1

 2

 3

 4

 5

1

Rerum monachalium rationes

ΕΥΑΓΡΙΟΥ ΜΟΝΑΧΟΥ, ΤΩΝ ΚΑΤΑ ΜΟΝΑΧΩΝ ΠΡΑΓΜΑΤΩΝ ΤΑ ΑΙΤΙΑ, ΚΑΙ Η ΚΑΘ' ΗΣΥΧΙΑΝ ΤΟΥΤΩΝ ΠΑΡΑΘΕΣΙΣ

Αʹ. Ἐν τῷ Ἱερεμίᾳ εἵρηται τὸ, «Καὶ σὺ μὴ λάβῃς σεαυτῷ γυναῖκα ἐν τῷ τόπῳ τούτῳ· ὅτι τάδε λέγει Κύριος περὶ τῶν υἱῶν καὶ τῶν θυγατέρων τῶν γεν40.1253 νωμένων ἐν τῷ τόπῳ τούτῳ· Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται.» Τοῦτο δεικνύντος τοῦ λόγου, ὅτι κατὰ τὸν Ἀπόστολον, «ὁ γαμήσας ἄνθρωπος μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῇ γυναικὶ, καὶ μεμέρισται· καὶ ἡ γαμήσασα γυνὴ μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσει τῷ ἀνδρί.» Καὶ δῆλον, ὡς οὐ μόνον περὶ τῶν κατὰ τὸν γαμικὸν βίον ἐσομένων υἱῶν καὶ θυγατέρων ἐν τῷ προφήτῃ εἴρηται τὸ, «Ἐν θανάτῳ νοσερῷ ἀποθανοῦνται·» ἀλλὰ καὶ περὶ τῶν ἐν καρδίᾳ αὐτῶν γεννωμένων υἱῶν καὶ θυγατέρων, τουτέστι σαρκικῶν λογισμῶν καὶ ἐπιθυμιῶν, ὡς ἐν τῷ νοσερῷ καὶ ἀσθενεῖ καὶ ἐκλύτῳ φρονήματι τοῦ κόσμου τούτου ἀποθανοῦνται καὶ οὗτοι, καὶ οὐ τῆς ἐπουρανίου καὶ αἰωνίου ζωῆς τεύξονται. «Ὁ δὲ ἄγαμος,» φησὶ, «μεριμνᾷ τὰ τοῦ Κυρίου, πῶς ἀρέσει τῷ Κυρίῳ,» καὶ τοὺς ἀειθαλεῖς καὶ ἀθανάτους τῆς οὐρανίου ζωῆς ποιήσει καρπούς.

Βʹ. Τοιοῦτος ὁ μοναχὸς, καὶ οὕτως χρὴ εἶναι τὸν μοναχὸν, ἀπεχόμενον ἀπὸ γυναικὸς, μὴ ποιοῦντα υἱὸν ἢ θυγατέρα ἐν τῷ τόπῳ τῷ προειρημένῳ· οὐ μὴν δὲ ἀλλὰ καὶ Χριστοῦ στρατιώτην ἄϋλον, ἀμέριμνον ὑπάρχειν, πάσης πραγματευτικῆς ἐννοίας τε καὶ πράξεως ἐκτὸς, ὡς καὶ ὁ Ἀπόστολός φησιν· «Οὐδεὶς στρατευόμενος ἐμπλέκεται ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃ.» Ἐν τούτοις ἴτω ὁ μοναχὸς μάλιστα ὁ πᾶσαν ὕλην τοῦ κόσμου τούτου καταλιπὼν, καὶ ἐπὶ τὰ ὡραῖα καὶ καλὰ τῆς ἡσυχίας ἀποτρέχων τρόπαια. Ὡς ὡραία γὰρ καὶ καλὴ τῇ ἡσυχίᾳ ἡ ἄσκησις, ὡς ὡραία ὄντως καὶ καλή! Ἔστι γὰρ ὁ χρηστὸς ὁ ταύτης ζυγὸς, καὶ τὸ φορτίον ἐλαφρόν· ἡδὺς ὁ βίος, ἡ πρᾶξις στέρνη.

Γʹ. Βούλει τοιγαροῦν, ἀγαπητὲ, τὸν μονήρη βίον ὡς ἔστιν ἀναλαβεῖν, καὶ ἐπὶ τὰ τῆς ἡσυχίας ἀποτρέχειν τρόπαια; ἄφες ἐκεῖ τοῦ κόσμου τὰς φροντίδας, τάς τε ἐπὶ τούτων ἀρχάς τε καὶ ἐξουσίας· τουτέστιν ἄϋλος ἔσο, ἀπαθὴς, πάσης ἐπιθυμίας ἐκτός· ἵνα τῆς ἐκ τούτων περιστάσεως ἀλλότριος γενόμενος, δυνηθῇς ἡσυχάσαι καλῶς. Εἰ μὴ γάρ τις τούτων ἑαυτὸν ὑπεξάρῃ, οὐκ ἂν δυνηθῇ ταύτην αὐτὴν κατορθῶσαι τὴν πολιτείαν. Τροφῶν βραχέων ἀντέχου καὶ εὐκαταφρονήτων, μὴ πολλῶν καὶ εὐπερισπάστων. Ἐὰν δὲ καὶ ὡς φιλοξενίας χάριν περὶ τὰ πολυτελῆ λογισμὸς γένηται, ἄφες τοῦτον ἐκεῖ, μὴ ὅλως προσθῇς αὐτῷ· ἐνεδρεύει γάρ σε διὰ τούτου ὁ ὑπεναντίος, ἐνεδρεύει τοῦ ἀποστῆσαι τῆς ἡσυχίας. Ἔχεις τὸν Κύριον Ἰησοῦν μεμφόμενόν πως τὴν τὰ τοιαῦτα σπουδάζουσαν ψυχὴν Μάρθαν, καὶ λέγοντα· Τί «περὶ πολλὰ» εἶ, καὶ «θορυβάζῃ; ἑνός ἐστι χρεία,» τοῦ τὸν θεῖον, φησὶ, λόγον ἀκούειν, καὶ μετὰ τοῦτο ἀκμητὶ παντὸς τοῦ εὑρισκομένου. ∆ιὸ καὶ εὐθὺς ἐπιφέρει λέγων· «Μαρία» γὰρ «τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ' αὐτῆς.» Ἔχεις δὲ καὶ τῆς ἐν Σαρεφθοῖς χήρας τὸ ὑπόδειγμα, ἐν τίσιν αὐτὴ τὸν προφήτην ἐξένισε. Κἂν ἄρτον μόνον ἔχῃς, κἂν 40.1256 ὕδωρ, δύνασαι ἐν τούτοις τῆς φιλοξενίας ποιῆσαι τὸν μισθόν· κἂν δὲ μὴ ταῦτα ἔχῃς, μόνον δὲ προθέσει ἀγαθῇ ὑποδέξῃ τὸν ξένον, καὶ λόγον εὔχρηστον αὐτῷ ἀποδῷς, ὡσαύτως δύνασαι τῆς φιλοξενίας πορίσαι τὸν μισθόν· ἀγαθὸν γὰρ εἴρηται λόγος ὑπὲρ δόμα.

∆ʹ. Τοιαῦτα ἐπὶ τῆς ἐλεημοσύνης σε δεῖ φρονεῖν. Ἅρα οὖν μὴ ἐπιθυμήσῃς πλοῦτον ἔχειν πρὸς διάδοσιν τῶν πενήτων. Ἔστι γὰρ καὶ αὐτὴ ἀπάτη τοῦ πονηροῦ,