1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

10

Κύριος ἡμῶν παρὰ πάντας τοὺς θεούς· ὁ μὲν γὰρ Κύριος ἡμῶν τάδε καὶ τάδε εἰργάσατο ἔν τε τοῖς καθόλου καὶ ἐν τοῖς ἐπὶ μέρους· οἱ δὲ τῶν ἐθνῶν θεοὶ, οὓς καὶ αὐτοὶ πεπλανημένως ἐνομίζετε πρότερον, οὐδὲν ἦσαν ἕτερον ἢ εἴδωλα νεκρὰ καὶ κωφά. Χαριέντως δὲ καὶ ὁ Σύμμαχος ἀντὶ τοῦ, ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτὰ, ἡρμήνευσεν εἰπὼν, ὡς αὐτὰ γένοιντο οἱ ποιοῦντες αὐτὰ, καὶ πᾶς ὁ πεποιθὼς αὐτοῖς. Καὶ γὰρ ὄντως οἱ τοῖς ἀψύχοις ὡς θεοῖς προσέχοντες, ὥσπερ ἀπολιθωθέντες τὴν ψυχὴν, καὶ αὐτοὶ τὸ αὐτὸ πεπόνθασιν τοῖς προσκυνουμένοις ὑπ' αὐτῶν, ὀφθαλμοὺς ἔχοντες καὶ οὐ βλέποντες, ὦτα ἔχοντες καὶ οὐκ ἀκούοντες. 24.33 Ὅμοιοι αὐτοῖς γένοιντο οἱ ποιοῦντες αὐτά. Οἱ μὲν προειρημένοι ὅμοιοι γενήσονται, ἢ καὶ γεγόνασι τοῖς ἑαυτῶν θεοῖς· οἱ δὲ εἰς τὸν κλῆρον παραληφθέντες τοῦ Θεοῦ, καὶ λαὸς αὐτοῦ χρηματίσαντες, Εὐλογήσατε, φησὶ, τὸν Κύριον, τουτέστιν ἀνευφημήσατε, τὰ μεγάλα ἑαυτοὺς ὠφελοῦντες· καλεῖται δὲ πρῶτον ἐπὶ τὴν εὐλογίαν ὁ Θεοῦ λαὸς, ὁ καλούμενος οἶκος Ἰσραὴλ, τὸ ὑποβεβηκὸς τάγμα τοῦ πλήθους· δεύτερον δὲ κατὰ ἀνάβασιν καὶ ὑπεροχὴν οἶκος Ἀαρών· καὶ τρίτον ἡ φυλὴ πᾶσα ἡ ἱερατικὴ καλουμένη οἶκος Λευΐ· καὶ μετὰ πάντας ἀνωτέρω οἱ φοβούμενοι τὸν Κύριον· οὗτοι δὲ ἦσαν πρὸς οὓς ὁ πᾶς ὕμνος προσπεφώνηται· οἱ δὴ ἐν ἀρχῇ τοῦ παντὸς ψαλμοῦ ὠνομασμένοι δοῦλοι, δηλαδὴ οἱ ἐξ ἐθνῶν προσιόντες τῇ πίστει. Εἰ γὰρ τὸ πᾶν Ἰουδαίων ἔθνος περιείληπται διὰ τῶν εἰρημένων τριῶν ταγμάτων, τοῦ τε Ἰσραὴλ, καὶ τοῦ οἴκου Ἀαρὼν, καὶ οἴκου Λευῒ, ἕτεροι παρὰ τούτους τίνες ἂν εἶεν οἱ φοβούμενοι τὸν Κύριον, εἰ μὴ ἐξ ἐθνῶν τῷ τοῦ Θεοῦ λόγῳ προσεληλυθότες; οἳ καὶ διδάσκονται εὐλογεῖν· Εὐλογητὸς Κύριος ἐκ Σιὼν, ὁ κατοικῶν Ἱερουσαλὴμ, ἢ τὴν ἀεὶ μένουσαν τοῦ Θεοῦ πόλιν, ἐν ᾗ τὸ ἀληθὲς νοοῖτο ἂν κατοικητήριον τοῦ Θεοῦ.

