Fragmenta in epistulam ad Ephesios (in catenis) 611 Eph 1,3-13 Ὁ εὐλογήσας ἡμᾶς. εὐλόγησε διὰ τοῦ υἱοῦ, ἐξελέξατο διὰ τοῦ υἱοῦ, υἱοθέτησε διὰ τοῦ υἱοῦ

 τοῦ υἱοῦ ἡμῖν γέγονε κατ' εὐδοκίαν τοῦ πατρός. πάντα μὲν γὰρ ὁ υἱὸς ἐποίησε καὶ ἔπαθεν, ἵνα υἱοθετήσῃ, καὶ υἱοθέτησεν καὶ ἀπεκάλυψεν ὅτι υἱοθέτησεν· ἀ

 τοῦ πληροῦντος τὰ πάντα. οὐχ ἑνί τινι ἐνεργείᾳ καὶ διοικήσει, ἀλλ' ἐν πᾶσιν αὐτὸς ἐδημιούργησε πάντα. αὐτὸς ἔδωκε πνοὴν τοῖς ζῶσιν, αὐτὸς συνέχει, αὐτ

 ἐκολάζοντο. ὁ δὲ Παῦλος διὰ ἀμφότερα, καὶ ὑπὲρ τοῦ Χριστοῦ καὶ ὑπὲρ τῶν ἐθνῶν. Eph 3,8 Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων. λείπει τὸ γάρ, οἷον· ἐμοὶ γάρ. ἢ μ

 ἥνωσεν ἡμᾶς ἐκεῖνο καὶ οὗ ἐκλήθητε. ἢ σπουδάζοντες ἀλλήλους τηρεῖν καὶ φυλάττειν ἓν σῶμα καὶ ἓν πνεῦμα κατὰ τὴν ἑνότητα τοῦ πνεύματος, καθὼς ἡμᾶς τὸ ἅ

 ἐνδύσασθαι· ἀπὸ κοινοῦ γὰρ τὸ ἐδιδάχθητε. Τὸν παλαιὸν ἄνθρωπον. τὸν κατὰ τὴν προτέραν ἀναστροφὴν παλαιὸν ἄνθρωπον. Eph 5,11-14 Καὶ μὴ συγκοινωνεῖτε. ἔ

