1

 2

 3

 4

 5

2

πρὸς κενοδοξίαν πολλάκις προσερχομένη, καὶ εἰς πολυπραγμοσύνης αἰτίας ἐμβάλλουσα τὸν νοῦν. Ἔχεις ἐν τῷ Εὐαγγελίῳ ὑπὸ τοῦ Κυρίου Ἰησοῦ μαρτυρουμένην χήραν, διὰ δύο μόνων λεπτῶν τὴν τῶν πλουσίων ὑπερβεβηκυῖαν προαίρεσίν τε καὶ δύναμιν. «Ἐκεῖνοι μὲν γὰρ,» φησὶν, «ἐκ τοῦ περισσεύματος ἔβαλον ἐν τῷ γαζοφυλακίῳ, αὕτη δὲ ἅπασαν ἑαυτῆς τὴν ὕπαρξιν.» Περὶ δὲ ἱματίων, μὴ ἐπιθυμήσῃς περισσὰ ἔχειν ἱμάτια, τὰ ἀρκοῦντα τῇ ἀνάγκῃ τοῦ σώματος προνοοῦ. Ἐπίῤῥιψον μᾶλλον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σου προνοήσει. Αὐτῷ γὰρ, φησὶ, μέλει περὶ ἡμῶν. Ἐὰν δέῃ τροφῶν ἢ ἱματίων, μὴ αἰσχυνθῇς τὰ παρ' ἑτέρων σοι προσφερόμενα λαβεῖν. Τοῦτο γάρ ἐστιν ὑπερηφανίας εἶδος. Ἐὰν δὲ καὶ αὐτὸς ἐν τούτοις περισσεύῃς, δίδου τῷ ὑστερουμένῳ. Οὕτως ὁ Θεὸς τοὺς ἑαυτοῦ παῖδας οἰκονομεῖσθαι βούλεται. ∆ιὰ τοῦτο καὶ ὁ Ἀπόστολος πρὸς Κορινθίους γράφων, περὶ τῶν ὑστερουμένων ἔλεγε· «Τὸ ὑμῶν περίσσευμα εἰς τὸ ἐκείνων ὑστέρημα, ἵνα καὶ τὸ ἐκείνων περίσσευμα γένηται εἰς τὸ ὑμῶν ὑστέρημα, ὅπως γένηται ἰσότης, καθὰ γέγραπται· Ὁ τὸ πολὺ, οὐκ ἐπλεόνασε, καὶ ὁ τὸ ὀλίγον, οὐκ ἠλαττόνησεν.» Ἔχων τοίνυν τοῦ ἐνεστῶτος καιροῦ τὰ δέοντα, εἰς τὸν μέλλοντα μὴ μεριμνήσῃς καιρόν· οἷον, ἡμέρας μιᾶς, ἢ ἑβδομάδος, ἢ ἐνιαυτοῦ, ἢ μηνῶν. Ἐνεστηκότος γὰρ τοῦ τῆς αὔριον καιροῦ, αὐτὸς ὁ καιρὸς ἐπιχορηγήσει τὰ δέοντα, ζητοῦντός σου μάλιστα τὴν βασιλείαν τῶν οὐρανῶν, καὶ τὴν δικαιοσύνην τοῦ Θεοῦ. «Ζητειτε» γὰρ, φησὶν ὁ Κύριος, «τὴν βασιλείαν τοῦ Θεοῦ καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.»

