1

 2

 3

 4

 5

 6

 7

1

In secundum domini adventum

Εἰς τὴν δευτέραν παρουσίαν τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ εἰς τὸ, "Πάντες παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, καὶ ἕκαστος ὑπὲρ

ἑαυτοῦ λόγον δώσει τῷ Θεῷ."

59.619 αʹ. Ἐνόμιζον μεγάλα τινὰ καὶ ὑπερφυῆ τῇ προτέρα ἡμέρᾳ ὑμῖν εἰρηκέναι· καὶ γὰρ ἦν φύσει μεγάλα, καὶ πάντα ὑπερβαίνοντα λόγον· ἀλλ' ὅμως τὰ σήμερον λεχθέντα τοσαύτην ἔχει τὴν ὑπερβολὴν πρὸς ἐκεῖνα, ὅσην ἐκεῖνα πρὸς τὰ ἡμέτερα. Καίτοι γε οὐκ ᾤμην αὐτὰ ἔχειν ὑπερβολήν· ἀλλ' ὅμως ἐπελθόντα τὰ σήμερον ἀναγνωσθέντα πολὺ πλέον ἐκείνων ἐφάνησαν λαμπρότερα. Τίνα δέ εἰσι τὰ σήμερον ἀναγνωσθέντα; Ὅτι Πάντες μὲν παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ· γέγραπται γὰρ, Ζῶ ἐγὼ, λέγει Κύριος, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ πᾶσα γλῶσσα ἐξομολογήσεται τῷ Θεῷ. Ἄρα οὖν ἕκαστος ἡμῶν περὶ αὑτοῦ λόγον 59.620.40 δώσει τῷ Θεῷ. Βλέπε, οὐκ εἶπεν ἁπλῶς, Προσκυνήσει ἕκαστος, ἀλλὰ καὶ Ἐξομολογήσεται ἕκαστος, τουτέστιν, εὐθύνας δώσει τῶν πεπραγμένων. Ἔσο τοίνυν, ἄνθρωπε, ἐναγώνιος πάντοτε, τὸν κοινὸν ∆εσπότην ὁρῶν ἐπὶ τοῦ βήματος καθήμενον, καὶ μὴ σχίζε καὶ μέριζε τὴν Ἐκκλησίαν, τῆς χάριτος ἀποῤῥηγνύμενος· καὶ γὰρ ὁ Χριστὸς καὶ σὲ καὶ πᾶσαν τὴν ἀνθρωπίνην φύσιν ἀπαιτήσει λόγον. Ἵνα δὲ μὴ δόξῃ ὡς ἐπίτηδες φοβῶν ἡμᾶς ταῦτα λέγειν, ἐκ τῆς προκειμένης ἀκολουθίας πάλιν ἔχεται τῆς 59.621 αὐτῆς ὑποθέσεως, λέγων· Μηκέτι οὖν ἀλλήλους κρίνωμεν, ἀλλὰ τοῦτο κρίνετε μᾶλλον, τὸ μὴ τιθέναι τινὰ πρόσκομμα τῷ ἀδελφῷ αὐτοῦ ἢ σκάνδαλον. Τοῦτο δὲ οὐκ ἐκείνου μᾶλλόν ἐστιν, ἢ τούτου. ∆ιὸ ἀμφοτέροις ἁρμόζειν δύναται, καὶ τοῦ τελείου σκανδαλιζομένου τῇ τῶν βρωμάτων παρατηρήσει, καὶ τοῦ ἀτελοῦς προσκόπτοντος ἐπὶ τῇ σφοδρᾷ ἐπιπλήξει. Σὺ δέ μοι σκόπει, ἀγαπητὲ, πόσην δώσομεν τιμωρίαν οἱ σκανδαλίζοντες ἁπλῶς. Εἰ γὰρ ἔνθα παράνομον ἦν τὸ γινόμενον, διὰ τὸ ἀκαίρως ἐπιτιμᾷν, ἐκώλυσε τοῦτο γίνεσθαι, ὥστε μὴ σκανδαλισθῆναι καὶ προσκόψαι τὸν ἀδελφὸν, ὅταν μηδὲ διορθοῦντες σκανδαλίζωμέν τινα, τίνος ἐσμὲν ἄξιοι; Εἰ γὰρ τὸ μὴ σῶσαι, ἔγκλημα (καὶ δείκνυσιν ὁ τὸ τάλαντον κατορύξας), τὸ σκανδαλίσαι τί οὐκ ἐργάζεται; Τί οὖν, ἐὰν οἴκοθεν, φησὶ, σκανδαλίζηται ἀσθενὴς ὤν; ∆ι' αὐτὸ μὲν οὖν τοῦτο ἂν εἴη δίκαιον πάντα ὑπομένειν. Εἰ γὰρ ἰσχυρὸς ἦν, οὐδὲ τοσαύτης ἐπιμελείας αὐτῷ ἔδει· νυνὶ δὲ ἐπειδὴ ἀτελέστερός ἐστι, διὰ τοῦτο πολλῆς χρῄζει τῆς σπουδῆς. Παρέχωμεν τοίνυν αὐτῷ τοῦτο, καὶ πανταχόθεν αὐτὸν διαβαστάζωμεν. Οὐδὲ γὰρ τῶν οἰκείων κακῶν ὑφέξομεν λόγον μόνον, ἀλλὰ καὶ ὑπὲρ ὧν ἑτέρους σκανδαλίζομεν. Εἰ δὲ ἐκεῖναι καὶ καθ' ἑαυτὰς χαλεπαὶ αἱ εὐθῦναι, ὅταν καὶ τὰ σκάνδαλα προστεθῶσι, πότε σωθησόμεθα; Μὴ γὰρ νομίσωμεν, εἰ κοινωνοὺς εὕροιμεν τῶν ἁμαρτημάτων, ὡς ἀπολογίαν ἕξομεν· τοῦτο ἡμῖν καὶ προσθήκη γενήσεται τιμωρίας· ἐπεὶ καὶ ὁ ὄφις μᾶλλον ἐκολάσθη τῆς γυναικός· ὥσπερ οὖν καὶ ἡ γυνὴ τοῦ ἀνδρὸς, καὶ Ἰεζάβελ δὲ χαλεπωτέραν ἔδωκε δίκην τοῦ Ἀχαὰβ ἁρπάσαντος τὸν ἀμπελῶνα.

