1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

2

ΨΑΛΜΟΣ ΡΚΑʹ. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, κ.τ.λ. Τὴν ὁδὸν βαδίζων τὴν ἐπὶ τὸν Θεὸν

ἄγουσαν, παιδευόμενος περὶ τοῦ τέλους αὐτῆς, εὐφροσύνης ἐπ' αὐτῇ τῇ τῶν μελλόντων ἀκοῇ πληροῦται· διὸ καὶ ὁμολογεῖ καλῶν καὶ ἀγαθῶν διδασκάλων τυχὼν τῶν εἰρηκότων αὐτῷ· Εἰς οἶκον Κυρίου πορευσώμεθα· καὶ μᾶλλον ἐπείγεται, τὴν πορείαν μετ' εὐφροσύνης ποιούμενος. -Τῶν ἐπανιόντων ἀπὸ Βαβυλῶνος, ὁ μὲν πολὺς νέος ἦν λαὸς ἐν αὐτῇ γεννηθεὶς Βαβυλῶνι· βραχεῖς δέ τινες ἐν αὐτοῖς ὑπῆρχον παλαιοὶ ἄνδρες καὶ σφόδρα πρεσβύτεροι, οἱ ἀπὸ Ἱερουσαλὴμ καταβεβηκότες ἐκεῖ, καὶ παραμείναντες τὸν ἑβδομήκοντα ἔτι χρόνον, μεθ' ὃν ὑπέστρεφον ἅμα τῷ νέῳ λαῷ· τούτων τοίνυν ἐρωτωμένων παρὰ τοῦ νέου λαοῦ ὅπου τὴν πορείαν ποιοῖντο, ἀποκρινομένους οἱονεὶ καὶ λέγοντας· Εἰς οἶκον Κυρίου πορευσώμεθα. Ἐπὶ δὲ τοιαύτῃ ἀκοῇ τὸν νέον λαὸν εὐφρανθέντα, δεύτερον ἐξετάσαι πόθεν τοῖς λέγουσιν ἡ γνῶσις; Τοὺς δὲ ἀποκρίνασθαι πρὸς αὐτοὺς, καὶ εἰπεῖν· Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς Ἱερουσαλήμ· καὶ οἱ πόδες οὗτοι οἱ νῦν ἐνταῦθα ἅμα ὑμῖν βαδίζοντες, ἑστῶτές ποτε ἐτύγχανον ἐν ταῖς αὐλαῖς Ἱερουσαλήμ· ὅθεν ἀκριβῶς εἰδότες, 24.13 ταῦτα ὑμᾶς εὐαγγελιζόμεθα, καὶ τὸν τρόπον δὲ τῆς οἰκοδομῆς τῆς πόλεως, καὶ τὸν τύπον αὐτὸν, ὡς ἂν εἴποι τις, καὶ τὸ σχῆμα, ἀκριβῶς φέρομεν διὰ μνήμης· ἦν γὰρ ὡς πόλις οὐ διεσπαρμένη ὧδε κἀκεῖσε, οὐδὲ ἀπεσχισμένη καὶ διεστῶσα εἰς μέρη πολλὰ, ἀλλ' οὕτως ἦν ᾠκοδομημένη ὡς δοκεῖν ἕνα εἶναι οἶκον, διὰ τὴν συνάφειαν καὶ ἁρμονίαν τῶν ἐν αὐτῇ οἰκοδομημάτων· διὸ λέλεκται· Ὡς πόλις ἦν ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό· τοιαῦται δέ εἰσι κατὰ διάνοιαν πᾶσαι αἱ παρὰ Θεῷ ψυχαὶ, καὶ οἱ ζῶντες λίθοι δι' ὧν ᾠκοδόμηται ὁ ἀληθινὸς νεὼς τοῦ Θεοῦ, τῷ αὐτῷ νοῒ καὶ τῇ αὐτῇ γνώμῃ κατηρτισμένος. Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, φυλαὶ Κυρίου, μαρ τύριον τῷ Ἰσραὴλ, τοῦ ἐξομολογήσασθαι τῷ ὀνόματι Κυρίου. Ἐκεῖ γὰρ θύειν, εὔχεσθαι, πανηγυρίζειν, ἐκέλευσεν· ὡς ἂν μὴ πανταχοῦ πλανώμενοι, πρόφασιν ἔχωσιν ἐξόδους ποιεῖσθαι πρὸς εἴδωλα· Θεοῦ γὰρ τοῦτο μαρτυρίαν ἐκάλεσεν· τῆς γὰρ αὐτοῦ προνοίας τοῦτο μέγιστον τεκμήριον ἦν· καὶ γὰρ ἐκεῖ ὁ νόμος ἀνεγινώσκετο, διηγήματά τε κατορθωμάτων ἀρχαίων, καὶ σύνοδον ἐποιοῦντο τὴν πρὸς ἀλλήλους ἀγάπην συσφίγγουσαν. Ἐρωτήσατε δὴ τὰ εἰς εἰρήνην τὴν Ἱερουσαλήμ. Ἀεὶ γὰρ, φησὶ, καὶ πάντοτε μνημονεύοντές σου, ὦ Ἱερουσαλὴμ, τὰ περὶ τῆς σῆς εἰρήνης διαλεγόμεθα τοῖς ἀδελφοῖς τοῖς ἡμετέροις καὶ τοῖς πλησίον ἡμῶν, τουτέστι τῷ νέῳ λαῷ, εἰς πόθον αὐτοὺς ἄγοντες τὸν περὶ σὲ διὰ τῆς περὶ σοῦ διδασκαλίας· ἀλλὰ καὶ ἡ πᾶσα ἡμῶν εὐχὴ ἕνεκα τοῦ οἴκου τοῦ Θεοῦ ἡμῶν ἐγίνετο, ζητούντων ἀγαθά σοι τὰ παρὰ τοῦ Θεοῦ.

ΨΑΛΜΟΣ ΡΚΒʹ.

Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ. Ἐπείπερ

οὐρανὸς θρόνος ἐστὶ τοῦ Θεοῦ, διὰ τοῦτο κατοικεῖν λέγεται ἐν τῷ οὐρανῷ· οὐδεὶς δὲ θησαυρίζων ἐπὶ γῆς, εἴποι ἂν τῷ Θεῷ· Πρὸς σὲ ἦρα τοὺς ὀφθαλμούς μου τὸν κατοικοῦντα ἐν τῷ οὐρανῷ· ὅπου γὰρ ὁ θησαυρός σου, ἐκεῖ ἔσται καὶ ἡ καρδία σου· οἱ μὲν οὖν ὀφθαλμοὶ τοῦ ἄφρονος, ἐπ' ἄκρα γῆς, ἢ ἐφ' ὁτιδήποτε οὗ ἐπιθυμεῖ· ἐμβλέπει γάρ ποτε γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτῆς· οἱ δὲ τοῦ δικαίου, διαπαντὸς πρὸς τὸν Θεόν. Ἰδοὺ ὡς ὀφθαλμοὶ δούλων εἰς χεῖρας τῶν κυρίων αὐτῶν. Εὐαγγελισθεὶς ὁ νέος παρὰ τῶν πρεσβυτέρων λαὸς διὰ τῆς πρὸ ταύτης ᾠδῆς, Οὐκ ἐπ'