1

 2

 3

 4

 5

3

εὔχρηστον, οὐδὲν χρήσιμον, οὐδὲν ὠφέλιμον τῇ πολιτείᾳ σου ἐκεῖ θεάσῃ. «Εἶδον,» φησὶ πάλιν ὁ ἅγιος, «ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει.» Τοὺς οὖν ἰδίους καὶ ἀπερισπάστους δίωκε τόπους, μὴ δειλιάσῃς εἶχον αὐτῶν. Ἐὰν δὲ καὶ δαιμόνων φαντασίας ἐκεῖ θεάσῃ, μὴ πτοηθῇς; μηδὲ ἀποφύγῃς τὸ στάδιον τῆς ἡμετέρας ὠφελείας· ἀφόβως ὑπόμεινον, καὶ ὄψει τοῦ Θεοῦ τὰ μεγαλεῖα, τὴν ἀντίληψιν, τὴν κηδεμονίαν, τὴν ἄλλην ἅπασαν ἐπὶ σωτηρίᾳ πληροφορίαν. «Προσεδεχόμην» γὰρ, φησὶν ὁ μακάριος ἀνὴρ, «τὸν σώζοντά με ἀπὸ ὀλιγοψυχίας καὶ ἀπὸ καταιγίδος.» Μή σου νικήσῃ ῥέμβους ἐπιθυμία τὴν προαίρεσιν· «Ῥεμβασμὸς» γὰρ «μετὰ ἐπιθυμίας, μεταλλεύει νοῦν ἄκακον.» Πολλοὶ διὰ τοῦτο πειρασμοί. Φοβοῦ τὸ πταῖσμα, καὶ ἐν τῷ κελλίῳ σου ἑδραῖος ἔσο.

Ζʹ. Ἐὰν φίλους ἔχῃς, φεῦγε τούτων τὰς συνεχεῖς συντυχίας· διὰ μακροῦ γὰρ αὐτοῖς συντυγχάνων εὔχρηστος ἔσῃ. Ἐὰν δὲ καὶ κατανοήσῃς διὰ τούτων αὐτῶν βλάβην σοι γινομένην, μηδὲ ὅλως ἐγγίσῃς. Φίλους γὰρ ἔχειν σε χρὴ τοὺς ὠφελίμους καὶ συμβαλλομένους σου τῇ πολιτείᾳ. Φεῦγε καὶ τῶν πονηρῶν ἀνδρῶν καὶ μαχίμων τὰς συντυχίας· μηδενὶ τούτων συνοικήσῃς· ἀλλὰ γὰρ καὶ τὰς φαύλας αὐτῶν προθέσεις παραιτοῦ· οὔτε γὰρ Θεῷ προσοι 40.1260 κειῶνται, οὔτε μὴν παραμένουσιν. Ἄνδρες εἰρηνικοὶ ἔστωσαν φίλοι σοι, ἀδελφοὶ πνευματικοὶ, Πατέρες ἅγιοι. Τούτους γὰρ οὕτως καὶ ὁ Κύριος ἀπεκάλει λέγων· «Μήτηρ μου καὶ ἀδελφοί μου καὶ πατέρες οὗτοί εἰσιν, οἱ ποιοῦντες τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς.» Μετὰ περισπωμένων μὴ συναυλίζου, μηδὲ συμπορευθῇς εἰς συμπόσιον μετ' αὐτῶν· μήποτέ σε περὶ τὰς ἑαυτῶν ἀπάτας ἑλκύσωσι, καὶ τῆς κατὰ τὴν ἡσυχίαν ἐπιστήμης ἀπαγάγωσιν· ἔστι γὰρ τὸ πάθος τοῦτο ἐν αὐτοῖς· μὴ ἐκκλίνῃς τὸ οὖς σου εἰς τοὺς λόγους αὐτῶν, καὶ ἐννοίας καρδίας αὐτῶν μὴ παραδέξῃ. Εἰσὶ γὰρ ὄντως ἐπιζήμιοι. Ἐπὶ τοὺς πιστοὺς τῆς γῆς ἔστω σοι ὁ πόθος, καὶ ὁ πόνος τῆς καρδίας σου εἰς ζῆλον πένθους αὐτῶν. «Οἱ ὀφθαλμοί μου» γὰρ «ἐπὶ τοὺς πιστοὺς τῆς γῆς, τοῦ συγκαθῆσθαι αὐτοὺς μετ' ἐμοῦ.» Ἐὰν δέ τις καὶ τῶν κατὰ τὴν ἀγάπην τοῦ Θεοῦ πορευομένων, ἐλθὼν πρὸς σὲ ἐπὶ τὸ φαγεῖν προσκαλέσηταί σε, καὶ θέλεις ὑπάγειν, ὕπαγε μὲν, τάχιον δὲ ἐν τῷ κελλίῳ σου ὑπόστρεφε. Εἰ δυνατὸν, ἐκτὸς τούτου μὴ καθευδήσῃς ποτέ· ἵνα διαπαντός σοι παραμείνῃ τῆς ἡσυχίας ἡ χάρις, καὶ τῆς ἐν αὐτῷ προθέσεως ἀνεμπόδιστον ἕξεις τὴν λατρείαν.

