1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

1

Vita sanctae Macrinae

ΓΡΗΓΟΡΙΟΥ ΕΠΙΣΚΟΠΟΥ ΝΥΣΣΗΣ ΕΠΙΣΤΟΛΗ ΕΙΣ ΤΟΝ ΒΙΟΝ ΤΗΣ ΟΣΙΑΣ ΜΑΚΡΙΝΗΣ

1 Τὸ μὲν εἶδος τοῦ βιβλίου ὅσον ἐν τῷ τῆς προγραφῆς τύπῳ ἐπιστολὴ εἶναι

δοκεῖ, τὸ δὲ πλῆθος ὑπὲρ τὸν ἐπιστο λιμαῖον ὅρον ἐστὶν εἰς συγγραφικὴν μακρηγορίαν παρα τεινόμενον· ἀλλ' ἀπολογεῖται ὑπὲρ ἡμῶν ἡ ὑπόθεσις, ἧς ἕνεκεν γράψαι διεκελεύσω, πλείων οὖσα ἢ κατ' ἐπιστολῆς συμμετρίαν. Πάντως δὲ οὐκ ἀμνημονεῖς τῆς συντυχίας, ὅτε κατ' εὐχὴν Ἱεροσολύμοις ἐπιφοιτᾶν μέλλων, ἐφ' ᾧ τε τὰ σημεῖα τῆς τοῦ κυρίου διὰ σαρκὸς ἐπιδημίας ἐν τοῖς τόποις ἰδεῖν, συνέδραμόν σοι κατὰ τὴν Ἀντιόχου πόλιν καὶ παντοίων ἀνακινουμένων ἡμῖν λόγων (οὐδὲ γὰρ εἰκὸς ἦν ἐν σιωπῇ τὴν συντυχίαν εἶναι, πολλὰς τῷ λόγῳ τὰς ἀφορμὰς τῆς σῆς συνέσεως ὑποβαλλούσης), οἷα δὴ φιλεῖ πολλάκις ἐν τούτοις γίνεσθαι, εἰς μνήμην βίου τινὸς εὐδοκίμου προῆλθε ῥέων ὁ λόγος. Γυνὴ δὲ ἦν ἡ τοῦ διη γήματος ἀφορμή, εἴπερ γυνή· οὐκ οἶδα γὰρ εἰ πρέπον ἐστὶν ἐκ τῆς φύσεως αὐτὴν ὀνομάζειν τὴν ἄνω γενομένην τῆς φύσεως. Τὸ δὲ διήγημα ἡμῖν οὐκ ἐξ ἀκοῆς ἑτέρων διηγημάτων τὸ πιστὸν εἶχεν, ἀλλ' ὧν ἡ πεῖρα διδάσκαλος ἦν, ταῦτα δι' ἀκριβείας ἐπεξῄει ὁ λόγος, εἰς οὐδὲν ἀκοὴν ἀλλοτρίαν ἐπιμαρτυρόμενος· οὐδὲ γὰρ ξένη τοῦ γένους ἡμῶν ἡ μνημονευθεῖσα παρθένος, ὡς ἀνάγκην εἶναι δι' ἑτέρων γινώσκειν τὰ κατ' ἐκείνην θαύματα, ἀλλ' ἐκ τῶν αὐτῶν ἡμῖν γονέων, ὥσπερ τις ἀπαρχὴ καρπῶν πρώτη τῆς μητρῴας νηδύος ἀναβλαστήσασα. Ἐπεὶ οὖν ἐδοκίμασας φέρειν τι κέρδος τὴν τῶν ἀγαθῶν ἱστορίαν, ὡς ἂν μὴ λάθοι τὸν μετὰ ταῦτα χρόνον ὁ τοιοῦτος βίος μηδὲ ἀνω φελὴς παραδράμοι διὰ σιωπῆς συγκαλυφθεῖσα ἡ πρὸς τὸν ἀκρότατον τῆς ἀνθρωπίνης ἀρετῆς ὅρον ἑαυτὴν διὰ φιλο σοφίας ἐπάρασα, καλῶς ἔχειν ᾠήθην σοί τε πεισθῆναι καὶ δι' ὀλίγων, ὡς ἂν οἷός τε ὦ, τὰ κατ' αὐτὴν ἱστορῆσαι ἐν ἀκατασκεύῳ τε καὶ ἁπλῷ διηγήματι.

