1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

22

ἐν κακίᾳ πατέρα αὐτῶν διάβολον, ἢ καὶ ἄνδρα, ὀρφαναὶ καὶ χῆραι ἀναλαμβανόμεναί εἰσι· τούτων ἀναληφθέντων, ἡ τῶν ἁμαρτωλῶν ὁδὸς οὐκ ἄλλη τῆς κακίας οὖσα ὑπὸ Θεοῦ ἀφανισθήσεται. Καὶ ταῦτα μὲν εἴρηνται ἀλληγορικώτερον. Χηρῶν δὲ λέγει οὐ τῶν τυχουσῶν, ἀλλὰ τῶν σὺν ἁγνείᾳ καὶ σεμνότητι διατελουσῶν, ὀρφανῶν δὲ, τοὺς θεοσεβείας ἕνεκα καταλιπόντας γενεάς.

ΨΑΛΜΟΣ ΡΜςʹ

Ἐν τῷ παρόντι ψαλμῷ ἀντὶ τοῦ, αἰνεῖτε τὸν Κύριον, ὁ μὲν Σύμμαχος,

ἀλληλούϊα, ὅτι ἀγαθὸν ᾠδὴ, εἴρηκεν, ἀνερμήνευτον φυλάξας τὴν Ἑβραίων λέξιν τὴν σημαίνουσαν τὸ, αἰνεῖτε τὸν Κύριον. Ὁμοίως δὲ καὶ ἡ πέμπτη ἔκδοσις, αἰνεῖτε τὸν ἰὰ, ἐξέδωκεν. Ὁ μὲν οὖν πρὸ τούτου ψαλμὸς μιᾷ ψυχῇ αἰνεῖν τὸν Κύριον παρακελεύεται· ἐνταῦθα δὲ πλήθεσι λέγεται τὸ, αἰνεῖτε τὸν Κύριον· ἐπειδὴ οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς ὁ Θεὸς, εἰκότως πᾶν τὸ εἰς αὐτοῦ δόξαν ἀναφερόμενον, καὶ εἰς αὐτοῦ τιμὴν πραττόμενον, ἀγαθὸν ἂν εἴη· ὥσπερ οὖν καὶ ἀγαθὸν ὁ ψαλμὸς ὡς ἂν εἰς ἀγαθὸν Θεὸν ἀναπεμπόμενος. Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας, ἀγαθὸν ἐγκώμιον ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, ἀγαθὸν ᾠδή. Οὐ μὴν ἀλλὰ καὶ ἡ αἴνεσις ἡ εἰς τὸν Θεὸν ἀναπεμπομένη παντός τε εὐώδους θυμιάματος καὶ πάσης ἡδονῆς ἡδίων αὐτῷ τυγχάνει· καὶ γὰρ ὡς ἀληθῶς αἶνος Θεοῦ ἐκ λογικῆς καὶ καθαρᾶς ἀναπεμπόμενος ψυχῆς προσφιλὴς ἂν εἴη αὐτῷ, καὶ ὡς ἂν εἴπερ τις ἡδύς· χαίρει γὰρ καὶ ἀποδέχεται τὸν τοιοῦτον τῆς ἀνθρωπίνης διανοίας καρπόν. Ὁ ἰώμενος τοὺς συντετριμμένους τὴν καρδίαν. Ἐπειδὴ Σωτῆρός ἐστι καὶ ἰατροῦ τὸ ἰάσασθαι καὶ καταδεσμεύειν τὰ συντετριμμένα, εἰκότως καὶ διὰ τούτων νοηθείη αὐτὸς ὢν ὁ Κύριος ὁ Σωτὴρ ἡμῶν, ὁ τοῦ Θεοῦ Λόγος, ὁ εἰπών· Οὐ χρείαν ἔχουσιν οἱ ἰσχύοντες ἰατροῦ, ἀλλ' οἱ κακῶς ἔχοντες· οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ψυχῶν δὲ ὢν ἰατρὸς, τοὺς τὴν καρδίαν συντετριμμένους, καὶ τῶν κατὰ φύσιν λογισμῶν παρατετραμμένους, ἐκ τῆς νοητῆς αἰχμαλωσίας λυτρωσάμενος ἰάσεται. Ὁ μὲν Σύμμαχός φησιν, Ὁ ἰώμενος τοὺς κεκλασμένους τὴν καρδίαν, καὶ ἐπιδεσμῶν κατάγματα αὐτῶν, δηλονότι δεσμοὺς ὑποβάλλων λογικούς· οὕτω γοῦν ἐπέδησε τοῖς πνευματικοῖς καὶ λογικοῖς δεσμοῖς τὸν ὑπὸ λῃστῶν τραυματισθέντα καὶ συντριβέντα ἐν τῷ καταβαίνειν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἱεριχώ. Καὶ δεσμεύων τὰ συντρίμματα αὐτῶν. Ὁ ἀριθμῶν πλήθη ἄστρων, κ.τ.λ. Μετὰ τὸ ἰάσασθαι τοὺς συντετριμμένους τὴν καρδίαν, καὶ δῆσαι τὰ συντρίμματα αὐτῶν, ἐπανάγων εἰς τὴν φυσικὴν ὑγείαν τοὺς πάλαι νενοσηκότας, φωστῆράς τε αὐτοὺς ἀπεργασάμενος, ἀξίους τοῦ παρ' αὐτοῦ ἀριθμοῦ καθίστησι. Συνήθως ὁ λόγος συμπλέκει τό τε περὶ σωτηρίας ἀνθρώπων, καὶ τὰ περὶ 24.68 τῆς καθόλου Προνοίας, δεικνὺς, ὡς οὐ μόνον κήδεται τῶν τοῦ κόσμου μερῶν, ἀλλὰ καὶ τῶν ἀνθρωπίνων δογμάτων· καὶ μόνος ἀριθμὸν ἄστρων οἶδε, καὶ θέσεις, καὶ τὰς αἰτίας, μεγέθη τε καὶ ἀποστήματα, δυνάμεις τε καὶ ἐνεργείας, ἑκάστῳ πρόσφορον ὄνομα τίθησιν. Ἐξάρξατε τῷ Κυρίῳ ἐν ἐξομολογήσει. Ὁ Σύμμαχος, Καταλέξατε τῷ Κυρίῳ ἐξομολόγησιν, μελῳδήσατε τῷ Θεῷ ἡμῶν διὰ λύρας. Ἀκύλας, Καταλέξατε τῷ Κυρίῳ ἐν εὐχαριστίᾳ, μελῳδήσατε τῷ Θεῷ ἡμῶν ἐν κιθάρᾳ. Οἱ προστάττοντες ἑτέροις ἐξομολογεῖσθαι καὶ ψάλλειν, ἕτεροι ἂν εἶεν τῶν προσταττομένων· χορὸς τοίνυν προφητικὸς διὰ τούτων καὶ ἀποστολικὸς ἐπὶ τὸν αὐτὸν Θεὸν τοὺς μὴ ὄντας ἐξ αὐτῶν ἀνακαλεῖται, τοὺς ἀπὸ τῶν ἐθνῶν δηλονότι, λέγοντες· Ψάλατε τῷ Θεῷ ἡμῶν. Προστάττει δὲ ὁ λόγος διανοίᾳ μὲν καὶ λογισμοῖς ψυχῆς ἐξομολογεῖσθαι, ἔργοις δὲ τοῖς διὰ τοῦ σώματος ὥσπερ διὰ κιθάρας