1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

12

27 Ἐπεὶ δέ πως καθάπερ ἐκ βυθοῦ τινος τὴν ἐμαυτοῦ ψυχὴν ἀνελεξάμην πρὸς τὴν ἁγίαν ἐκείνην κεφαλὴν ἀτενί σας, ὥσπερ ἐπιτιμηθεὶς ἐπὶ τῇ ἀταξίᾳ τῶν ἐπιθορυβούντων διὰ τοῦ θρήνου· «Πρὸς ταύτην βλέψατε, εἶπον μεγάλῃ τῇ φωνῇ πρὸς τὰς παρθένους βοήσας, καὶ τῶν παραγγελμάτων αὐτῆς ἀναμνήσθητε, δι' ὧν τὸ ἐν παντὶ τεταγμένον καὶ εὔσχημον παρ' αὐτῆς ἐπαιδεύθητε. Ἕνα καιρὸν δακρύων ὑμῖν ἡ θεία ψυχὴ αὕτη ἐνομοθέτησεν ἐν τῷ τῆς προσευχῆς καιρῷ τοῦτο πράττειν παρεγγυήσασα· ὃ καὶ νῦν ποιεῖν ἔξεστι, τῆς τῶν θρήνων οἰμωγῆς εἰς συμπαθῆ ψαλμῳδίαν μετατεθείσης.» Ταῦτ' ἔλεγον μείζονι τῇ φωνῇ, ὡς ἂν τὸν ἦχον τῶν θρήνων ὑπερηχήσαιμι. Εἶτα μεταστῆναι πα ρεκάλεσα μικρὸν ἐπὶ τὸν σύνεγγυς οἶκον, καταλειφθῆναι δέ τινας ἐξ αὐτῶν, ὧν ἡδέως ἐν τῇ ζωῇ τὴν θεραπείαν προσίετο.

28 Ἐν ταύταις ἦν γυνή τις τῶν εὐσχημόνων πλούτῳ καὶ γένει καὶ τῇ τοῦ σώματος ὥρᾳ καὶ τῇ λοιπῇ περιφανείᾳ περί βλεπτος ἐν νεότητι γενομένη· καὶ συνοικισθεῖσά τινι τῶν ἐπὶ μείζονος ἀξίας καὶ βραχὺν συνοικήσασα χρόνον καὶ ἐν νέῳ τῷ σώματι τῆς συζυγίας διαζευχθεῖσα, φύλακά τε καὶ παιδαγωγὸν τῆς χηρείας τὴν μεγάλην Μακρίναν ποιη σαμένη, συνῆν τὰ πολλὰ ταῖς παρθένοις τὸν πρὸς ἀρετὴν βίον παρ' αὐτῶν ἐκδιδασκομένη. Οὐετιανὴ δὲ ὄνομα τῇ γυναικί, ἧς ὁ πατὴρ Ἀράξιος ἦν τῶν εἰς τὴν ὕπατον συντελούντων βουλήν· πρὸς ταύτην εἶπον ἀνεπίφθονον εἶναι νῦν γοῦν τὸν φαιδρότερον ἐπιβαλεῖν κόσμον τῷ σώματι καὶ λαμπραῖς ὀθόναις κατακοσμῆσαι τὴν καθαρὰν ἐκείνην καὶ ἀκηλίδωτον σάρκα. Ἡ δὲ μαθεῖν ἔφη χρῆναι, τί τῇ ἁγίᾳ περὶ τούτων καλῶς ἔχειν ἐδοκιμάσθη· μὴ γὰρ εὐαγὲς εἶναι παρὰ τὸ κεχαρισμένον αὐτῇ τι παρ' ἡμῶν γενέσθαι. Πάντως δὲ ὃ τῷ θεῷ φίλον τε καὶ εὐάρεστον, κἀκείνῃ καταθύμιον εἶναι.

