1

 2

 3

 4

 5

 6

 7

1

De libello repudii

ΕΙΣ ΤΟ Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ.

Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ. 51.217 αʹ. Περὶ γάμου πρώην ἡμῖν ὁ μακάριος Παῦλος ἐνομοθέτει, καὶ τῶν τοῦ γάμου δικαιωμάτων, Κορινθίοις οὕτω γράφων καὶ λέγων· Περὶ δὲ ὧν ἐγράψατέ μοι, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω, ∆ιὰ τοῦτο καὶ ἡμεῖς τὴν διάλεξιν ἅπασαν εἰς ταῦτα τὰ ῥήματα ἀναλώσαμεν. Οὐκοῦν ἀνάγκη καὶ σήμερον περὶ τῆς αὐτῆς ὑμῖν ὑποθέσεως διαλεχθῆναι πάλιν, ἐπειδὴ καὶ σήμερον περὶ τῶν αὐτῶν ὁ αὐτὸς διαλέγεται Παῦλος. Καὶ γὰρ ἠκούσατε αὐτοῦ βοῶντος καὶ λέγοντος· Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνὴρ αὐτῆς, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν Κυρίῳ. Μακαριωτέρα δέ ἐστιν, ἐὰν οὕτω μείνῃ κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ Πνεῦμα Θεοῦ ἔχειν Ἑψώμεθα τοίνυν αὐτῷ καὶ σήμερον, καὶ περὶ ταύτης διαλεξώμεθα τῆς ὑποθέσεως· ἀκολουθοῦντες γὰρ Παύλῳ, δι' αὐτοῦ πάντως τῷ Χριστῷ ἑψόμεθα, ἐπειδὴ καὶ οὗτος οὐχ ἑαυτῷ, ἀλλ' ἐκείνῳ ἀκολουθῶν, πάντα ἔγραφε. Καὶ γὰρ οὐ τὸ τυχὸν πρᾶγμα γάμος εὖ διακείμενος, ὥσπερ οὖν μυρίων συμφορῶν ὑπόθεσις γίνεται τοῖς οὐκ εἰς δέον αὐτῷ χρωμένοις. Ὥσπερ γὰρ βοηθός ἐστιν ἡ γυνὴ, οὕτω πολλάκις καὶ ἐπίβουλος γίνεται. Ὥσπερ οὖν λιμήν ἐστιν ὁ γάμος, οὕτω καὶ ναυάγιον, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν γνώμην τῶν κακῶς αὐτῷ χρησαμένων. Ὁ μὲν γὰρ κατὰ τοὺς προσήκοντας αὐτὸν ἐπιτελῶν, νόμους, τῶν ἀπὸ τῆς ἀγορᾶς καὶ πάντων τῶν πανταχοῦ κακῶν παραμυ 51.218 θίαν τινὰ καὶ ἀπαλλαγὴν εὑρίσκει τὴν οἰκίαν, καὶ τὴν ἑαυτοῦ γυναῖκα· ὁ δὲ ἁπλῶς καὶ ὡς ἔτυχε τὸ πρᾶγμα μεταχειριζόμενος, κἂν πολλῆς ἐπὶ τῆς ἀγορᾶς ἀπολαύσῃ γαλήνης, σκοπέλους καὶ σπιλάδας εἰσελθὼν εἰς τὴν οἰκίαν ὄψεται. Ἐπεὶ οὖν οὐ περὶ τῶν τυχόντων ἡμῖν ὁ κίνδυνος, ἀναγκαῖον μετὰ ἀκριβείας τοῖς λεγομένοις προσέχειν, καὶ τὸν μέλλοντα γυναῖκα ἄγεσθαι, μετὰ τῶν τοῦ Παύλου νόμων, μᾶλλον δὲ μετὰ τῶν τοῦ Χριστοῦ νόμων τοῦτο ποιεῖν. Οἶδα μὲν οὖν ὅτι πολλοῖς εἶναι δοκεῖ καινὸν καὶ παράδοξον τὸ λεγόμενον· πλὴν οὐ διὰ τοῦτο σιγήσομαι, ἀλλὰ πρῶτον τὸν νόμον ὑμῖν ἀναγνοὺς, οὕτω τὴν δοκοῦσαν ἀντινομίαν λῦσαι πειράσομαι. Τίς οὖν ἐστιν ὁ νόμος, ὃν ὁ Παῦλος ἡμῖν ἔθηκε; Γυνὴ, φησὶ, δέδεται νόμῳ. Οὐκοῦν οὐ δεῖ ἀποσχίζεσθαι ζῶντος τοῦ ἀνδρὸς, οὐδὲ ἕτερον ἐπεισάγειν νυμφίον, οὐδὲ δευτέροις ὁμιλεῖν γάμοις. Καὶ ὅρα πῶς μετὰ ἀκριβείας καὶ αὐτῇ τῶν λέξεων τῇ φύσει κέχρηται. Οὐ γὰρ εἶπε, Συνοικείτω τῷ ἀνδρὶ, ἐφ' ὅσον χρόνον ζῇ· ἀλλὰ τί; Γυνὴ δέδεται νόμῳ, ἐφ' ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ὥστε κἂν βιβλίον ἀποστασίου δῷ, καὶ τὴν οἰκίαν ἀφῇ, κἂν πρὸς ἄλλον ἀπέλθῃ, τῷ νόμῳ δέδεται, καὶ μοιχαλίς ἐστιν ἡ τοιαύτη. Ἐὰν τοίνυν ὁ ἀνὴρ ἐκβαλεῖν βούληται τὴν γυναῖκα, ἢ ἡ γυνὴ τὸν ἄνδρα ἀφεῖναι, ταύτης ἀναμιμνησκέσθω τῆς ῥήσεως, καὶ τὸν Παῦλον νομιζέτω παρεῖναι καὶ καταδιώκειν αὐτὴν βοῶντα καὶ λέγοντα, Γυνὴ δέδεται νόμῳ. Καθάπερ γὰρ οἱ δραπετεύοντες οἰκέται, κἂν τὴν οἰκίαν ἀφῶσι τὴν δεσποτικὴν, τὴν ἅλυσιν ἔχουσιν ἐπισυρομένην· οὕτω καὶ γυναῖκες, κἂν τοὺς ἄνδρας ἀφῶσι, τὸν νόμον ἔχουσι καταδικάζοντα ἀντὶ 51.219