Fragmenta in epistulam ad Ephesios (in catenis) 611 Eph 1,3-13 Ὁ εὐλογήσας ἡμᾶς. εὐλόγησε διὰ τοῦ υἱοῦ, ἐξελέξατο διὰ τοῦ υἱοῦ, υἱοθέτησε διὰ τοῦ υἱοῦ

 τοῦ υἱοῦ ἡμῖν γέγονε κατ' εὐδοκίαν τοῦ πατρός. πάντα μὲν γὰρ ὁ υἱὸς ἐποίησε καὶ ἔπαθεν, ἵνα υἱοθετήσῃ, καὶ υἱοθέτησεν καὶ ἀπεκάλυψεν ὅτι υἱοθέτησεν· ἀ

 τοῦ πληροῦντος τὰ πάντα. οὐχ ἑνί τινι ἐνεργείᾳ καὶ διοικήσει, ἀλλ' ἐν πᾶσιν αὐτὸς ἐδημιούργησε πάντα. αὐτὸς ἔδωκε πνοὴν τοῖς ζῶσιν, αὐτὸς συνέχει, αὐτ

 ἐκολάζοντο. ὁ δὲ Παῦλος διὰ ἀμφότερα, καὶ ὑπὲρ τοῦ Χριστοῦ καὶ ὑπὲρ τῶν ἐθνῶν. Eph 3,8 Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων. λείπει τὸ γάρ, οἷον· ἐμοὶ γάρ. ἢ μ

 ἥνωσεν ἡμᾶς ἐκεῖνο καὶ οὗ ἐκλήθητε. ἢ σπουδάζοντες ἀλλήλους τηρεῖν καὶ φυλάττειν ἓν σῶμα καὶ ἓν πνεῦμα κατὰ τὴν ἑνότητα τοῦ πνεύματος, καθὼς ἡμᾶς τὸ ἅ

 ἐνδύσασθαι· ἀπὸ κοινοῦ γὰρ τὸ ἐδιδάχθητε. Τὸν παλαιὸν ἄνθρωπον. τὸν κατὰ τὴν προτέραν ἀναστροφὴν παλαιὸν ἄνθρωπον. Eph 5,11-14 Καὶ μὴ συγκοινωνεῖτε. ἔ

