Fragmenta in epistulam ad Ephesios (in catenis) 611 Eph 1,3-13 Ὁ εὐλογήσας ἡμᾶς. εὐλόγησε διὰ τοῦ υἱοῦ, ἐξελέξατο διὰ τοῦ υἱοῦ, υἱοθέτησε διὰ τοῦ υἱοῦ

 τοῦ υἱοῦ ἡμῖν γέγονε κατ' εὐδοκίαν τοῦ πατρός. πάντα μὲν γὰρ ὁ υἱὸς ἐποίησε καὶ ἔπαθεν, ἵνα υἱοθετήσῃ, καὶ υἱοθέτησεν καὶ ἀπεκάλυψεν ὅτι υἱοθέτησεν· ἀ

 τοῦ πληροῦντος τὰ πάντα. οὐχ ἑνί τινι ἐνεργείᾳ καὶ διοικήσει, ἀλλ' ἐν πᾶσιν αὐτὸς ἐδημιούργησε πάντα. αὐτὸς ἔδωκε πνοὴν τοῖς ζῶσιν, αὐτὸς συνέχει, αὐτ

 ἐκολάζοντο. ὁ δὲ Παῦλος διὰ ἀμφότερα, καὶ ὑπὲρ τοῦ Χριστοῦ καὶ ὑπὲρ τῶν ἐθνῶν. Eph 3,8 Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων. λείπει τὸ γάρ, οἷον· ἐμοὶ γάρ. ἢ μ

 ἥνωσεν ἡμᾶς ἐκεῖνο καὶ οὗ ἐκλήθητε. ἢ σπουδάζοντες ἀλλήλους τηρεῖν καὶ φυλάττειν ἓν σῶμα καὶ ἓν πνεῦμα κατὰ τὴν ἑνότητα τοῦ πνεύματος, καθὼς ἡμᾶς τὸ ἅ

 ἐνδύσασθαι· ἀπὸ κοινοῦ γὰρ τὸ ἐδιδάχθητε. Τὸν παλαιὸν ἄνθρωπον. τὸν κατὰ τὴν προτέραν ἀναστροφὴν παλαιὸν ἄνθρωπον. Eph 5,11-14 Καὶ μὴ συγκοινωνεῖτε. ἔ

