1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

11

ἔργῳ ἢ κατὰ διάνοιαν ἥμαρτον. Ὁ ἔχων ἐπὶ γῆς ἐξουσίαν ἀφιέναι ἁμαρτίας, «ἄνες μοι, ἵνα ἀναψύξω» καὶ εὑρεθῶ ἐνώπιόν σου «ἐν τῇ ἀπεκδύσει τοῦ σώματός» μου «μὴ ἔχουσα σπίλον ἢ ῥυτίδα» ἐν τῇ μορφῇ τῆς ψυχῆς μου, ἀλλ' ἄμωμος καὶ ἀκη λίδωτος προσδεχθείη ἡ ψυχή μου ἐν ταῖς χερσί σου «ὡς θυμίαμα ἐνώπιόν σου».

25 Καὶ ταῦτα ἅμα λέγουσα ἐπετίθει τὴν σφραγῖδα τοῖς ὀφ θαλμοῖς καὶ τῷ στόματι καὶ τῇ καρδίᾳ. Καὶ κατ' ὀλίγον ἥ τε γλῶσσα τῷ πυρετῷ καταφρυγεῖσα οὐκέτι διήρθρου τὸν λόγον καὶ ἡ φωνὴ ὑπενεδίδου, καὶ ἐν μονῇ τῇ τῶν χειλέων διαστολῇ καὶ τῇ τῶν χειρῶν κινήσει τὸ ἐν προσευχῇ εἶναι αὐτὴν ἐγινώ σκομεν. Καὶ ἐν τούτοις τῆς ἑσπέρας ἐπιλαβούσης καὶ φωτὸς εἰσκομισθέντος ἀθρόον τὸν τῶν ὀμμάτων διαστείλασα κύκλον καὶ πρὸς τὴν αὐγὴν ἀπιδοῦσα ἔκδηλος μὲν ἦν καὶ φθέγξασθαι τὴν ἐπιλύχνιον εὐχαριστίαν προθυμουμένη· τῆς δὲ φωνῆς ἐπιλειπούσης διὰ τῆς καρδίας καὶ διὰ τῆς τῶν χειρῶν κινήσεως ἐπλήρου τὴν πρόθεσιν καὶ τὰ χείλη πρὸς τὴν ἔνδοθεν ὁρμὴν συνεκινεῖτο· ὡς δὲ ἐπλήρωσε τὴν εὐχαριστίαν καὶ ἡ χεὶρ ἐπαχθεῖσα διὰ τῆς σφραγῖδος τῷ προσώπῳ τὸ πέρας τῆς εὐχῆς διεσήμανε, μέγα τι καὶ βύθιον ἀναπνεύσασα τῇ προσευχῇ τὴν ζωὴν συγκατέληξεν. Ὡς δὲ ἦν τὸ λοιπὸν ἄπνους τε καὶ ἀκίνητος, μνησθεὶς τῶν ἐντολῶν, ἃς εὐθὺς παρὰ τὴν πρώτην συντυχίαν πε ποίητο εἰποῦσα βούλεσθαι τὰς ἐμὰς τοῖς ὀφθαλμοῖς αὐτῆς ἐπιβληθῆναι χεῖρας καὶ δι' ἐμοῦ τὴν νενομισμένην θερα πείαν ἐπαχθῆναι τῷ σώματι, ἐπήγαγον τῷ ἁγίῳ προσώπῳ νεναρκηκυῖαν ἐκ τοῦ πάθους τὴν χεῖρα, ὅσον μὴ δόξαι τῆς ἐντολῆς ἀμελεῖν· οὐδὲν γὰρ τῶν ἐπορθούντων οἱ ὀφθαλμοὶ προσεδέοντο, καθάπερ ἐπὶ τοῦ κατὰ φύσιν γίνεται ὕπνου, τοῖς βλεφάροις εὐκόσμως διειλημμένοι· τά τε χείλη προσφυῶς μεμυκότα καὶ αἱ χεῖρες εὐπρεπῶς ἐπανακλιθεῖσαι τῷ στήθει πᾶσά τε ἡ τοῦ σώματος θέσις αὐτομάτως κατὰ τὸ εὔσχημον ἁρμοσθεῖσα οὐδὲν τῆς τῶν κοσμούντων χειρὸς ἐπεδέετο.