τοῦ υἱοῦ ἡμῖν γέγονε κατ' εὐδοκίαν τοῦ πατρός. πάντα μὲν γὰρ ὁ υἱὸς ἐποίησε καὶ ἔπαθεν, ἵνα υἱοθετήσῃ, καὶ υἱοθέτησεν καὶ ἀπεκάλυψεν ὅτι υἱοθέτησεν· ἀλλὰ καὶ ἐν πᾶσι τούτοις ηὐδόκησεν ὁ πατὴρ καὶ ἠθέλησεν. ἢ οὖν ὡς προεγράφη ἐκληπτέον τὸ εἰπεῖν δεύτερον τὸν θεῖον Παῦλον· τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν καὶ ἑξῆς, ἢ ὡς νῦν ἀνεπτύχθη· ἑκατέρᾳ γὰρ διανοίᾳ οὐ διΐσταται τοῦ εὐλόγου. Eph 1,14 Ὅς ἐστιν ἀρραβὼν τῆς κληρονομίας ἡμῶν. ὅς ἐστι τὸ πνεῦμα, φησίν. ἐποιήσατο δὲ τὴν μετάληψιν τοῦ ἄρθρου οὐκ ἀπὸ τῆς προφορᾶς τῆς κατὰ τὸ πνεῦμα, ἀλλὰ ἀπὸ τῆς ἐννοίας τῆς ἀπὸ τοῦ θεοῦ. ἐπεὶ γὰρ εἶπε πνεύματι, τοῦτο δέ ἐστι θεός, ἐπάγει οἰκείως καὶ βαθύτερον συντάσσων· ὅς ἐστιν ἀρραβὼν καὶ ἑξῆς. Eph 1,15 Καθ' ὑπερβατὸν τὴν ἐν τῷ κυρίῳ Ἰησοῦ καθ' ὑμᾶς πίστιν· ἣν ὑμεῖς, φησί, κέκτησθε. 613 Eph 1,19-21 613 Καὶ τί τὸ ὑπερβάλλον μέγεθος. τὸ γὰρ καθ' ὑπερβολὴν μέγεθος τῆς ἀφάτου δυνάμεως αὐτοῦ καὶ εἰς ἡμᾶς τοὺς πιστεύοντας ἐπιδείκνυται. πῶς; ὅτι τοῖς πάθεσι πάσας τὰς αἰσθήσεις νενεκρωμένας ἔχοντας καὶ αὐτὸν τὸν λογισμὸν τούτοις ἐντεθαμμένον καὶ συγκεχωσμένον, ἀνέστησε καὶ ἐζώωσεν εἰς τὸ δέξασθαι ἡμᾶς τῆς πίστεως αὐτοῦ τὴν αἴγλην καὶ τὴν λαμπρότητα. ὄντως τοῦτο κράτος ἰσχύος αὐτοῦ. διὸ καὶ συνιέναι αὐτοὺς διὰ τῆς τοῦ πνεύματος σοφίας ἐπεύχεται τοῦτο· ἂν γὰρ συνίωμεν ὃ εὐεργετήμεθα, μᾶλλόν τε τὸ δῶρον περιπτυξόμεθα καὶ τῷ εὐεργέτῃ εὐχαρίστως ἐσόμεθα διακείμενοι. τὸ δὲ κατὰ τὴν ἐνέργειαν ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ, ἢ ὅτι τῆς αὐτῆς ἐστιν ἰσχύος καὶ ἐνεργείας τὸ ἀναστῆναι ἡμᾶς τοῦ ψυχικοῦ θανάτου καὶ τὸ ἀναστῆναι τοῦ σωματικοῦ τὸν Χριστὸν καὶ θεὸν ἡμῶν· ἢ κατὰ τὴν ἐνέργειάν φησιν, αἰτίαν ἀποδιδοὺς τῆς ἐγέρσεως ἡμῶν, οἷον δι' ἣν πεπιστεύκαμεν καὶ δι' ἣν ἀνέστημεν τοῦ ψυχικοῦ θανάτου. ἡ γὰρ ἐνέργεια ἣν ἐνήργησεν ἐν τῷ Χριστῷ ἐγείρας αὐτὸν καὶ ἑξῆς, αὕτη γέγονεν αἰτία τοῦ πιστεῦσαι καὶ ἀνενεγκεῖν ἡμᾶς τῆς προτέρας πλάνης· ἀνέστη γάρ, ὅτι τέθνηκεν· τέθνηκε δέ, ὅτι σεσάρκωται· σεσάρκωται δέ, ἵνα ἡμᾶς υἱοποιήσηται. καὶ ταῦτα πάντα τῆς ἐνεργείας ἐστὶ τῆς αὐτῆς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν. τὸ οὖν κατὰ τὴν ἐνέργειαν, ἵνα εἴπῃ· διὰ τὴν ἐνέργειαν τοῦ κράτους τῆς ἰσχύος αὐτοῦ· κατ' ἐκείνην γὰρ καὶ δι' ἐκείνην καὶ πεπιστεύκαμεν καὶ σεσώσμεθα. Ἢ καὶ τί τὸ ὑπερβάλλον μέγεθος αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας τοῦτό φησιν, ὅτι τὴν ἀπαρχὴν ἡμῶν ὑπεράνω πάσης ἀρχῆς καὶ δυνάμεως καὶ ἐξουσίας καὶ κυριότητος ἀναστήσας τὸν Χριστόν, ἐν δεξιᾷ αὐτοῦ ἐκάθισεν. εἰ γὰρ καὶ ἐξ ὅλου τοῦ ἀνθρωπίνου φυράματος τὸ πρόσλημμα ἡμῶν ὁ λόγος καὶ θεὸς ἡμῶν προσελάβετο, ἀλλ' οὖν ἀπαρχὴ τῶν πιστευόντων ἐστὶ μόνων καὶ αὐτῷ κατακολουθούντων, ὥσπερ καὶ πρωτότοκος ἐν πολλοῖς ἀδελφοῖς τοῖς πιστεύουσιν, ἀλλ' οὐκ ἐν πᾶσιν· οὐ γὰρ κἀν τοῖς ἀπίστοις. οὕτως δὲ ἐκλαμβανομένου καὶ τί τὸ ὑπερβάλλον μέγεθος καὶ ἑξῆς τοῦτο γὰρ καὶ τὸ καθ' ὑπερβολὴν μέγεθος αὐτοῦ μάλιστα παρίστησιν, τὸ τὴν γηγενῆ φύσιν ὑπεράνω τῶν οὐρανῶν ἀνυψῶσαι καὶ ὑπὸ τῶν ἀσωμάτων τάξεων προσκυνουμένην δεῖξαι οὕτως οὖν παραληφθείσης τῆς τοῦ ῥητοῦ διανοίας, ἀκόλουθός τε καὶ σαφὴς καὶ ἡ ἔννοια τῶν ἐφεξῆς· ἐκ γὰρ τῆς ἐνεργείας ἧς ἐνήργησεν ἀναστήσας τὸν Χριστόν, καὶ τὸ τὴν ἡμετέραν ἀπαρχὴν συνεδριάσαι γέγονε τῷ πατρὶ καὶ ἡμῖν τοῖς πιστοῖς τὸ ὑπερσεμνύνεσθαι καὶ ὑπερκαλλωπίζεσθαι ἐπὶ τούτῳ. 614 Καὶ ἐκάθισεν ἐν δεξιᾷ. πάλιν καὶ ἑτέρως τὸ κράτος τῆς ἰσχύος δηλοῖ τοῦ πατρός, οὐ μόνον τῷ ἐγεῖραι τὸν κύριον ἀλλὰ καὶ τῷ καθίσαι ἐν δεξιᾷ αὐτοῦ. Ὑπεράνω πάσης ἀρχῆς. ἀντὶ τοῦ παντὸς ῥητοῦ καὶ ὀνομαστοῦ, οὐ μόνον τοῦ ἐνταῦθα ὀνομαζομένου ἀλλὰ καὶ τοῦ ἐκεῖθεν δυναμένου ῥηθῆναι καὶ ὀνομασθῆναι· ὑπεράνω γὰρ πάντων ὁ υἱός ἐστιν, εἰ καὶ σεσάρκωται. Eph 1,22-23 Καὶ αὐτὸν ἔδωκε κεφαλήν. εἰπὼν τὸν Χριστὸν κεφαλὴν τῶν πιστῶν, εἰπὼν τοὺς πιστοὺς σῶμα αὐτοῦ καὶ πλήρωμα αὐτοῦ, καὶ πολλὰ τῆς περὶ ἡμᾶς φιλανθρωπίας καὶ οἰκονομίας εὐεργετήματα, ἐπάγει καὶ τῆς θείας αὐτοῦ καὶ ἀκηράτου οὐσίας ἔνδειγμα. ἀλλὰ τίνος ἐστὲ σῶμα; φησίν· τίνος πλήρωμα; τίνος;