1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

1

Commentaria in Psalmos

24.9 ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΕΙΣ ΤΟΥΣ ΨΑΛΜΟΥΣ ΑΠΟ ΡΙΘʹ ΕΩΣ ΡΝ.

ΨΑΛΜΟΣ ΡΙΘʹ. Ὠδὴ τῶν ἀναβαθμῶν. Οἱ καταπεσόντες ἀπὸ τῶν τοῦ Θεοῦ καλῶν, ἀναβαίνουσιν ἐπὶ ταῦτα,

παρασκευάσαντες εἰς τὴν ἀνάβασιν ἑαυτούς· τὴν οὖν παρασκευὴν ἱκανῶς ἐπιδείξας ὁ Ψαλμῳδὸς διὰ τοῦ πρώτου ψαλμοῦ εἰσάγει τὴν ἀνάβασιν τὴν διὰ τῶν θλίψεων. Ἀπὸ γλώσσης δολίας. Τουτέστιν ἀπὸ πάσης ψευδοδοξίας καὶ ἀπάτης· δεῖται γὰρ ὁ ἐν ἀρχῇ προκοπῆς τυγχάνων ὅπως μηδεὶς αὐτὸν παραλογίζηται ἐν πιθανολογίᾳ. Τί δοθείη σοι; κ.τ.λ. Ἐπακούσας ὁ Λόγος τοῦ προσευξαμένου, κατὰ τὸ, Ἔτι λαλοῦντός σου, ἰδοὺ πάρειμι, ἀποκρίνεται αὐτῷ καί φησι· Θάρσει, ὦ οὗτος, εἰδὼς ὅτι προστάτην καὶ ὑπέρμαχον ἔχεις δυνατὸν, ὅπλοις χρώμενον ὑπὲρ σοῦ κατὰ τῶν σῶν πολεμίων· βέλη τε γὰρ ἠκόνησεν κατ' αὐτῶν, καὶ ἄνθρακας ἡτοίμασεν ἐρημοποιοὺς εἰς αὐτοὺς, μετελεύσεται ἐν ταῖς κατ' αὐτῶν τιμωρίαις· τί οὖν πλέον αἰτεῖς δοθῆναί σοι; ἢ τί θέλῃς προστιθέναι σοι μετὰ τὴν τοσαύτην τοῦ ∆υνατοῦ κατὰ τῶν ἀσεβῶν παρασκευήν; Μετὰ τῶν σκηνωμάτων Κηδάρ. Κηδὰρ πάγος γενεᾶς δύναται καὶ σκοτασμός· Κατεσκήνωσα οὖν, φησὶ, μετὰ τῶν σκηνωμάτων τοῦ σκοτασμοῦ, ὅπερ ἐστὶ τοῦ σώματος τοῦ θανάτου· καὶ ἡ ψυχή μου αὐτὴ, φησὶ, πολλὰ πλεονάκις παρῴκησεν.

24.12 ΨΑΛΜΟΣ ΡΚʹ.

Ἦρα τοὺς ὀφθαλμούς μου εἰς τὰ ὄρη. Ὁ τῆς δουλείας ὑπὸ τοῖς ἐχθροῖς

ἀπαλλαγεὶς, καὶ κατ' αὐτὴν ἤδη γεγονὼς τὴν ὁδὸν τὴν ἄγουσαν ἐπὶ τὴν τοῦ Θεοῦ πόλιν, ἄνω τοὺς ὀφθαλμοὺς ὧδε κἀκεῖσε εἰς τὰ ὄρη ἐπαίρει, κατανοῶν καὶ πολυπραγμονῶν ποθεν αὐτῷ ἥξει βοήθεια· τὰ μέρη δὲ πάντα τοῦ κόσμου καὶ τὰ ὕψη περιαθρήσας, ἐν οὐδενὶ τῶν αἰσθητῶν εὑρίσκει τὸ ζητούμενον· νῷ δὲ καὶ ψυχῆς ὀφθαλμοῖς ἐπὶ τὸν ποιητὴν καὶ δημιουργὸν τῶν ὅλων ἀναδραμὼν, ἐνταῦθα ἵσταται, καὶ τὴν δευτέραν ᾠδὴν ᾄδει λέγων· Ἡ βοήθειά μου παρὰ Κυρίου τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. Κύριος φυλάξει σε. Τὸν διαπαντὸς εἰς τὸν Θεὸν ἀφορῶντα αὐτὸς ὁ ἄϋπνος φυλάττει Θεὸς, καὶ τούτου τὴν δεξιὰν χεῖρα σκέπει, ἅτε δεξιαῖς πράξεσι χρωμένου, καὶ τοὺς ἐχθροὺς ἐλαύνοντος τῇ ἑαυτοῦ δεξιᾷ· μάλιστα γὰρ τῇ δεξιᾷ τῶν θεοφιλῶν ἐπιβουλεύειν πειρῶνται οἱ ἐχθροί· οὕτω γοῦν εἴρηται· Καὶ Ἰησοῦς ἦν ἐνδεδυμένος ἱμάτια ῥυπαρὰ, καὶ ὁ διάβολος ἑστήκει ἐκ δεξιῶν αὐτοῦ. - Μάλιστα δὲ Θεὸς ἀπὸ κακίας φυλάττει, κἂν τὰ ἐκτὸς ἢ τὸ σῶμα λυπῇ· περὶ γοῦν Ἰὼβ παρήγγειλε· Μόνην τὴν ψυχὴν αὐτοῦ διαφύλαξον· δεῖται δὲ φυλακῆς ἡ ψυχὴ κατὰ τὸν τῆς ἐξόδου τοῦ βίου καιρὸν, καὶ κατὰ τὴν εἴσοδον τὴν εἰς τὴν τοῦ Θεοῦ πόλιν· τί γὰρ ὄφελος εἰ ἐν μέσῳ τῆς ὁδοῦ πεσών τις ἀπώλετο; διὸ μὴ μακαρίσῃς ἄνθρωπον πρὸ τῆς τελευτῆς αὐτοῦ. Ἡμέρας ὁ ἥλιος οὐ συγκαύσει σε. Νεφέλη φωτεινὴ οὐκ ἐᾷ συγκαίεσθαι ὑπὸ ἡλίου τοὺς κατὰ Θεὸν ὁδεύοντας· καὶ ἀναλογοῦντι ταύτης βοηθεῖ εἰς τὸ μηδὲ ὑπὸ νυκτερινοῦ φωστῆρος παθεῖν αὐτούς.