2 Μακρίνα ἦν ὄνομα τῇ παρθένῳ, εὐδόκιμος δέ τις πάλαι κατὰ τὸ γένος ἦν ἡ Μακρίνα, μήτηρ τοῦ πατρὸς ἡμῶν γεγενημένη, ταῖς ὑπὲρ Χριστοῦ ὁμολογίαις τῷ και ρῷ τῶν διωγμῶν ἐναθλήσασα, ᾗ ἐπωνομάσθη παρὰ τῶν γονέων ἡ παῖς. Ἀλλὰ τοῦτο μὲν ἦν ἐν φανερῷ τὸ ὄνομα τὸ παρὰ τῶν γινωσκόντων ὀνομαζόμενον, ἕτερον δὲ κατὰ τὸ λεληθὸς αὐτῇ ἐπεκέκλητο, ὃ πρὶν παρελθεῖν διὰ τῶν ὠδίνων εἰς φῶς ἔκ τινος ἐπιφανείας ἐπωνομάσθη. Ἦν γὰρ δὴ τοιαύτη κατ' ἀρετὴν καὶ ἡ μήτηρ ὡς πανταχοῦ τῷ θείῳ βουλήματι χειραγωγεῖσθαι, διαφερόντως δὲ τὴν καθαράν τε καὶ ἀκηλί δωτον τοῦ βίου διαγωγὴν ἀσπασαμένη, ὡς μηδὲ τὸν γάμον ἑκουσίως ἑλέσθαι. Ἀλλ' ἐπειδὴ ὀρφανὴ μὲν ἐξ ἀμφοτέ ρων ἦν, ὑπερήνθει δὲ τῇ ὥρᾳ τοῦ σώματος καὶ πολλοὺς ἡ φήμη τῆς εὐμορφίας πρὸς τὴν μνηστείαν συνήγειρε, κίνδυνος δὲ ἦν, εἰ μὴ κατὰ τὸ ἑκούσιόν τινι συναρ μοσθείη, παθεῖν τι τῶν ἀβουλήτων ἐξ ἐπηρείας, πρὸς ἁρπαγὰς παρεσκευασμένων τῶν ἐπιμεμηνότων τῷ κάλλει· διὰ τοῦτο ἑλομένη τὸν ἐπὶ σεμνότητι βίου γνωριζόμενόν τε καὶ μαρτυρούμενον, ὥστε φύλακα κτήσασθαι τῆς ἰδίας ζωῆς, εὐθὺς ἐν ταῖς πρώταις ὠδῖσι ταύτης γίνεται μήτηρ. Καὶ ἐπειδὴ παρῆν ὁ καιρός, καθ' ὃν ἔδει λυθῆναι τὴν ὠδῖνα τῷ τόκῳ, εἰς ὕπνον καταπεσοῦσα φέρειν ἐδόκει διὰ χειρὸς τὸ ἔτι ὑπὸ τῶν σπλάγχνων περιεχόμενον καί τινα ἐν εἴδει καὶ σχήματι μεγαλοπρεπεστέρῳ ἢ κατὰ ἄνθρωπον ἐπι φανέντα προσειπεῖν τὴν βασταζομένην ἐκ τοῦ ὀνόματος Θέκλης, ἐκείνης Θέκλης, ἧς πολὺς ἐν ταῖς παρθένοις ὁ λόγος. Ποιήσαντα δὲ τοῦτο εἰς τρὶς μεταστῆναι τῶν ὄψεων καὶ δοῦναι τῇ ὠδῖνι τὴν εὐκολίαν, ὡς ὁμοῦ τε τοῦ ὕπνου αὐτὴν διαναστῆναι καὶ τὸ ἐνύπνιον ὕπαρ ἰδεῖν. Τὸ μὲν οὖν ὄνομα τὸ κεκρυμμένον ἐκεῖνο ἦν. ∆οκεῖ δέ μοι μὴ τοσοῦτον πρὸς τὴν