1

 2

 3

 4

 5

 6

 7

1

De beato Abraham

ΛΟΓΟΣ ΕΙΣ ΤΟΝ ΜΑΚΑΡΙΟΝ ΑΒΡΑΑΜ.

50.737 Εἴδετε πολιὰν σφριγῶσαν, καὶ γῆρας ἀκμάζον; εἴδετε ἀθλητὴν γενναῖον πρὸς φύσιν καὶ σπλάγχνα παραταξάμενον; εἴδετε ἄνδρα ἐν ἐσχάτῃ πολιᾷ ἀδάμαντος στεῤῥότερον; Κεχάλαστο μὲν αὐτοῦ ὁ τόνος τῶν σαρκῶν, νενεύρωτο δὲ αὐτοῦ ὁ τόνος τῆς πίστεως. Τοιαῦτα γὰρ τῆς Ἐκκλησίας τὰ κατορθώματα, ὅτι ἡ ἀτονία τοῦ σώματος οὐδὲν λυμαίνεται τὴν προθυμίαν τῆς πίστεως· κόσμος γὰρ Ἐκκλησίας πολιὰ κατεσταλμένη, καὶ πίστις ἐπτερωμένη, καὶ ἐν τούτῳ χαίρει ἡ Ἐκκλησία μᾶλλον. Ἐπὶ μὲν γὰρ τῶν ἔξω πραγμάτων ὁ γέρων ἄχρηστος, εἰς οὐδὲν ἐπιτήδειος, ἀλλὰ πανταχοῦ συγγνώμης ἀπολαύει, διὰ ἀτονίαν μὴ δυνάμενος χρησιμεῦσαι τοῖς ἀναγκαίοις. Οἷόν τι λέγω· Οὐ δύναται ὁ γέρων εἰς πόλεμον παρατάξασθαι, οὐχ ἵππῳ ἀναβῆναι, οὐ δόρυ κινῆσαι, οὐκ ἀσπίδα σεῖσαι, οὐχ ἡλίου θερμότητα ὑπενεγκεῖν, οὐχ ὁδοιπορίας μέγεθος βαστάσαι, οὐ λιμοῦ δεινότητα ὑπομεῖναι, οὐ θορύβων ὄγκον· ἀλλ' ἐν ἡσύχῳ τόπῳ καθέζεται, συνήγορον ἔχων τὴν πολιάν. Τοῦτο δὲ καὶ ἐπὶ τῶν πλοίων ἴδοι τις ἄν· Οὐ δύναται ὁ γέρων ἐπὶ τῶν οἰάκων καθεσθῆναι, οὐ πελάγη τεμεῖν, οὐ κώπην ἐλάσαι, οὐχ ἱστίον κρεμάσαι, οὐκ ἐναντίοις ἀνέμοις παρατάξασθαι, οὐ κρύους δριμύτητα ὑπομεῖναι, οὐκ ἄλλο τι τῶν τοιούτων δύναται ποιῆσαι· ἀλλὰ καθέζεται ἐν τῇ νηῒ τὴν ἐπὶ τῆς ἡλικίας ἔχων συγγνώμην. Τοῦτο δὲ καὶ ἐπὶ τῶν γηπόνων ἔστιν ἰδεῖν· οὔτε γὰρ ἄροτρον ἑλκύσαι δύναται, οὔτε αὔλακα ἀνατεμεῖν, οὔτε πωλοδάμνης γενέσθαι, οὔτε βοῶν ἰσχυρῶν ὑπενέγκαι ἰσχὺν, οὔτε καύματος πόλεμον, οὔτε θερμότητος ὄγκον, οὔτε σκαπάνης βάρος, οὔτε ἄλλο τι τῶν πρὸς τὴν γῆν χρησιμευόντων· ἀλλὰ καθέζεται ἐν τῷ οἴκῳ, συνήγορον ἔχων τὴν πολιάν. Ἀλλ' οὐ τὰ τῆς Ἐκκλησίας τοιαῦτα, ἀλλ' ὅταν γηράσωσιν οἱ ἐν ἀρετῇ διάγοντες, τότε μᾶλλον χρήσιμοι καθίστανται· οὐ γὰρ σαρκῶν εὐτονία, ἀλλὰ πίστεως ἐπίτασις ζητεῖται. Τοιοῦτος ἦν Ἀβραὰμ, κεχαλασμένος μὲν τῷ τόνῳ τῶν σαρκῶν, νενευρωμένος δὲ τῷ τόνῳ τῆς πίστεως. Γέρων ἦν, ἀλλ' ἐν ἐσχάτῃ πολιᾷ πρὸς φύσιν ἐμάχετο, τρόπαια νίκης μεγάλα στήσας· γέρων ἦν, ἀλλὰ σιδήρου εὐτονώτερος, καὶ ἀδάμαντος στεῤῥότερος. Καὶ ὅτε μὲν ἐν νεότητι ἦν, οὐδὲν τούτων κατώρθωσεν· ὅτε δὲ παρέδραμεν ὁ χρόνος τῆς ἡλικίας, τότε τὸ τρόπαιον τῆς νίκης ἔστησεν· ἐν ἐσχάτῃ ἦν πολιᾷ, ἀλλ' ἐμπόδιον ἡ πολιὰ οὐκ ἐγένετο. ∆ιὸ καὶ ὁ Θεὸς, εἰδὼς τὴν εὐτονίαν αὐτοῦ, ἐπιφαίνεται αὐτῷ, καί φησιν· Ἔξελθε ἐκ τῆς γῆς σου, καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Ὑπήκουσεν Ἀβραὰμ τῷ λόγῳ, καίτοι γέρων ὢν λοιπὸν, καὶ ἄτο 50.738 νος τῷ σώματι, καὶ οὐκ εἶπε πρὸς ἑαυτόν· Ποῦ ἀπέρχωμαι ἐν ἐσχάτῃ πολιᾷ; καταλίπω τὸν οἶκον τοῦ πατρός μου, καὶ τὴν γῆν ἐν ᾗ ἐγεννήθην, ὅπου περιουσία χρημάτων, καὶ περιφάνεια γονέων· ὅπου κτῆσις πολυτελὴς, καὶ φίλων εὐημερία; ἀλλ' ἐλυπεῖτο μὲν πρὸς τὸ παρὸν, οὐ παρήκουε δέ· ὡς φιλότοπος γὰρ ἠγωνιᾶτο καταλιπεῖν, ὡς φιλόθεος δὲ ἐπείθετο καὶ ὑπήκουε· καὶ τὸ θαυμαστὸν, οὔτε εἶπεν αὐτῷ ὁ Θεὸς εἰς ποῖον τόπον, ἀλλὰ τῷ ἀδιορίστῳ τοῦ ὀνόματος ἐγύμνασεν αὐτοῦ τὴν προαίρεσιν. Εἰ γὰρ εἶπεν αὐτῷ, ὅτι εἰς γῆν σε ἔχω ἀπαγαγεῖν ῥέουσαν γάλα καὶ μέλι, εὑρίσκετο ὁ Ἀβραὰμ οὐ φωνῇ Θεοῦ ὑπακούσας, ἀλλὰ γῆν γῆς προκρίνας. Ἐξῆλθεν οὖν Ἀβραὰμ μὴ ἐπιστάμενος ποῦ ἀπέρχεται. Εἶδες πολιὰν σεμνυνομένην ἐν κατορθώμασι; Τοιαῦτα γὰρ, ὡς προεῖπον, τὰ ἡμέτερα· οὐκ ἀτονία γήρως αὐτὰ καταβάλλει, οὐ χρόνος αὐτὰ μαραίνει· οὐ γὰρ ἐν σώμασίν ἐστιν ἡ πολιὰ, ἀλλ' ἐν ψυχῇ· διὸ καὶ ἀγήρατά ἐστιν. Ἐξῆλθεν οὖν Ἀβραὰμ μηδὲν εἰληφὼς, ἀλλ' ἔτι ἐν σκηναῖς κατοικῶν· καὶ οὐκ