Εʹ. Μὴ κτήσῃ παῖδα· μήποτέ σοι ὁ ὑπεναντίος διὰ τούτου κινήσῃ σκάνδαλόν τι, καὶ ἐκθορυβήσῃ σου τὸ φρόνημα τῶν πολυτελεστάτων τροφῶν φροντίζειν. Οὐ γὰρ δυνήσῃ μόνος ἔτι σεαυτοῦ φροντίζειν· κἂν ὡς πρὸς σωματικὴν ἀνάπαυσιν ἐπέλθῃ ὁ λογισμὸς, ἀλλὰ τὸ κρεῖττον ἐννόει· λέγω δὴ τὴν πνευματικὴν ἀνάπαυσιν· κρείττων γάρ ἐστιν ὡς ἀληθῶς ἡ πνευματικὴ ἀνάπαυσις τῆς σωματικῆς. Κἂν ὠφελείας τοῦ παιδὸς χάριν προσβάλλῃ τῇ γνώμῃ, μὴ πεισθῇς αὐτῷ· οὐ γάρ ἐστι τοῦτο ἡμέτερον ἔργον· ἑτέρων ἐστὶ τῶν ἐν κοινοβίῳ ἁγίων πατέρων. Σεαυτοῦ μόνου τῆς ὠφελείας φρόντιζε, καὶ τὸν τῆς ἡσυχίας περιποιοῦ τρόπον. Μὴ ἀγαπήσῃς οἰκῆσαι μετὰ ἀνθρώπων ὑλικῶν καὶ ἐμπεριστάτων· ἢ μόνος οἴκει, ἢ μετὰ ἀδελφῶν τῶν ἀΰλων καὶ ὁμοφρόνων σου. Ὁ 40.1257 γὰρ μετὰ ἀνθρώπων ὑλικῶν καὶ ἐμπεριστάτων οἰκῶν, πάντως κοινωνήσει καὶ αὐτὸς τῇ τούτων περιστάσει, καὶ δουλεύσει ἀνθρωπίναις ἐπιταγαῖς, λαλιαῖς τε ματαίαις, καὶ τοῖς ἄλλοις ἅπασι δεινοῖς, ὀργῇ, λύπῃ, μανίᾳ τῶν ὑλῶν, φόβῳ, τῷ σκανδάλῳ. Γονικαῖς μερίμναις ἢ συγγενικαῖς φιλίαις μὴ συναπαχθῇς· ἀλλὰ γὰρ καὶ πρὸς τούτους αὐτοὺς συνεχεῖς συντυχίας παραιτοῦ, μήποτέ σε ἀποσυλήσωσι τῆς ἐν τῷ κελλίῳ ἡσυχίας, καὶ περὶ τὰς ἑαυτῶν περιστάσεις ἀγάγωσιν. «Ἄφες,» φησὶν ὁ Κύριος, «τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ δεῦρο ἀκολούθει μοι.» Ἐὰν δὲ καὶ τὸ κελλίον ἐν ᾧ καθέζῃ εὐπερίστατον ᾖ, φεῦγε, καὶ αὐτοῦ μὴ φείσῃ, μὴ ἐκλυθῇς εἰς ἀγάπην αὐτοῦ· πάντα ποίει, πάντα πρᾶττε, πῶς δυνηθῇς ἡσυχάσαι καὶ σχολάσαι, καὶ σπουδάσαι γενέσθαι ἐν τοῖς τοῦ Θεοῦ θελήμασι, καὶ ἐν τῇ πάλῃ τῶν ἀοράτων.

ϛʹ. Εἰ μὴ δύνασαι ῥᾳδίως ἡσυχάσαι ἐν τοῖς σοῖς μέρεσι, δός σου ἐπὶ ξενιτείαν τὴν πρόθεσιν, καὶ ἐπὶ ταύτην αὐτὴν κατάσπευδέ σου τὸν λογισμόν. Γενοῦ καθάπερ τις πραγματευτὴς ἄριστος, τὰ πάντα πρὸς ἡσυχίαν δοκιμάζων, καὶ τὰ πρὸς ταύτην ἥσυχα καὶ χρήσιμα διὰ πάντων κατέχων. Πλὴν λέγω σοι, ξενιτείαν ἀγάπα· ἀπαλλάττει γάρ σε τῶν κατὰ τὴν ἰδίαν χώραν περιστάσεων, καὶ τῆς κατὰ τὴν ἡσυχίαν ὠφελείας μόνον ἀπολαύειν ποιεῖ. Τὰς ἐν πόλει διατριβὰς φεῦγε, καὶ τὰς ἐν ἐρημίᾳ καρτέρησον. «Ἰδοὺ» γὰρ, φησὶν ὁ ἄγιος, «ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ.» Εἰ δυνατὸν, τὸ καθόλου εἰς πόλιν μὴ ἀπαντήσῃς· οὐδὲν γὰρ