ἐνδύσασθαι· ἀπὸ κοινοῦ γὰρ τὸ ἐδιδάχθητε. Τὸν παλαιὸν ἄνθρωπον. τὸν κατὰ τὴν προτέραν ἀναστροφὴν παλαιὸν ἄνθρωπον. Eph 5,11-14 Καὶ μὴ συγκοινωνεῖτε. ἔργα σκότους εἶπε γενικῶς ὀνομάσας πᾶσαν ἁμαρτίαν. διὰ τί δέ, φησίν, οὐκ ἐπεξῆλθον ἑκάστην αὐτῶν ὀνομαστὶ πρᾶξιν; ὅτι καὶ ἐν αὐτῷ τῷ λέγειν αὐτὰς αἰσχρότητος πληροῦται καὶ ὁ ἐπεξιὼν αὐτάς. Ἢ οὕτως· ἐλέγχετε, φησί, τῇ παραθέσει τοῦ οἰκείου βίου. οὐδὲ γὰρ λέγω ἐλέγχειν αὐτοὺς τὰς πράξεις αὐτῶν ἐπεξιόντας αὐτοῖς καὶ ὀνειδίζοντας οἶδα γὰρ ὅτι τοῖς σπουδαίοις καὶ τὸ ὅλως μνημονεύειν αὐτῶν αἰσχρότης νομίζεται οὐδὲν γὰρ ἔλαττον, φησί, τῶν ὑμετέρων ἔργων ταῖς ἀρεταῖς ἀστραπτόντων ἐλεγχθήσονται ἢ εἰ διὰ λόγων τις αὐτοὺς ἀνεκάλυπτεν. ἀλλὰ καὶ μᾶλλον ἅπαντα τὰ ἔργα αὐτῶν διὰ τοῦ φωτὸς τοῦ ὑμετέρου βίου ἐλέγχεται καὶ ἀποκαλύπτεται καὶ φανεροῦται, φανερούμενα δὲ φωτίζεται καὶ εἰς τὸ ἄμεινον μετάγεται καὶ μεταποιεῖται· ἡ γὰρ τῶν κρυφίων διὰ τῆς ἐναρέτου πολιτείας φανέρωσις εἰς κατάγνωσιν προτρέπεται, ἡ δὲ ἀρχὴ γίνεται ἐπιστροφῆς. αὕτη 621 δὲ εἰς ἐργασίαν ἀρετῆς καταλήγει, ὅπερ ἐστὶ φῶς, ὡς πρόξενον τοῦ ἐκεῖθεν φωτός. καὶ φῶς πάλιν, ὅτι τυφλῶττον ἐν ἡμῖν πρότερον περὶ τὰ πάθη, αὕτη καταλάμψασα τὸ ἡγεμονικόν, ποιεῖ αὐτὸ καθορᾶν τὴν ἐν τῇ ἁμαρτίᾳ ἀσχημοσύνην καὶ αἰσχρότητα καὶ ἀμορφίαν. τὸ δὲ πᾶν γὰρ τὸ φανερούμενον φῶς ἐστιν, ἢ ὡς εἴρηται ληπτέον, ἢ κατασκευαστικὸν τοῦ δύνασθαι ἐλέγχειν τοὺς σπουδαίους διὰ τοῦ οἰκείου βίου τὴν τῶν φαύλων πολιτείαν. φανεροῦται μὲν γὰρ ὁ τοῦ σπουδαίου βίος, φησίν, φανερούμενος δὲ φῶς ἐστιν, φωτὸς δὲ λάμποντος τὸ σκότος ἐλέγχεται, ὅπερ ἐστὶν ὁ τῶν φαύλων βίος. Μᾶλλον δὲ καὶ ἐλέγχετε. ἢ οὕτως· ἐλέγχετε αὐτοὶ διὰ τοῦ ὑμετέρου λαμπροῦ καὶ σπουδαίου βίου, καὶ μὴ ἀναμένετε ἐκείνους ἑαυτοὺς προσαγγέλλειν καὶ κωμῳδεῖν τὰ οἰκεῖα καὶ εἰς μέσον ἄγειν καὶ οὕτω βελτιοῦσθαι. εἰ γὰρ καὶ πράττουσιν ἃ μὴ θέμις, ἀλλ' οὖν ὑπὸ τῆς ἐμφύτου γνώσεως εἰδότες αὐτῶν τὴν αἰσχρότητα αἰσχύνονται, καίτοι δέον ἀνακαλύπτειν τὴν αἰσχημοσύνην ἑαυτῶν. Πᾶν γὰρ τὸ φανερούμενον. ὅτι, φησί, τὸ φανερούμενον καὶ ἀνακαλυπτόμενον φῶς γίνεται, μαρτυρεῖ καὶ ἡ χρῆσις· ἔγειρε γάρ, φησίν, ὁ καθεύδων, οἷον· διανάστηθι ἀπὸ τῆς πρὸς τὰ πάθη κατακλίσεως καὶ προσεδρείας. καὶ ἀνάστα ἐκ τῶν νεκρῶν· ἔασον αὐτὰ νεκρὰ καὶ αἰσχρὰ καθώς εἰσιν φανερωθῆναι. καὶ ἂν ταῦτα γένηται, ἐπιφαύσει σοι τότε καὶ φωτίσει καὶ καταυγάσει σε ὁ Χριστός, ὥστε τὸ φανερούμενον φῶς γίνεται καὶ φωτίζεται. Eph 5,17-21 Ἀλλὰ συνιέντες. συνιέντες περιπατεῖτε ἀπὸ κοινοῦ γὰρ ὥσπερ καὶ τὸ πληροῦσθε πάλιν ἐστὶν ἀπὸ κοινοῦ πρὸς τὸ λαλοῦντες γὰρ καὶ ᾄδοντες καὶ ψάλλοντες καὶ εὐχαριστοῦντες ἀποδίδοται, καὶ πρὸς τὸ ὑποτασσόμενοι.