26 Ἐμοὶ δὲ διχόθεν ἐγίνετο πάρετος ἡ ψυχὴ καὶ οἷς τὸ φαι νόμενον ἔβλεπον καὶ οἷς τὴν ἀκοὴν διὰ τῆς γοερᾶς τῶν παρ θένων οἰμωγῆς περιηχούμην. Τέως μὲν γὰρ ἐν ἡσυχίᾳ διε καρτέρουν ἐκεῖναι, τῇ ψυχῇ τὴν ὀδύνην ἐγκατακλείουσαι, καὶ τὴν τῆς οἰμωγῆς ὁρμὴν τῷ πρὸς αὐτὴν φόβῳ κατέπνιγον, ὥσπερ δεδοικυῖαι καὶ σιωπῶντος ἤδη τοῦ προσώπου τὴν ἐπιτίμησιν, μή που παρὰ τὸ διατεταγμένον αὐταῖς φωνῆς τινος παρ' αὐτῶν ἐκραγείσης λυπηθείη πρὸς τὸ γινόμενον ἡ διδάσκαλος. Καὶ οἱονεὶ πυρός τινος ἔνδοθεν αὐτῶν τὰς ψυχὰς διασμύχοντος, ἐπεὶ οὐκέτι κατακρατεῖσθαι δι' ἡσυχίας τὸ πάθος ἠδύνατο, ἀθρόως πικρός τις καὶ ἄσχετος ἀναρρήγνυται ἦχος, ὥστε μοι μηκέτι μένειν ἐν τῷ καθεστηκότι τὸν λογισμόν, ἀλλὰ καθάπερ χειμάρρου τινὸς ἐπικλύσαντος ὑποβρύχιον παρενεχθῆναι τῷ πάθει καὶ τῶν ἐν χερσὶν ἀμελήσαντα ὅλον τῶν θρήνων εἶναι. Καί μοι δικαία πως ἐδόκει καὶ εὔλογος ἡ τοῦ πάθους ἀφορμὴ ταῖς παρθένοις εἶναι. Οὐ γὰρ συνηθείας τινὸς ἢ τῆς κατὰ σάρκα κηδεμονίας τὴν στέρησιν ἀπωδύροντο οὐδ' ἄλλο τι τοιοῦτον οὐδέν, ἐφ' ᾧ πρὸς τὰς συμφορὰς δυσανασχετοῦσιν οἱ ἄνθρωποι, ἀλλ' ὡς τῆς κατὰ θεὸν ἐλπίδος αὐτῆς καὶ τῆς τῶν ψυχῶν σωτηρίας ἀποσχισθεῖσαι ταῦτα ἐβόων καὶ ταῦτα ἐν τοῖς θρήνοις ἀπωλοφύροντο. «Ἐσβέσθη, λέγουσαι, τῶν ὀφθαλμῶν ἡμῶν ὁ λύχνος· ἀπήρθη τὸ φῶς τῆς τῶν ψυχῶν ὁδηγίας· διελύθη τῆς ζωῆς ἡμῶν ἡ ἀσφάλεια· ἤρθη ἡ σφραγὶς τῆς ἀφθαρσίας· διεσπάσθη ὁ σύνδεσμος τῆς ὁμοφροσύνης, συνετρίβη τὸ στήριγμα τῶν ἀτονούντων, ἀφῃρέθη ἡ θεραπεία τῶν ἀσθενούντων. Ἐπὶ σοῦ ἡμῖν καὶ ἡ νὺξ ἀντὶ ἡμέρας ἦν καθαρᾷ ζωῇ φωτιζομένη· νῦν δὲ καὶ ἡ ἡμέρα πρὸς ζόφον μεταστραφήσεται». Χαλε πώτερον δὲ παρὰ τὰς ἄλλας τὸ πάθος ἐξέκαιον αἱ μητέρα αὐτὴν καὶ τροφὸν ἀνακαλοῦσαι. Ἦσαν δὲ αὗται, ἃς ἐν τῷ τῆς σιτοδείας καιρῷ κατὰ τὰς ὁδοὺς ἐρριμμένας ἀνελο μένη ἐτιθηνήσατό τε καὶ ἀνεθρέψατο καὶ πρὸς τὸν καθαρόν τε καὶ ἄφθορον βίον ἐχειραγώγησεν.