1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

16

τάχους ἐκδραμεῖν ἐπὶ τὸ φάρμακον ἐγκελευσαμένου βλέπει κατὰ τὸ συμβὰν πρὸς τὴν μητέρα ἐν ταῖς χερσὶν ὂν τῆς τιθηνουμένης τὸ νήπιον, καὶ ἡ μήτηρ τοῖς ὀφθαλμοῖς τοῦ παιδίου ἐνατενί σασα «Παύου, φησί, δυσχεραίνων ἐπὶ τῇ ἀμελείᾳ», μεγάλῃ τοῦτο τῇ φωνῇ ὑπὸ χαρᾶς ἅμα καὶ ἐκπλήξεως λέγουσα· «Ἰδοὺ γὰρ οὐδὲν ἐλλέλειπται ἡμῖν τῶν ἐπηγγελμένων, ἀλλὰ τὸ ἀληθινὸν ἐκείνης φάρμακον τὸ τῶν παθημάτων ἰατικόν, ὅπερ ἐστὶν ἡ ἐκ τῶν εὐχῶν θεραπεία, καὶ ἔδωκε καὶ ἐνεργὸν ἤδη γέγονε, καὶ ὑπολέλειπται τῆς κατὰ τὸν ὀφθαλμὸν ἀρρωστίας οὐδ' ὁτιοῦν, τῷ θείῳ ἐκείνῳ φαρμάκῳ κε καθαρμένον». Καὶ ἅμα ταῦτα διεξιοῦσα αὐτή τε τὸ παιδίον ἐνηγκαλίζετο καὶ ταῖς ἐμαῖς ἐνετίθει χερσί. Κἀγὼ τότε τὰ ἀπιστούμενα κατὰ τὸ εὐαγγέλιον θαύματα τῇ διανοίᾳ λάβων «Τί μέγα, εἶπον, διὰ χειρὸς θεοῦ τυφλοῖς τὰς ὄψεις ἀποκαθίστασθαι, ὁπότε νῦν ἡ δούλη αὐτοῦ τὰς ἰάσεις ἐκείνας κατορθοῦσα τῇ εἰς αὐτὸν πίστει πρᾶγμα κατείρ-γασται οὐ πολὺ τῶν θαυμάτων ἐκείνων ἀπολειπόμενον;»« Ταῦτα λέγων μεταξὺ λυγμῷ τὴν φωνὴν ἐνεκόπτετο, τῶν δακρύων ἐπιρρυέντων τῷ διηγήματι. Τὰ μὲν οὖν παρὰ τοῦ στρατιώτου ταῦτα. 39 Ὅσα δὲ καὶ ἄλλα τοιαῦτα παρὰ τῶν συνεζηκότων αὐτῇ καὶ δι' ἀκριβείας τὰ κατ' αὐτὴν ἐπισταμένων ἠκού-σαμεν, οὐκ ἀσφαλὲς οἶμαι προσθεῖναι τῷ διηγήματι. Οἱ γὰρ πολλοὶ τῶν ἀνθρώπων πρὸς τὰ ἑαυτῶν μέτρα τὸ πιστὸν ἐν τοῖς λεγομένοις κρίνουσι, τὸ δὲ ὑπερβαῖνον τὴν τοῦ ἀκούοντος δύναμιν ὡς ἔξω τῆς ἀληθείας ταῖς τοῦ ψεύδους ὑπονοίαις ὑβρίζουσι. ∆ιὸ παρίημι τὴν ἄπιστον ἐκείνην ἐν τῷ λιμῷ γεωργίαν, πῶς ἐκβαλλόμενος ὁ πρὸς τὴν χρείαν σῖτος οὐδεμίαν αἴσθησιν ἐποίει τῆς ὑφαιρέσεως, ἐν τῷ ὁμοίῳ διαμένων ὄγκῳ καὶ πρὶν διαδοθῆναι ταῖς τῶν αἰτούντων χρείαις καὶ μετὰ τοῦτο, καὶ ἄλλα τούτων παραδοξότερα, παθῶν ἰάσεις καὶ δαιμόνων καθάρσεις καὶ ἀψευδεῖς προρρήσεις τῶν ἐκβησομένων· ἃ πάντα τοῖς μὲν δι' ἀκριβείας ἐγνωκόσιν ἀληθῆ εἶναι πιστεύεται, κἂν ὑπὲρ πίστιν ᾖ, ἐπὶ δὲ τῶν σαρκωδεστέρων ἔξω τοῦ ἐνδεχο-μένου νομίζεται, οἳ οὐκ ἴσασιν ὅτι «κατὰ τὴν ἀναλογίαν τῆς πίστεως» καὶ ἡ τῶν χαρισμάτων διανομὴ παραγίνεται, μικρὰ μὲν τοῖς ὀλιγοπιστοῦσι, μεγάλη δὲ τοῖς πολλὴν ἔχουσιν ἐν ἑαυτοῖς τὴν εὐρυχωρίαν τῆς πίστεως. Ὡς ἂν οὖν μὴ βλαβεῖεν οἱ ἀπιστότεροι ταῖς τοῦ θεοῦ δωρεαῖς ἀπιστοῦντες, τούτου ἕνεκεν καθεξῆς ἱστορεῖν περὶ τῶν ὑψηλοτέρων θαυμάτων παρῃτησάμην, ἀρκεῖν ἡγούμενος τοῖς εἰρημένοις περιγράψαι τὴν περὶ αὐτῆς ἱστορίαν.