5
Ἐσθίετε μηδὲν ἀνακρίνοντες·» καὶ, «Οὐ τὰ εἰσερχόμενα εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον.» Τὸ οὖν ἀπέχεσθαι βρωμάτων, τοῦτο τῆς ἡμετέρας προαιρέσεως ἂν εἴη καὶ ψυχῆς πόνος.
ΙΑʹ. Τὴν χαμευνίαν καὶ τὴν ἀγρυπνίαν καὶ τὰς ἄλλας πάσας κακοπαθείας ἡδέως φέρε, ἀποβλέπων εἰς τὴν μέλλουσαν ἀποκαλυφθῆναί σοι δόξαν σὺν πᾶσι τοῖς ἁγίοις. «Οὐ» γὰρ «ἄξια τὰ παθήματα,» φησὶ, «τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς.» Ἐὰν ἀθυμῇς, προσεύχου, καθὰ γέγραπται· προσεύχου δὲ ἐμφόβως, ἐντρόμως, ἐμπόνως, νηφαλίως τε καὶ ἐγρηγορότως. Οὕτω προσεύχεσθαι δεῖ, μάλιστα διὰ τοὺς κακοτρόπους καὶ κακοσχόλους, ἐπηρεάζειν ἡμᾶς θέλοντας ἐν τούτῳ τοὺς ἀοράτους ἡμῶν ἐχθρούς. Ὁπηνίκα οὗτοι ἴδωσιν ἡμᾶς προσευχῇ παρισταμένους, τότε δὴ καὶ αὐτοὶ σπουδαίως ἐφίστανται ἡμῖν, ἐκεῖνα ἡμῖν τῷ νῷ ὑποβάλλοντες, ἃ μὴ δεῖ ἐν καιρῷ τοῦ προσεύχεσθαι ἐνθυμεῖσθαι ἢ ἐννοεῖν, ἵνα αἰχμάλωτον ἡμῶν τὸν νοῦν ἀπαγάγωσι, καὶ ἀργὴν καὶ μάταιον καὶ ἀνωφελῆ τὴν ἀπὸ τῆς προσευχῆς δέησίν τε καὶ ἱκετηρίαν ποιήσωσι. Μάταιος γὰρ ὄντως καὶ ἀνωφελὴς ἡ προσευχὴ καὶ ἡ δέησις καὶ ἡ ἱκετηρία τυγχάνει, ὅταν μὴ, ὡς προείρηται, ἐν φόβῳ καὶ ἐν τρόμῳ νηφαλίως τε καὶ ἐγρηγορότως διατελῆται. Εἶτα ἀνθρώπῳ μὲν βασιλεῖ προσερχόμενός τις, μετὰ φόβου καὶ τρόμου καὶ νήψεως, οὕτως τὴν δέησιν ἀποτελεῖ· οὐ πολλῷ μᾶλλον Θεῷ τῷ ∆εσπότῃ τῶν ὅλων, καὶ Χριστῷ Βασιλεῖ τῶν βασιλευόντων καὶ Ἄρχοντι τῶν ἀρχόντων ὁμοίως παρίστασθαι δεῖ, καὶ ὡσαύτως τὴν δέησιν καὶ ἱκετηρίαν ποιεῖσθαι; Ὅτι τῷ Θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.