ΨΑΛΜΟΣ ΡΛΕʹ.

Τῷ ποιήσαντι θαυμάσια μεγάλα μόνῳ. Θαυμαστὸν δὲ καὶ πρὸς λέξιν, εἰ

οὐρανὸς μὲν καὶ μόνῃ θέᾳ τὴν σοφίαν δηλοῦν τοῦ Θεοῦ, μεγέθει τε καὶ κάλλει καὶ πολυχρονίῳ μονῇ· γῆ δὲ πανταχόθεν περικλυζομένη τοῖς ὕδασι καὶ σύστασιν τὴν ἰδίαν φυλάττουσαν· πᾶσι δὲ τὸν αἰώνιον ἔλεον ὁ μελογράφος συνέζευξεν, ἐπειδὴ οὐ διὰ χρείαν οἰκείαν ὁ Θεὸς, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν ἐδημιούργησεν ἅπαντα. Τῷ πατάξαντι Αἴγυπτον. Εἰ μὴ πέπεισαι, φησὶ, προνοίᾳ Θεοῦ καὶ δυνάμει τὸν σύμπαντα κόσμον καὶ τὰ τούτου μέρη διακυβερνᾶσθαι, ἐν ἀμφιβόλῳ δὲ ἔχεις μή πη τὰ κατὰ μέρος καὶ τὰ ἀνθρώπινα παρορᾶται ὑπ' αὐτοῦ, γνῶθι, ὅτι καὶ τῶν ἐπὶ γῆς οὐχ ἧττον ἢ τῶν κατ' οὐρανὸν προνοεῖ· μετέρχεται γοῦν κατὰ χρόνους τῶν ἀνθρώπων καθ' ὑπερβολὴν ἀθέους καὶ ἀσεβεῖς, ὥσπερ ποτὲ τοὺς Αἰγυπτίους μετῆλθεν, καὶ αὐτὴν τὴν Αἰγυπτίαν γῆν. Προΐσταται δὲ πάλιν καὶ ὑπερμαχεῖ τῶν θεοφιλῶν, καὶ οὐ μόνων αὐτῶν, ἀλλὰ καὶ τῶν τούτων ἀπογόνων, ὥσπερ τῶν διὰ Μωϋσέως ἠλευθερωμένων τότε τῆς παρ' Αἰγυπτίοις δουλείας, οὓς ἠλευθέρωσεν αὐτὸς ὁ ἐπὶ πάντων Θεὸς, οὐκ ἄλλως ἢ ἐκτεταμένῃ χειρὶ καὶ ἰσχυρῷ βραχίονι χρησάμενος· εἴη δ' ἂν οὗτος ὁ τοῦ 24.36 Θεοῦ Λόγος, δι' οὗ καὶ πάλαι καὶ νῦν τὰς εἰς ἀνθρώπους εὐεργεσίας ἡ φιλανθρωπία τοῦ παναγάθου Θεοῦ κατειργάσατο. Τὸν Σηὼν βασιλέα τῶν Ἀμοῤῥαίων. Ἑρμηνεύονται δὲ Ἀμοῤῥαῖοι μὲν λαλητοὶ παραπικραίνοντες, καὶ ὁ τούτων βασιλεὺς Σηὼν, πειρασμὸς καὶ παροργισμός· οἱ δεινοὶ γὰρ πρὸς ἀπάτην σοφιστικὴν καταπικραίνοντές εἰσιν λαλητοὶ, τοὺς ὅσοι τῆς ἀληθείας εἰσὶν ἐρασταὶ θέλοντες ἐπὶ ἀπάτης λαλεῖσθαι καὶ ᾄδεσθαι, πειράζειν τε καὶ παροργίζειν ἔχοντες τὸν σκοπόν. Βασὰν δὲ αἰσχύνην μεθερμηνευομένη, τὴν τοὺς