· οὕτως ἀρχαία ἡ ἡμῶν ἐκλογὴ καὶ εὐλογία. ἐπὶ τί δὲ ἡμᾶς ἐξελέξατο; ἐπὶ τὸ εἶναι ἁγίους καὶ ἀμώμους, τιμίους καὶ καθαροὺς ἐν τῷ βίῳ. πόθεν εἰς τοῦτο κινηθείς; ἐξ ἀγάπης μόνης. ἵνα τί γίνηται; ἵνα υἱοθετήσῃ ἡμᾶς διὰ τοῦ Χριστοῦ ἑαυτῷ· τοῦτο γὰρ καὶ προώριστο. ἐκ ποίας ἡμῶν ἐργασίας; ἐξ οὐδεμιᾶς, πλὴν ὅτι δι' εὐδοκίαν τοῦ θελήματος αὐτοῦ· ηὐδόκησε γὰρ καὶ ἠθέλησε τοῦτο ἡμῶν ὅλως μηδὲν συνεισενεγκόντων. πῶς γὰρ ἦν συνεισενεγκεῖν τοὺς μηδ' ἀρχήν που τοῦ εἶναι λαβόντας; καὶ τί τὸ ἐκ τούτου κέρδος; ἄφατος ἀνακύπτει ἔπαινος καὶ ἐγκώμιον τῆς δεδοξασμένης αὐτοῦ χάριτος ἐν ᾗ ἐχαρίτωσεν ἡμᾶς. διὰ τίνος; ἢ δῆλον ὅτι καὶ τοῦτο διὰ τοῦ ἠγαπημένου αὐτοῦ υἱοῦ. πῶς; ὅτι αὐτὸς ἐποίησε τὴν ἀπολύτρωσιν ἡμῶν· ἦμεν γὰρ αἰχμάλωτοι διὰ τὰ παραπτώματα ἡμῶν, δοὺς δὲ τὸ αἷμα αὐτοῦ λύτρον ὑπὲρ ἡμῶν ἐλυτρώσατο τῆς ἐν ᾗ κατειχόμεθα τυραννίδος. καὶ πῶς τοῦτο τὸ φρικτὸν γέγονεν; οὐκ ἔστιν εἰπεῖν, πλὴν ὅτι πλοῦτος ἐστὶ χάριτος, περισσεία χάριτος, ὑπερβολή· οὐκ ἔστιν ἄλλο εἰπεῖν. τοῦτο δὲ τὸ περὶ ἡμᾶς ἄφατον μυστήριον οὐ μόνον ἐνήργησε, ἀλλὰ καὶ ἐφανέρωσεν ἡμῖν αὐτό. πῶς; φρενώσας καὶ σοφίσας 612 ἡμᾶς εἰς κατάληψιν αὐτοῦ. πάντα τῆς ἐκείνου εὐεργεσίας, τὸ ἐνεργῆσαι περὶ ἡμᾶς τὸ ἄφατον ἐκεῖνο μυστήριον, τὸ γνωρίσαι αὐτὸ πάλιν ἡμῖν· καὶ γὰρ καὶ τοῦτο μεγάλης καὶ ἀφάτου στοργῆς καὶ κηδεμονίας, τὸ γνωρίσαι ἡμῖν τοῦ θελήματος αὐτοῦ τὸ μυστήριον, οἷον τὸ ἐγκάρδιον αὐτοῦ καὶ ἀπόκρυφον βούλημα. ὁρᾷς τίνων ἡμᾶς ἀξιοῖ; καὶ τοῦτο ἦν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ ἐν τῷ υἱῷ αὐτοῦ, τοῦτ' ἔστι διὰ τοῦ υἱοῦ αὐτοῦ προωρισμένον κατ' εὐδοκίαν γενέσθαι. εὐλόγως δὲ πάλιν εἶπεν τὸ κατ' εὐδοκίαν, καὶ ὅτι διὰ τοῦ υἱοῦ ἦν προτεθειμένον γενέσθαι· ἐπειδὴ γὰρ εἰπὼν αὐτὸ κατ' ἀρχάς, καὶ αἰτίας αἰτίαις ἐν τῷ μεταξὺ συναίρων ἀπέστησε πολὺ τὸν ἀκροατὴν τοῦ λόγου, πάλιν ὥσπερ ἐπαναμιμνήσκων αὐτὸν καὶ ἐπαναλαμβάνων, ὅτι πάντα διὰ τοῦ υἱοῦ γέγονεν εὐδοκίᾳ τοῦ πατρός, τοῦτο προσφόρως ἐπισυνάπτει καὶ τίθησιν. εἶτα ταῦτα δέ, φησίν, εἰς οἰκονομίαν, τοῦτ' ἔστιν ἐπὶ ἀφάτῳ προνοίᾳ καὶ διοικήσει τῶν τῆς συντελείας καιρῶν, τοῦτ' ἔστι τῶν κατὰ τὴν συντέλειαν πραγμάτων· ὅσα γὰρ ἐπράχθη, διὰ τὴν τότε ἡμῖν ἀποκαλυφθησομένην δόξαν ἐπράχθη. διὸ καὶ ὁ Χριστὸς τότε διὰ τῆς ἐκβάσεως τῶν πραγμάτων φανεροῦται, ἀνακεφαλαιούμενος τὰ πάντα ἐν αὐτῷ. Ἢ ὅτι οὐ μόνον τὸ πραχθῆναι τὸ περὶ ἡμᾶς μυστήριον διὰ τοῦ υἱοῦ προωρίσθη γενέσθαι κατ' εὐδοκίαν τοῦ θελήματος τοῦ πατρός, ἀλλὰ καὶ τὸ ἀξιωθῆναι ἡμᾶς μαθεῖν τοῦτο, ὁμοίως διὰ