Καὶ σὺ τοίνυν ὅταν αἴτιος ἑτέροις ἀπωλείας γενήσῃ, χαλεπώτερα πείσῃ τῶν ὑποσκελισθέντων παρὰ σοῦ. Οὐδὲ γὰρ οὕτω τὸ ἁμαρτεῖν, ὡς τὸ καὶ ἑτέρους εἰς τοῦτο ἐνάγειν ἀπόλλυσι· διό φησιν, Οὐ μόνον αὐτὸ ποιοῦσιν, ἀλλὰ καὶ συνευδοκοῦσι τοῖς πράσσουσιν. Ὥστε ὅταν ἴδωμέν τινας ἁμαρτάνοντας, μὴ μόνον μὴ ὠθῶμεν αὐτοὺς, ἀλλὰ καὶ ἀνέλκωμεν ἐκ τοῦ βόθρου τῆς πονηρίας, ἵνα μὴ τῆς ἑτέρων ἀπωλείας αὐτοὶ τὴν δίκην ὑπόσχωμεν. Ἀλλὰ γὰρ ἐπὶ τὴν προκειμένην ὑπόθεσιν ἐπανέλθωμεν. Πάντες γὰρ, φησὶ, παραστησόμεθα τῷ βήματι τοῦ Χριστοῦ, καὶ λόγον δώσομεν τῷ