Ηʹ. Μὴ γίνου ἐπιθυμητὴς βρωμάτων καλῶν, καὶ τῶν κατὰ τὴν σπατάλην ἀπατῶν. «Ἡ γὰρ σπαταλῶσα, ζῶσα τέθνηκεν,» ὡς καὶ ὁ Ἀπόστολός φησι. Μὴ χορτάσῃς τὴν κοιλίαν σου ἐν βρώμασιν ἀλλοτρίων, ἵνα μὴ πόθος σοι τούτων γένηται, καὶ περὶ τὰς ἔξω τραπέζας ἐμποιήσῃ σοι τὸν πόθον. Εἴρηται γάρ· «Μὴ ἀπατᾶσθε χορτασίᾳ κοιλίας.» Ἐὰν δὲ καὶ συνεχῶς ἔξω τοῦ κελλίου σου θεάσῃ σεαυτὸν προσκαλούμενον, παραιτοῦ. Ἔστι γὰρ ἐπιζήμιος ἡ ἔξω τοῦ κελλίου σου συνεχὴς διατριβή· ἀφαιρεῖται τὴν χάριν, σκοτοῖ τὸ φρόνημα, μαραίνει τὸν πόθον. Ἴδε μοι κεράμιον οἴνου πλεῖστον ἐγχρονίσαν ἐν τῷ τόπῳ, καὶ κείμενον ἀσάλευτον, πῶς παρασκευάζει τὸν οἶνον λαμπρὸν, καθιστάμενον, εὐώδη· ἐὰν δὲ ὧδε κἀκεῖσε περιφέρηται, τεταραγμένον, στυγνὸν, πάσης ὁμοῦ τῆς ἐκ τῆς τρυγίας κακίας τὴν ἀηδίαν ἐπιδεικνύμενον. Τοιγαροῦν τούτῳ παραπλησιάσας σεαυτὸν, πειρῶ τῆς ὠφελείας, κόπτε τῶν πολλῶν τὰς σχέσεις, μή σου ὁ νοῦς περισπαστικὸς γένηται, καὶ τὸν τῆς ἡσυχίας ταράξῃ τρόπον. Ἐργασίας χειρῶν φρόντιζε, καὶ τοῦτο αὐτὸ, εἰ δυνατὸν, νυκτὸς καὶ ἡμέρας, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα, μᾶλλον δὲ καὶ εἰς τὸ μεταδιδόναι, καθάπερ καὶ παραινεῖ λέγων ὁ ἱερὸς ἀπόστολος Παῦλος· ἵνα δὴ καὶ ἐν τούτῳ τὸν τῆς ἀκηδίας καταπαλαίσῃς δαίμονα, καὶ τὰς ἄλλας πάσας ἐπιθυμίας τοῦ ἐχθροῦ διάρῃς. Ἐπίκειται γὰρ τῇ ἀργίᾳ ὁ τῆς ἀκηδίας δαίμων, καὶ ἐν ἐπιθυμίαις ἐστὶν, ὥς φησιν. Ἀποδόσεως καὶ λήψεως οὐκ ἐκφεύξῃ ἁμαρτίαν. Εἴτε οὖν πωλεῖς,