ἥνωσεν ἡμᾶς ἐκεῖνο καὶ οὗ ἐκλήθητε. ἢ σπουδάζοντες ἀλλήλους τηρεῖν καὶ φυλάττειν ἓν σῶμα καὶ ἓν πνεῦμα κατὰ τὴν ἑνότητα τοῦ πνεύματος, καθὼς ἡμᾶς τὸ ἅγιον ἥνωσεν πνεῦμα, καθὼς καὶ ἐκλήθητε. τὴν τοιαύτην δὲ φυλάττει ἕνωσιν ὁ τῆς ἀγάπης σύνδεσμος. ἀλλ' εἰ μὲν ὡς τὸ πρότερον ἐλλειπτικὴ ἂν εἴη μόνον ἡ σύνταξις, λείπουσα τὴν κατὰ πρόθεσιν, οἷον· καθ' ἓν σῶμα καὶ καθ' ἓν πνεῦμα. εἰ δὲ ὡς τὸ δεύτερον, τρεῖς ἔχει τρόπους, ὑπερβατὸν καὶ ἀπὸ κοινοῦ μετὰ ζεύγματος καὶ τρίτον τὸν ἐλλειπτικόν, κἀνταῦθα τῆς αὐτῆς μὲν προθέσεως ἐλλειπούσης οἷον· κατὰ τὴν ἑνότητα, τοῦ δὲ ἀλλήλων ἀπὸ κοινοῦ μετὰ ζεύγματος λαμβανομένου· ἀλλήλους γὰρ ἐξακουσθήσεται. τὸ δὲ ὑπερβατὸν εὔδηλον. Eph 4,4 Ἢ ὡς ἓν ὄντες πνεῦμα καὶ ἓν σῶμα· οὕτω γὰρ ἐκλήθητε. Eph 4,8 Ἀναβὰς εἰς ὕψος. λέγει δὲ τὸ τοῦ σταυροῦ, ὡς αὐτὸς ἐπηγγείλατο· ὅτε ὑψωθῶ, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. Ἠιχμαλώτευσε μὲν τὸν διάβολον, ἔδωκε δὲ ἀντὶ τιμωρίας δόματα καὶ χαρίσματα τοῖς αἰχμαλωτισθεῖσιν, ἐπειδὴ ὁ ἀναβαίνων ἢ ἐν τῷ ἀναβαίνειν λαμβάνει τὴν ἀρχὴν τοῦ ἄνω γενέσθαι, ὥσπερ ὅτε τις ἀπάρχεται ἀναβαίνειν μὴ ὢν ἐξ ἀρχῆς ἄνω, ἢ οὐ νῦν λαμβάνει τὴν ἀρχὴν τῆς ἀνόδου ἀλλ' ἀπ' ἀρχῆς μὲν ἦν ἄνω, καταβὰς δὲ ἐκεῖθεν νῦν πάλιν 619 ἄνεισιν. εἰπὼν δὲ ἀναβάς, ἑρμηνεύει πῶς δεῖ ἐννοεῖν τὸ ἀναβάς· ὅτι οὐχ ὡς νῦν, φησίν, ἀρξάμενος ἀναβαίνει ἦν γὰρ ἐξ ἀρχῆς ἐν τῷ ὕψει τῆς θεϊκῆς ἀξίας καὶ τῆς πατρικῆς δόξης ἀλλ' ὡς ἀπὸ τῆς κατὰ τὴν οἰκονομίαν συγκαταβάσεως καὶ μέχρι τῆς εἰς ᾅδου καθόδου εἰς τὴν πρέπουσαν τοῦ θεϊκοῦ ὕψους φανέρωσιν ἀνελθὼν πάλιν, λέγεται ὅτι ἀνέβη. Eph 4,10 Ὁ αὐτός, φησίν, ἐστὶν ὁ καταβὰς καὶ ὁ ἀναβάς· καταβαίνει μὲν γὰρ εἰς τὴν σάρκωσιν ὡς θεός, ἀναβαίνει δὲ ὡς ἄνθρωπος. καὶ καταβαίνει μὲν εἰς τὸν ᾅδην ὡς ἄνθρωπος, ἀνίσταται δὲ ὡς θεός. οὐ μόνον δέ, ἀλλὰ καὶ ὑπεράνω γίνεται τῶν οὐρανῶν, καὶ οὐχ ἁπλῶς, ἀλλὰ πάντων τῆς ἐκεῖσε λήξεως καὶ καθέδρας τὸ πρόσλημμα ἡμῶν ἀξιῶν. Eph 4,13 Τοῦ πληρώματος. οὐ γὰρ ὁ τυχὼν γίνεται μέρος τοῦ ὅλου