29 Καὶ ἦν τις προτεταγμένη τοῦ χοροῦ τῆς παρθενίας ἐν τῷ τῆς διακονίας βαθμῷ, Λαμπάδιον ὄνομα αὐτῇ· ἣ ἀκριβῶς ἔφη γινώσκειν περὶ τῶν κατὰ τὴν ταφὴν δεδογμένων ἐκείνῃ. Ἐπεὶ δὲ ἠρόμην αὐτὴν περὶ τούτων (παροῦσα γὰρ ἔτυχε τῇ βουλεύσει), ἔφη μετὰ δακρύων ταῦτα λέγουσα· «Τῇ ἁγίᾳ κόσμος ὁ καθαρὸς βίος διεσπου δάσθη· τοῦτο καὶ τῆς ζωῆς ἐγκαλλώπισμα καὶ τοῦ θανάτου ἐντάφιον ἐκείνῃ ἐστί· τὰ δ' ὅσα πρὸς καλλωπισμὸν σώ ματος βλέπει, οὔτε ἐν τῷ τῆς ζωῆς χρόνῳ προσήκατο οὔτε εἰς τὴν παροῦσαν χρῆσιν ἐταμιεύσατο, ὥστε οὐδὲ βουλομέ νοις ἡμῖν ἔσται τι πλέον τῆς εἰς αὐτὸ τοῦτο παρασκευῆς παρούσης»-»Καὶ οὐκ ἔστιν ἐν τοῖς ἀποκειμένοις εὑρεῖν, ἔφην ἐγώ, τῶν ἐπικοσμῆσαί τι δυναμένων τὴν ἐκφοράν;» - «Ποίοις, εἶπεν, ἀποκειμένοις; ἐν χερσὶν ἔχεις πᾶν τὸ ἀπό θετον· ἰδοὺ τὸ ἱμάτιον, ἰδοὺ τῆς κεφαλῆς ἡ καλύπτρα, τὰ τετριμμένα τῶν ποδῶν ὑποδήματα· οὗτος ὁ πλοῦτος, αὕτη ἡ περιουσία. Οὐδὲν παρὰ τὸ φαινόμενον ἐν ἀποκρύ φοις ἀπόκειται κιβωτοῖς τισιν ἢ θαλάμοις ἠσφαλισμένον. Μίαν ἀποθήκην ᾔδει τοῦ ἰδίου πλούτου, τὸν θησαυρὸν τὸν οὐράνιον· ἐκεῖ πάντα ἀποθεμένη οὐδὲν ἐπὶ τῆς γῆς ὑπε λείπετο». -»Τί οὖν, ἔφην πρὸς αὐτὴν ἐγώ, εἰ τῶν ἐμοί τι πρὸς τὴν ταφὴν ἡτοιμασμένων προσαγάγοιμι μή τι τῶν ἀβου λήτων αὐτῇ διὰ τούτου γενήσεται;» Οὐκ οἴεσθαι ἔφη τοῦτο παρὰ γνώμην εἶναι αὐτῇ· προσέσθαι γὰρ ἂν αὐτὴν καὶ ζῶσαν τὴν τοιαύτην παρὰ σοῦ τιμὴν κατ' ἀμφότερα, διά τε τὴν ἱερωσύνην τὴν ἀεὶ τιμίαν αὐτῇ καὶ διὰ τὴν κοινω νίαν τῆς φύσεως· μηδὲ γὰρ ἂν ἀλλότριον ἑαυτῆς τὸ τοῦ ἀδελφοῦ νομίσαι. ∆ιὰ τοῦτο καὶ ταῖς σαῖς χερσὶ περι κοσμηθῆναι τὸ σῶμα διεκελεύσατο.

30 Ἐπεὶ δὲ τοῦτο ἐδέδοκτο καὶ ἔδει περισταλῆναι ταῖς ὀθόναις τὸ ἱερὸν σῶμα ἐκεῖνο, διελομένοι τὴν σπουδὴν ἄλλος ἄλλο τι περὶ αὐτὴν ἐπονοῦμεν. Καὶ ἐγὼ μὲν τὴν ἐσθῆτα τῶν ἐμῶν τινι προσαγαγεῖν ἐνεκελευσάμην, ἡ δὲ μνημονευθεῖσα Οὐετιανὴ τὴν ἁγίαν ἐκείνην κεφαλὴν ταῖς ἰδίαις χερσὶ κατακοσμοῦσα, ἐπειδὴ κατὰ τὸν αὐχένα τὴν χεῖρα ἤνεγκεν· «Ἰδού, φησί, πρὸς ἐμὲ βλέψασα, οἷος περιδέραιος κόσμος τῆς ἁγίας ἐξήρτηται.» Καὶ ἅμα τοῦτο λέγουσα ἐκλύσασα τὸν δεσμὸν ἐκ τοῦ