πληρώματος ἤτοι τοῦ σώματος τοῦ Χριστοῦ, ἀλλ' ὁ εἰς ἄνδρα τέλειον τῆς ἐπιγνώσεως αὐτοῦ καταντήσας, καὶ εἰς μέτρον ἡλικίας ἀξίας τοῦ πληρώματος τοῦ Χριστοῦ. Eph 4,16 Ἐξ οὗ πᾶν τὸ σῶμα, ἤγουν οἱ πιστοί, συναρμολογούμενον καὶ συμβιβαζόμενον τὴν αὔξησιν τὴν ἰδίαν ποιεῖται ἐπ' ἰδίᾳ οἰκοδομῇ καὶ τελειότητι, ἀλλ' οὐχὶ ἑτέρου τινὸς χάριν. τὸ δὲ ἐν ἀγάπῃ, ὅτι οὐδ' ἄλλο μέν τι τῶν καλῶν χωρὶς ἀγάπης συνίσταται καὶ τελειοῦται, μάλιστα δὲ ἡ κατὰ πίστιν ἑνότης καὶ ἁρμολογία. ἀλλὰ πῶς ἁρμολογοῦνται καὶ συμβιβάζονται οἱ πιστοί; διὰ πάσης ἁφῆς, φησίν, ἵνα μὴ ὁ μὲν τῷδε συνάπτηται, ὁ δὲ τῷδε, ἀλλὰ πάντες πᾶσιν· διὰ γὰρ τῆς ἁπάντων συναφῆς ἡ κοινὴ τοῦ σώματος παντὸς αὔξησις γίνεται. αὕτη δὲ ἡ ἁφὴ καὶ συνάφεια πόθεν φύεται; τῆς ἐπιχορηγίας ἐστὶ τοῦ Χριστοῦ, φησίν· ἐπιχορηγίας δέ, ὅτι μετὰ τῶν ἄλλων αὐτοῦ εὐεργεσιῶν καὶ τὴν ἀλλήλων συνάφειαν αὐτὸς ἐπιχορηγεῖ. τὸ δὲ κατ' ἐνέργειαν, ὅτι οὐ μόνον τὸ ἐπιτηδείως ἔχειν πρὸς τὴν συνάφειαν, ἀλλὰ καὶ αὐτὸ τὸ συνάπτεσθαι τῆς αὐτῆς ἐπιχορηγίας ἐστίν. τὸ δὲ ἐν μέτρῳ ἑνὸς ἑκάστου μέρους, ἵνα μὴ ἀκούσας ὅτι αὐτὸς ἡμᾶς ἀλλήλοις συναρμολογεῖ, αὐτὸς ἐπιχορηγεῖ καὶ τὴν κατ' ἐνέργειαν συνάφειαν, τῆς αὐτοῦ ἐστι δωρεᾶς καὶ ἐπιχορηγίας ἅπαντα· ἵνα μὴ 6 ταῦτα λογισάμενος αὐτὸς εἰς ῥᾳθυμίαν ἀποκλίνῃς ὡς πάντα ἔχων ἐκεῖθεν προῖκα. προστίθησι ταῦτα, ὅτι εἰ καὶ προῖκα ἐπιχορηγεῖται, ἀλλὰ κατὰ τὸ μέτρον τῆς προθυμίας ἑνὸς ἑκάστου τῶν δεχομένων ἡ διανέμησις γίνεται. Eph 4,17-18 Ἐν ματαιότητι τοῦ νοός. οὐ τὰ τῆς ἀληθείας φρονοῦντες καὶ πιστεύοντες καὶ ἀποδεχόμενοι, ἀλλ' ἅπερ ἂν ὁ νοῦς αὐτῶν μάτην ἀναπλάσῃ καὶ λογίσηται. τί δ' ἂν καὶ λογίσοιτο τῶν καλῶν ὁ ἐσκοτισμένην ἔχων τὴν διάνοιαν; Eph 4,19 Ἑαυτοὺς παρέδωκαν. ἢ ὅτι δυσὶν ἑαυτοὺς παρέδωκαν πάθεσιν, ἀσελγείᾳ καὶ πλεονεξίᾳ, ἅ ἐστιν ἐπιπολάζοντα μᾶλλον τῶν ἄλλων ἁμαρτιῶν· ἢ ὅτι τὴν ἀσέλγειαν καὶ ἀκαθαρσίαν ἁπλῶς ἐν πλεονεξίᾳ, τοῦτ' ἔστι καθ' ὑπερβολὴν καὶ ἀνενδότως εἰργάσαντο. Eph 4,21-23 Κατὰ τὴν προτέραν. ἐδιδάχθητε ἀποθέσθαι, ἐδιδάχθητε